Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula magna
Macarius of EgyptMagn 238.1 · spanish-geminiMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More

Original: Pg Scrape Grc

Epistula Magna ΤΟΥ ΑΓΙΟΥ ΜΑΚΑΡΙΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἐπίγνωσιν, καὶ τὴν ἐπὶ τὰ κρείττω προκοπὴν ἕκαστον λαμβάνειν βουλόμενος, οἷς νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον· τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν σπευδούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκότωσιν τῶν ὄντως καλῶν. διὸ ἡ τῆς χάριτος τοῦ θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα· Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων τῶν κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι. Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ' ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι, 234 ὁποῖον χρὴ τρόπον ἔχειν τὸν ἀναχωρήσαντα τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου.... ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας ἱερὸν συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένον συνεῖναι εὐσεβῶς ἀλλήλοις διὰ παντὸς ἑλομένους, ὅπως τε ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν, τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ὁποῖός τε ὁ δρόμος καὶ ἀγὼν τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων· καὶ ἵνα μὴ εἰς μακρὸν παρατείνωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ' ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης, πεπεισμένοι δηλονότι περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ μακαρίας τριάδος, μίαν οὐσίαν, ἓν θέλημα, μίαν δόξαν, μίαν προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν. διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν τῶν θεοπνεύστων γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες· ἅμα δὲ καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως παρεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν τι λέγειν καὶ ὡς ὑπέρογκα ματαιότητος φρονοῦντας ὑποπτεύσῃ. 235 Ἔστω τοίνυν προηγουμένως πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν παριστᾶν πάντοτε σπουδάζουσι σκοπὸς ὁ τῆς εὐσεβείας προκείμενος φωτισμὸς [καὶ] εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν· πεπεῖσθαί τε βεβαίως, ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως παντελῶς τὴν ἴασιν καὶ τὴν κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν δυνατὸν ἐν ἡμῖν γενέσθαι τῶν ἐνεργουμένων ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, ὅτι τὰ παρ' ἡμῖν ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν· καὶ τοῦ πνεύματος τῆς υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ καταξιωθῆναι κατὰ τὸν εἰπόντα ὅτι Τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε· καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 236 οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες. Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι· εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ εἴρηται. ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς 237 μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστι Χριστός· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας. ἀλλ' ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν ἐκ τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν· Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος Δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται· καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται, χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς ἡλικίας δεχόμενος, ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρότητος μέτρον φθάσαι δυνάμενος. Ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιῶν καὶ οἰκοδομῶν· καὶ πάλιν· Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι 239 πολεμούντων, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ἃ τὴν τοῦ θεοῦ δύναμιν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι συνεργοῦσαν δηλοῖ· ἅμα δὲ καὶ τὴν οἴησιν τῶν δι' ὀλίγας ἀρετὰς ἐφ' ἑαυτοῖς φρονούντων ἐκκόπτων, πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος τὴν ζωὴν γίνεσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης. Τί τοίνυν ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται ἕκαστον παρακαλῶν ὁ ἀπόστολος σπεύδειν φθάσαι; ἢ ἄρα, περὶ ὧν ὁ κύριος εἴρηκε μακαρίζων αὐτοὺς Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ πάλιν· Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅ ἐστιν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος, ἐν πληροφορίᾳ γινομένης τῆς μετὰ πίστεως καὶ ἀγάπης ἐπιδιδούσης τῷ θεῷ ὅλην ἐξ ὅλου ἑαυτὴν ψυχῆς. καθὼς καὶ διὰ τοῦ Δαβὶδ τὸν τέλειον τῆς ἀληθείας σκοπὸν ὑποδεικνύον τὸ πνεῦμα καὶ διδάσκον τοῦτον παρὰ τοῦ θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυμοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ τῆς ζωῆς κληρονόμους γενέσθαι φησί· Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς 240 δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· αἰσχύνην καὶ ἀτιμίαν φέρειν ἐσήμανε τοὺς ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς σπίλου καὶ ῥύπου μηδέπω κεκτημένους· πάλιν γάρ φησι Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· πασῶν τῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ θεὸν κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· Καρδίαν καθαράν, εὐχόμενος ὁ προφήτης ἔλεγε, κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με, ὃ τὸν αὐτὸν σκοπὸν παρίστησιν. ἀντερωτῶντος δὲ πάλιν Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι· Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ· ὥστε τὴν διὰ πράξεως καὶ λόγου καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα. Ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι αἱ ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν· Ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία οὐ σώματι μόνον, ἀλλὰ καὶ πνεύματι, πρακτικῶν τε καὶ λογιστικῶν,

Spanish Gemini
238.1
Sea, pues, ante todo, el objetivo propuesto de la piedad para todos los que se han consagrado a Dios y se esfuerzan siempre por presentar sus cuerpos como sacrificio vivo, santo y agradable a Dios, el culto racional, para creer según las promesas de los santos Evangelios y de las demás Escrituras, entregándose a toda obra buena y a toda práctica de virtud; y estar firmemente persuadidos de que, mediante la gracia de Cristo y el poder divino, es posible que en nosotros se produzca la curación y la purificación completa de las pasiones de la ignominia que actúan en el alma y en el cuerpo, porque lo que es imposible para nosotros es posible para el Dios que lo ha prometido. Pues las pasiones del pecado han sobrevenido después al alma y al cuerpo debido a la transgresión del primer formado, Adán; y[ es posible] ser dignos del espíritu de adopción, completa y totalmente, para la santificación del alma y del cuerpo en toda plenitud, según el que dijo:« Nuestro evangelio no llegó a vosotros solo en palabra, sino también en poder, en Espíritu Santo y en mucha plenitud, como sabéis»; y de nuevo:« Que vuestro espíritu, alma y cuerpo sean guardados íntegros e irreprochables en el día de nuestro Señor Jesucristo», de quien recibimos la prenda del beneficio inefable en el santo bautismo de la bienaventurada Trinidad, habiendo sido confiados en este gran e inmaculado misterio para el crecimiento y progreso de la herencia perfecta y para la multiplicación del talento. Pues el divino y consolador Espíritu, que fue dado a los apóstoles y, a través de ellos, ministrado a la única y verdadera Iglesia de Dios, desde la hora del bautismo, según la analogía de la fe, está presente de diversas y múltiples maneras con cada uno que se acerca al bautismo con fe sincera; sin embargo, cada uno recibe la mina para la multiplicación, el trabajo y el crecimiento, como se dice en el Evangelio. Pues así como el niño que nace en este siglo no permanece siempre en la edad infantil, sino que día a día recibe el crecimiento por una cierta necesidad de seguimiento según las leyes inefables de la naturaleza, hasta que llega a ser un hombre perfecto y a la plenitud de los conceptos racionales, del mismo modo, el que nace de nuevo del agua y del Espíritu no debe permanecer en el estado de la edad espiritual infantil, sino que, usando día a día de lucha, esfuerzo y mucha paciencia debido a la pelea contra el adversario, debe progresar y crecer hacia la plenitud de la edad espiritual, según lo dicho por el apóstol:« Hasta que todos lleguemos a la unidad de la fe y del conocimiento del Hijo de Dios, a un hombre perfecto, a la medida de la edad de la plenitud de Cristo, para que ya no seamos niños, zarandeados y llevados de aquí para allá por todo viento de doctrina, por la astucia de los hombres, para el engaño, sino que, viviendo en la verdad con amor, crezcamos en todo hacia aquel que es Cristo»; y de nuevo, en otro lugar, dice el mismo:« No os conforméis a este siglo, sino transformaos mediante la renovación de vuestra mente, para que comprobéis cuál es la voluntad de Dios, buena, agradable y perfecta», afirmando que llegan a la voluntad perfecta de Dios aquellos que han llegado a la medida de la edad y de la plenitud racional del Espíritu. Pero en el nacimiento corporal, el niño que nace llega a la edad adulta por una cierta necesidad de seguimiento y por ley de la naturaleza, habiendo ordenado la providencia que la edad corporal se complete por un límite de necesidad y no por elección de la voluntad. Pero en el nacimiento de arriba, del Espíritu, no determinó esta secuencia, sino que estableció el esfuerzo, la lucha y la carrera con mucha paciencia para la libre elección del hombre, según lo dicho por el Señor:« Esforzaos por entrar por la puerta estrecha»; y de nuevo:« Esforzaos, pues los esforzados arrebatan el reino de los cielos», y« El que persevere hasta el fin, este será salvo», y« En vuestra paciencia ganad vuestras almas»; y el apóstol:« Corramos con paciencia la carrera que tenemos por delante»; y« Corred de tal manera que lo alcancéis»; y de nuevo:« Como ministros de Dios en mucha paciencia», y lo que sigue. Así dispuso la gracia divina, para que cada uno reciba el crecimiento inteligible por su propia opinión, su propia voluntad, su esfuerzo y su lucha, según cuanto cree y según cuanto lucha; y según cuanto ama y según cuanto se entrega a sí mismo en lucha corporal y psíquica a toda la complacencia de los mandamientos, tanto adquiere también la participación del Espíritu para el crecimiento espiritual de la renovación de la mente, recibiendo la salvación por gracia y don divino, pero recibiendo el progreso y el crecimiento hacia la medida perfecta de la edad espiritual por la fe, el amor y la lucha de la libre elección, para que, así como por gracia, así también por justicia sea heredero de la vida eterna, no recibiendo el crecimiento del progreso totalmente por el poder y la gracia divina sin la cooperación y el celo del hombre, ni pudiendo llegar a la voluntad perfecta de Dios y a la medida de la libertad y la pureza totalmente por su propio poder, celo y fuerza sin la cooperación y ayuda del Espíritu Santo. Pues si el Señor no edifica la casa y guarda la ciudad, en vano ha velado el que guarda y el que trabaja y edifica; y de nuevo:« Pues no heredaron la tierra por su espada, y su brazo no los salvó», aunque luchaban con espadas y brazos,« sino tu diestra, tu brazo y la iluminación de tu rostro», lo cual manifiesta que el poder de Dios coopera con su propia lucha; al mismo tiempo, el profeta enseñó que la vida se hace para los que esperan por la fe y el amor mediante la gracia, cortando también la soberbia de los que se enorgullecen de sí mismos por unas pocas virtudes.¿ Qué es, pues, la voluntad de Dios, a la que el apóstol exhorta a cada uno a apresurarse a llegar?¿ Acaso no es aquello sobre lo que el Señor ha dicho, bienaventurándolos:« Bienaventurados los limpios de corazón, porque ellos verán a Dios»; y de nuevo:« Sed, pues, vosotros perfectos, como vuestro Padre celestial es perfecto»? Promete a través de esto la purificación completa del pecado, que es la liberación total de las pasiones de la ignominia, y la adquisición perfecta de la virtud extrema, que es la purificación y santificación del corazón mediante la participación del Espíritu perfecto y divino, que se produce en plenitud en el alma que, con fe y amor, se entrega a Dios totalmente de todo corazón. Tal como también a través de David, el Espíritu, mostrando el objetivo perfecto de la verdad y enseñando a los que desean ser declarados hijos de la luz y llegar a ser herederos de la vida a buscar esto de Dios y a creer, dice:« Sea mi corazón irreprochable en tus preceptos, para que no sea avergonzado»; indicó que traen vergüenza e ignominia aquellos que aún no poseen el corazón irreprochable de toda mancha y suciedad; pues dice de nuevo:« Entonces no seré avergonzado al mirar todos tus mandamientos»; el Espíritu Santo enseñó que la plenitud de todos los mandamientos y la retirada perfecta de toda falta es poseer confianza ante Dios. Y de nuevo:« Crea en mí, oh Dios, un corazón puro», decía el profeta orando,« y renueva un espíritu recto en mis entrañas», y« con un espíritu soberano confírmame», lo cual presenta el mismo objetivo. Y preguntando de nuevo:«¿ Quién subirá al monte del Señor o quién estará en su lugar santo?», añade quiénes son y cómo son estos:« Inocente de manos y limpio de corazón»; de modo que el Espíritu indicó que el pecado que se realiza mediante la acción, la palabra y el pensamiento debe ser cortado completamente de nosotros mediante la propia energía, y que debemos esforzarnos orando y esperando mediante la fe llegar día a día a la pureza perfecta de Dios. Pues el apóstol, enseñando explícitamente cómo deben ser las almas que se han retirado del matrimonio de la carne y de las ataduras del mundo, y que desean practicar la virginidad, dice:« La virgen se preocupa de las cosas del Señor, para que sea santa no solo en cuerpo, sino también en espíritu», ordenándole estar libre de pecados prácticos y racionales,

Intertext edge

Open linked passage

Note