Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/lucian-of-samosata" aria-label="More works by Lucian of Samosata (lucian-of-samosata)"> —
⋯
More
Original / primary: Perseus Grc3
7.1
ΖΕΥΣΤὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ; ΕΡΜΗΣΝαί· τὴν Ἰὼ λέγεις; ΖΕΥΣΟὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις. ΕΡΜΗΣΤεράστιον τοῦτο· τῷ τρόπῳ δ’ ἐνηλλάγη; ΖΕΥΣΖηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλὰ καὶ καινὸν καὶ καινὸν β: καὶ νῦν γ. ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν. ΕΡΜΗΣΤί οὖν ἡμᾶς χρὴ ποιεῖν; ΖΕΥΣΚαταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον· καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σῳζέτω τοὺς πλέοντας.

Intertext edge

Open linked passage

Note