Lycophron
Alexandra
Alex 373
Choose a text
More by Lycophron
—
Perseus Grc2
301
φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
302
ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
303
τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.
304
οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος
305
καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,
306
μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
307
αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
308
ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
309
ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
310
ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις
311
μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
312
πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
313
καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.
314
οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
315
καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.
316
ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις
317
χανοῦσα κευθμῷ χείσεται διασφάγος,
318
λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
319
ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροι
320
τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι
321
σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
322
πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·
323
σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
324
ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
325
μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,
326
ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν
327
στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων
328
ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
329
λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
330
σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα
331
πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ
332
ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ
333
κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
334
Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.
335
ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς
336
κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,
337
ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
338
ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,
339
τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ,
340
ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν
341
ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
342
φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
343
ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
344
τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδος
345
λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος
346
τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
347
καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.
348
ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,
349
ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
350
ἄνις τεράμνων εἰς ἀνώροφον στέγην
351
εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
352
ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
353
λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
354
ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
355
πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
356
τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
357
τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
358
γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
359
ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
360
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
361
ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης
362
γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
363
ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
364
ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
365
ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
366
Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
367
οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,
368
οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
369
κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
370
ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς
371
θερμοῖς τεκόντων δακρύοις λελουμένας
372
παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
373
Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
374
σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
375
καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
376
γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
377
ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
378
σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
379
ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
380
δίναις παλιρροίοισιν ἕλκοντος σάλου,
381
ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
382
πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
383
σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,
384
ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
385
λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
386
σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
387
τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ
388
αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
389
διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
390
Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ
391
στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
392
βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,
393
ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
394
ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
395
κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
396
ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυν
397
δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
398
τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
399
κρύψει κατοικτίσασα Νησαίας κάσις,
400
δίσκου μεγίστου τάρροθος Κυναιθέως.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).