Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula magna
Macarius of EgyptMagn 241 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
241.1
τουτέστι φανερῶν τε καὶ κρυπτῶν, ἁμαρτημάτων ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων, [ὡς] ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ' αὐτοῦ γενέσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· Καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι· καὶ Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησαμένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐταρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων τῆς ἀτιμίας παθῶν. Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτημάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι· Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ Ἄνδρα αἱμάτων καὶ δόλιον 242 βδελύσσεται κύριος, τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καὶ κατὰ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, Δὸς αὐτοῖς κύριε κατὰ τὰ ἔργα αὐτῶν. καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. καὶ ὁ κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις φησί· Πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· διὸ καὶ παραγγέλλει λέγων· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς· τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ μᾶλλον παρὰ τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ οὗ ἡ ἀτιμία αἰώνιος. καὶ τὸ Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ' αὐτῶν προσερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν; ὁπότε αὐτὸς ὁ κύριος λέγει· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων 243 ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου ἐκδέχεσθε· καθὼς καὶ ὁ μακάριος Δαβὶδ λέγει· Παρὰ σοῦ ὁ ἔπαινός μου, καὶ πάλιν· Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι. Εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησί, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε· τοὺς γὰρ παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους εἶναι ὁ κύριος ἀπέδειξεν εἰπὼν Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες; ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συγκρίνων φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ Οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ. τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γινόμενον τῷ φόνῳ συγκρίνει. ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τοὺς τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντας διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας· με244 στοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσεν τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν· καὶ πάλιν ὁ κύριος λέγει· Τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος. καὶ τὰ ὅμοια δὲ ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν. τὰ γὰρ κρύφια πάθη τῆς ἀτιμίας τὸ πνεῦμα τὸ ἅγιον ἐπιστάμενον βιαιότερα καὶ κατερριζωμένα τῇ ψυχῇ ἐνυπάρχοντα τὴν ἀπαλλαγὴν αὐτῶν διὰ ποίου τρόπου γενέσθαι δυνατὸν διδάσκον ἡμᾶς διὰ τοῦ Δαβίδ φησιν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ

Intertext edge

Open linked passage

Note