Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)"> —
⋯
More
Original / primary: Perseus Grc3
5.1
ΠΡΟΜΗΘΕΥΣΛῦσόν με, ὦ Ζεῦ· δεινὰ γὰρ ἤδη πέπονθα. ΖΕΥΣΛύσω σε, φῄς, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπέρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ' ὧν τοιαῦθ' ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν; ΠΡΟΜΗΘΕΥΣΟὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον ἀετὸν τρέφων τῷ ἥπατι; ΖΕΥΣΟὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν. ΠΡΟΜΗΘΕΥΣΚαὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.
5.2
ΖΕΥΣΚατασοφίζῃ με, ὦ Προμηθεῦ. ΠΡΟΜΗΘΕΥΣΚαὶ τί καὶ τί β: τί γάρ τι γ. πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι. ΖΕΥΣΕἰπὲ πρότερον ὅντινα μισθὸν ἀποτίσεις ἀναγκαῖον ἡμῖν ὄντα. ΠΡΟΜΗΘΕΥΣἪν εἴπω ἐφ' ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος; ΖΕΥΣΠῶς γὰρ οὔ; ΠΡΟΜΗΘΕΥΣΠαρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ. ΖΕΥΣΤουτὶ μὲν ἔγνως· τί δ’ οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν. ΠΡΟΜΗΘΕΥΣΜηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρεΐδι· ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας ἔδρασας τὸν Κρόνον γ. — ΖΕΥΣΤοῦτο φῄς, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς; ΠΡΟΜΗΘΕΥΣΜὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ. ΖΕΥΣΧαιρέτω τοιγαροῦν ἡ Θέτις· σὲ δὲ ὁ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.

Intertext edge

Open linked passage

Note