Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula magna
Macarius of EgyptMagn 268 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
268.1
Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα πρῶτον καὶ μεῖζον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται· ὥσπερ γὰρ ἱερά τις καὶ πνευματικὴ ἅλυσις μία ἀπὸ τῆς μιᾶς ἀπήρτηνται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς δικαιοσύνης, ἡ δικαιοσύνη ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος· ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ τῆς κακίας μέλη εἰσὶν ἀλλήλων ἐκκρεμάμενα· οὕτως καὶ ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν αἱ ἀρεταὶ ἀπηρτημέναι. κεφάλαιον δὲ πάσης ἀγαθῆς σπουδῆς καὶ κορυφαῖον τῶν κατορθω269 μάτων ἐστὶν ἡ τῆς προσευχῆς προσκαρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα, ἐπειδὴ πρὸς μόνον θεὸν ἀγαθότης καὶ κοινωνία τις μυστικὴ πνευματικῆς ἐνεργείας καὶ συνάφεια τῆς διαθέσεως καὶ αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς κύριον ἐν εὐχῇ διὰ θείας ἐπισκέψεως τοῖς καταξιουμένοις γίνεται καὶ εἰς οὐράνιον ἔρωτα καὶ πόθον ἔκπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς θεὸν ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς προσευχαῖς προσκαρτερεῖν ἀναγκάζων, καθὼς εἴρηται· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· καὶ ὁ κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν τί ἄλλο σημαίνει ἢ τὴν τοῦ πνεύματος οὐράνιον εὐφροσύνην τὴν ταῖς ἀξίαις ψυχαῖς ἐνεργῶς γινομένην, ἥνπερ ἀπόλαυσιν καὶ χαρὰν καὶ εὐφροσύνην πνευματικὴν ἐν φωτὶ αἰωνίῳ οἱ ἅγιοι ἐν τῇ βασιλείᾳ μέλλουσιν ἔχειν; ταύτης τὸν ἀρραβῶνα καὶ τὴν ἀπαρχὴν ἐντεῦθεν ἤδη αἱ ἄξιαι καὶ πισταὶ ψυχαὶ διὰ τῆς τοῦ πνεύματος ἐνεργοῦς κοινωνίας κεκτῆσθαι καταξιοῦνται. Ὁ παρακαλῶν γάρ, φησίν, ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα καὶ αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ἀλλὰ καὶ τὸ Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα, καὶ Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ τὰ τούτοις ὅμοια, τὴν τοῦ πνεύματος ἐνεργῆ εὐφροσύνην καὶ παράκλησιν διὰ τούτων αἰνίττεται· τὰ δὲ ἀκόλουθα πασῶν τῶν ἐντολῶν 270 παραγγέλματα ὥσπερ μέλη τῆς κεφαλῆς τυγχάνει, ἅπερ οἱ ἑαυτοὺς ἀποδόντες τῷ θεῷ κατὰ δύναμιν ἐπιτελεῖν ὀφείλουσι. Προκειμένου τοίνυν τοῦ τῆς εὐσεβείας σκοποῦ πᾶσιν ἑνός, ὅνπερ διὰ πλειόνων προείπομεν ἀπὸ γραφικῶν μαρτυριῶν παραστήσαντες, τοῦ καταξιωθῆναι διὰ τῆς πίστεως καὶ πολλῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς πληρώσεως ἁγίου πνεύματος καὶ παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι, ὅ ἐστιν ὁ τῆς καρδίας καθαρισμὸς διὰ τοῦ ἁγιαστικοῦ πνεύματος ταῖς πισταῖς καὶ εὐλαβέσι ψυχαῖς ἐγγινόμενος· ἕκαστος οὖν ἑαυτὸν ἐκδότω εἰς τὸ ἀγαθόν, ὅσον καὶ ὁ πρὸς τὸν θεὸν ἔρως τῆς ψυχῆς ἐπεκτείνεται· καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν καὶ ταῖς νηστείαις σχολάζειν κατὰ τὸ λόγιον Παύλου· Ἀδιαλείπτως προσεύχεσθε, καὶ Τῇ εὐχῇ προσκαρτερεῖτε, καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ εἰρημένον· Πόσῳ μᾶλλον ποιήσει ἐκδίκησιν ὁ θεὸς τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Ἔλεγε δέ φησι καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. τῶν δὲ ἐπουρανίων ὅπλων τὴν ἔνδυσιν, ὡς προείρηται, δι' ὁποίου τρόπου καταξιωθήσονται οἱ ἐπιθυμοῦντες καὶ πιστεύοντες τυχεῖν, ὁ ἀπόστολος ἀκριβῶς ἐσήμανεν εἰπών· Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. Εἴ τις τοίνυν τῶν ἀδελφῶν τὸν διὰ πίστεως καὶ προσευχῆς 271 καὶ μετανοίας ἀγῶνα ἀναδέξασθαι ἐπιποθεῖ ἐρῶν τῶν ἐπουρανίων ἀγαθῶν, ἀποδεκτέος καὶ πάνυ ἐπαινετὸς οὗτος καὶ ἀνθρώποις καὶ θεῷ· διὸ ἐάσθω καὶ βοηθείσθω ὑπὸ τῆς ἀδελφότητος τῶν συμμέλων ἀδελφῶν μετὰ χαρᾶς ὁ τοιοῦτος τῇ εὐχῇ προσκαρτερεῖν, ἵνα καὶ αὐτοὶ τὸν μισθὸν διὰ τὴν πρὸς τὸν ἀδελφὸν σύμπνευσιν καὶ συνεργίαν ἀγαθὴν ἀπὸ θεοῦ ἔχωσι· μόνον ἵνα μετὰ πάσης νήψεως τὴν κατὰ συνείδησιν ἔρευναν ποιῆται καὶ ἀδιάλειπτον μέριμναν καὶ ἄπαυστον ἀγῶνα ὁ εὐχόμενος ἔχῃ, πάντοτε ἐναντιούμενος πάσῃ τῇ τῆς κακίας τῶν πολλῶν καὶ περισσῶν λογισμῶν ὕλῃ καὶ πρὸς τὸν κύριον πάντοτε τὸν νοῦν ἐκβιαζόμενος ἐν ἐπιποθήσει καὶ παρ' αὐτοῦ τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος, ἵν' οὕτως οἱ καρποὶ τῆς παραμονῆς καὶ προσκαρτερήσεως εἰς οἰκοδομὴν ὁσημέραι πᾶσι φανεροὶ γίνωνται. ὁ γὰρ ἔχων ἀγάπης τρῶσίν τινα καὶ ἔρωτα θεῖον ἐν τῇ προσευχῇ, ἢ κἂν μηδέπω ἔχῃ, βιάζηται δὲ καὶ ἀγωνίζηται καὶ τὴν προαίρεσιν ἀναγκάζῃ, εἰς τὸν τοιοῦτον κάματον ἔκδοτον διδοὺς ἑαυτὸν καὶ παρὰ τοῦ θεοῦ τὸν οὐράνιον ἔρωτα καὶ τὴν ἀληθινὴν καὶ πνευματικὴν εὐχὴν ἐπιζητῶν κτήσασθαι κατὰ τὸ εἰρημένον· Ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ· μετὰ χαρᾶς ὑπὸ τῶν ἀδελφῶν ἐάσθω καὶ ὡς βοηθοὶ αὐτῷ μᾶλλον συνεργείτωσαν καὶ προτρεπέσθωσαν, ἴδιον κέρδος ἡγούμενοι τὴν ἐπὶ τὰ κρείττονα τοῦ ἀδελφοῦ 272 προκοπήν, καὶ μηδὲν κατ' ἐρίθειαν ἢ ζῆλον ποιείτωσαν ὑπὸ τῆς κακίας ὑποφερόμενοι μηδὲ ἐμποδιζέτωσαν καὶ ἐγκοπτέτωσαν τὴν ἀγαθὴν αὐτοῦ πρὸς θεὸν ὁρμὴν καὶ τοῦ ἀγῶνος τῆς καλῆς σπουδῆς τὴν ἀρχήν, ἵνα ὁ θεὸς ὁρῶν τὸν πρὸς ἀλλήλους τῆς ἀγάπης παροξυσμὸν ἀνταποδώσει πᾶσι τὰ αἰτήματα, πληροφορῶν ἕκαστον διὰ τὴν εὐθεῖαν καὶ ἀγαθὴν πρὸς ἀλλήλους προαίρεσιν. Ταῦτα δὲ σπουδαίως ποιεῖν ἐν πολλῇ διακρίσει μάλιστα οἱ προεστῶτες τῶν ἀδελφῶν ὀφείλετε καὶ ἑαυτοὺς καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς τοιούτῳ φρονήματι καταρτίζειν, ἵνα μηδεὶς ἐγκοπὴν λαμβάνῃ εἰς ὃν προαιρεῖται ἀγωνίζεσθαι ἀγῶνα. ὥσπερ οὖν κεφαλαιωδέστερον ὁ τῇ εὐχῇ προσκαρτερῶν ἐπεβάλετο ἔργον, οὕτως καὶ ἀγῶνα περισσὸν καὶ πόνον πολὺν καὶ σπουδὴν ἀδιάλειπτον ἀναλαβεῖν ὀφείλει διὰ τὸ πολλὰ ἐν τῇ προσκαρτερήσει τῆς εὐχῆς εἶναι τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρησιν σώματος, λογισμῶν ῥεμβασμόν, νοὸς ἀκαταστασίαν, ὀλιγωρίαν, ἀνυπομονησίαν, ἔκλυσιν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα· εἶτα θλῖψις καὶ ἐπανάστασις αὐτῶν τῶν πονηρῶν πνευμάτων πολεμούντων καὶ ἀνταγωνιζομένων μέχρις αἵματος τῇ κατ' ἀλήθειαν τὸν θεὸν ἀδιαλείπτως ἐπιζητούσῃ ψυχῇ κωλυόντων αὐτὴν 273 προσεγγίζειν θεῷ. πάσῃ οὖν νήψει καὶ πάσῃ σπουδῇ καὶ παντὶ ἀγῶνι σωματικῷ καὶ ψυχικῷ καὶ πάσῃ ὑπομονῇ ὁ τῇ εὐχῇ προσκαρτερῶν ἀνδρίζεσθαι ὀφείλει· καὶ ὡς τὸν σταυρὸν ὄντως βαστάζων ἐν ἀγῶνι καὶ πόνῳ πολλῷ καὶ πένθει καὶ θλίψει διὰ τὴν βασιλείαν ἀδιαλείπτως ἤτω· μὴ κεχαυνωμένος καὶ συνεπιδιδοὺς ἑαυτὸν τῷ τῆς κακίας τῶν λογισμῶν ῥεμβασμῷ ἢ συγχύσει ὕπνου ἢ ἀκηδίᾳ ἢ ἐκλύσει, ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενος ἤ τισι τοιούτοις παραδιδοὺς τὴν διάνοιαν καὶ ἀδιακρισίας αἰτίᾳ ἐμπληροφούμενος τῇ σωματικῇ γονυκλισίᾳ, τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος. δύναται γάρ τις, ἐὰν μὴ ἄκρως νήφειν παρασκευάζηται [καὶ] μηδὲ πάντοτε τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ποιῆται, ἐπιποθῶν ἀεὶ τὸν κύριον, ὑπὸ τῆς κακίας ποικίλως κατὰ τὸ κρυπτὸν ὑποσκελιζόμενος ἐπαίρεσθαι ἢ τυφοῦσθαι κατὰ τῶν λοιπῶν τῶν μηδέπω οὕτως δυναμένων τῇ εὐχῇ προσκαρτερεῖν· καὶ οὕτως διὰ τῶν τοιούτων τῆς κακίας πανουργημάτων τὴν καλὴν ἀπόλλυσιν ἐργασίαν, καταπροδιδοὺς ταύτην τῷ πονηρῷ δαίμονι. ἀλλ' ὥσπερ μείζονα τῆς εὐχῆς ἔργα ἀνεδέξατο, οὕτως καὶ πόνον καὶ μέριμναν καὶ ἀγῶνα μείζονα τῶν λοιπῶν ὀφείλει κεκτῆσθαι, μή πως κλοπήν τινα παρὰ τῆς κακίας πάθῃ. τοῖς γὰρ μεῖζόν τι ποιεῖν ἐπιβαλλομένοις ἀγαθὸν ἐπιτήδευμα μειζόνως ὁ πονηρὸς ἀνταγωνίζεται ὑποσκελίζειν βουλόμενος. 274 Ἀλλ' ἵνα καρπὸν ἀγάπης καὶ ταπεινοφροσύνης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ διακρίσεως ὁσημέραι διὰ τῆς προσκαρτερήσεως τῆς εὐχῆς ἐκφύσωμεν ἐν πᾶσι καὶ φανεροὶ ὦμεν τὴν ἐπὶ τὰ κρείττω προκοπὴν λαμβάνοντες, ἀγωνισώμεθα ἵνα καὶ τοὺς διὰ τὴν νηπιότητα τῇ εὐχῇ προσκαρτερεῖν μηδέπω δυναμένους, τῶν ἀγαθῶν καρπῶν ἡμῶν φανερῶν αὐτοῖς ὄντων, ἐρεθίσωμεν καὶ εἰς ἐπιθυμίαν ἐνέγκωμεν προθύμως καὶ σπουδαίως ἐπὶ τὸν ἀγῶνα τοῦτον ἑαυτοὺς ἐπιδοῦναι. ἐὰν γὰρ μὴ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη καὶ ἡ ἁπλότης καὶ ἡ ἀγαθότης τὴν εὐχὴν ἡμῶν κατακοσμήσῃ, ἡ εὐχή, μᾶλλον δὲ τὸ σχῆμα τῆς εὐχῆς, οὐδὲν ἡμᾶς ὠφελήσει. οὐ μόνον δὲ περὶ τῆς εὐχῆς τοῦτο λέγομεν, ἀλλὰ περὶ τοῦ παντὸς καμάτου καὶ πόνου παρθενίας καὶ εὐχῆς καὶ νηστείας καὶ ἀγρυπνίας καὶ ψαλμῳδίας ἢ διακονίας ἢ οἱουδήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ὑφ' ἡμῶν ἐπιτελουμένης· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινώσεως ἁπλότητός τε καὶ ἀφελότητος καὶ πίστεως καὶ μακροθυμίας καὶ ἀφθονίας ἐν ἑαυτοῖς εὑρίσκωμεν καὶ πᾶσι τοιούτους καρποὺς προσφέρωμεν, εἰκῇ καὶ μάτην οἱ πόνοι καὶ οἱ κάματοι ἡμῶν γεγόνασι. πᾶσα γὰρ ἐκείνη ἡ ἐργασία καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς τούτους γίνεσθαι ὀφείλουσιν· τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ 275 εὑρισκομένων ἐν ἡμῖν εἰκῇ καὶ μάτην ὅλη ἡ ἐργασία γεγένηται. οἱ γὰρ τοιοῦτοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἐπικομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶν ἡ τῶν προειρημένων ἀρετῶν διὰ τοῦ πνεύματος ἐνέργεια, μωραὶ ὀνομασθεῖσαι τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν καὶ ὁ τῆς παρθενίας κάματος διὰ τὴν τῶν ἀρετῶν ἔλλειψιν καὶ ὑστέρησιν τῆς ἐνεργοῦς ἐνοικήσεως τοῦ πνεύματος εἰς οὐδὲν ἐλογίσθη. Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ κάματος διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῇ καὶ μάτην πᾶσα ἡ ἐμπόνησις τῆς ἐργασίας γεγένηται, οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως μακροθυμίας τε καὶ πίστεως καὶ τῶν λοιπῶν, ὅσα ὁ ἀπόστολος διηγόρευσεν, ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῇ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς καὶ ψαλμῳδίας νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος μάταιος ἀποδείκνυται· οὗτοι γὰρ οἱ κάματοι καὶ πόνοι ψυχῆς καὶ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν. ἡ δὲ τοῦ πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ ἐν καρδίαις πισταῖς καὶ ταπειναῖς ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη. ἐν πολλῇ γὰρ συνέσει διακρίσεως αἱ ἐργασίαι καὶ οἱ πόνοι καὶ κάματοι τῆς ἀνθρωπίνης φύσεως ἡγείσθωσαν, 276 καὶ οἱ καρποὶ καρποὶ λογιζέσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ὑπὸ τοῦ ἁγίου πνεύματος ἐν τοῖς ἀξίοις ἐνεργούμενοι. ἐὰν γάρ τις διὰ γνώσεως ἔλλειψιν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ πνεύματος εἶναι νομίσῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται καὶ ἀπὸ μεγάλων ἀγαθῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνεύματος ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίσας. Ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ θεῷ ἀφιερῶν πάντοτε κατὰ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ τὸν πόνον ἐν μηδενὶ ἐλλείπων, παρ' αὐτοῦ δὲ τὴν λύτρωσιν τῶν παθῶν διὰ τῆς ἀντιλήψεως τῆς χάριτος ἐκδεχόμενος, εἰς αὐτὴν τὴν ἀκρότητα ἀρετῆς καὶ καθαρότητος καταντῆσαι καταξιοῦται. ὥσπερ γὰρ ὁ ἐν τῷ βίῳ ἡδυπαθῶς διαιτώμενος καὶ τῇ ἁμαρτίᾳ ἑαυτὸν ὁλοτελῶς ἐκδεδωκὼς τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας [ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ], ἀσωτίαν καὶ πορνείαν, μέθην καὶ πλεονεξίαν, φθόνον καὶ δόλον καὶ ἀσέλγειαν, ἔριν καὶ μῖσος, φιλαργυρίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ ἐργάζεται, οὕτως καὶ ὁ τέλειος 277 Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς καρποὺς τοῦ πνεύματος τοὺς ὑπὲρ τὴν φύσιν, τὴν ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πραότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ ταπεινοφροσύνην καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἔργα, ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς καὶ μηκέτι πρὸς τὰ πάθη τῆς κακίας πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ κυρίου τελείως καὶ ἐνεργούμενος ἐν ταῖς ἀρεταῖς ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος. οὗτός ἐστιν ὁ κολληθεὶς τῷ κυρίῳ καὶ γενόμενος εἰς ἓν πνεῦμα. διὰ γὰρ πνεύματος ἐνεργείας καὶ ἁγιότητος ἀρετῶν πάθη μιαρὰ καὶ ἐνέργεια κακίας κατασβεσθῆναι δύναται. οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ ἁγίου πνεύματος ἀκαμάτως λοιπὸν ἐπιτελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ πνεύματος καὶ ἐν πολλῇ ἐπιθυμίᾳ τὸ συμπαθεῖν τῷ Χριστῷ δεχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρωποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι καὶ τὰς λοιπὰς τοῦ βίου τούτου 278 ἀπολαύσεις ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι' ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρημένα τοῦ χριστιανισμοῦ ἐνεργήματα φθάσαι καταξιωθέντες τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τοῦ κυρίου, τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδωρηθῆναι, τὸ μαστιχθῆναι καὶ ὥσπερ κάθαρμα τοῦ κόσμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑποβληθῆναι ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται, μᾶλλον δὲ διὰ πολλῆς ἐπιθυμίας ἔχουσι. Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει κατὰ τὸ ἀποστολικὸν λόγιον· Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι, καὶ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχεν βοᾷ λέγων· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. καὶ πάλιν· Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ· ἡ γὰρ τοῦ ἁγίου πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρασκευάσει διὰ τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα 279 ἀθάνατον· καὶ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἔστιν. ἅπερ οἱ μηδέπω δι' ἐνεργείας πνεύματος ἀναλαβεῖν καταξιωθέντες διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ κυρίου ἀδιαλείπτως ἐμμελετάτωσαν καὶ τῇ ἐργασίᾳ, ὡς ἡ δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ πνεῦμα ἐν δυνάμει μεθ' ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτως τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ πνεύματος γενέσθαι καταξιωθέντες τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα. Οὕτως οὖν ἀγωνίζεσθε καὶ οὕτως ἀνδρίζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν παρασκευάζετε ὁμοῦ πάντες, μάλιστα δὲ οἱ ταῖς εὐχαῖς προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες, ὡς τηλικούτων ἀγαθῶν σκοπὸν ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε καὶ μὴ βλάβην ἑαυτοῖς καὶ τοῖς ἄλλοις διὰ τῆς ἀμελείας καὶ ἀπροσεξίας ἐμποιήσητε. οἱ δὲ μήπω δυνάμενοι ἄκρως ἐπὶ τὸ τῆς εὐχῆς ἔργον διὰ νηπιότητα ἑαυτοὺς ἀποδοῦναι τῇ διακονίᾳ ἢ ὑπηρεσίᾳ ἢ ἔργῳ ἢ τῇ λοιπῇ ἀναπαύσει τῶν ἀδελφῶν, μετὰ πίστεως καὶ εὐλαβείας καὶ φόβου θεοῦ 280 ἑαυτοὺς εὐτρεπίζετε, ὡς θεοῦ ἐντολὴν ἐπιτελοῦντες καὶ ὡς πνευματικὸν ἔργον κατεργαζόμενοι· καὶ οὐχ ὡς παρὰ ἀνθρώπων τὸν μισθὸν ἐκδεχόμενοι οὐδὲ τιμὴν ἢ εὐχαριστίαν παρ' αὐτῶν ἀναμένοντες, ἀλλ' ὡς ἔργῳ θεοῦ νηφόντως προσέχετε καὶ ὡς δοῦλοι Χριστοῦ μετὰ χαρᾶς διακονεῖτε, μὴ διδόντες χώραν ὅλως τῇ κακίᾳ δι' ἀνθρωπαρεσκείας ἢ γογγυσμοῦ ἢ ὑψηλοφροσύνης ἢ χαυνότητος ἢ ἀμελείας ἢ καταφρονήσεως τὸ ἀγαθὸν ἔργον ὑμῶν σπιλοῦν καὶ τῷ ἰδίῳ τῆς δολιότητος ἰῷ καταρρυποῦν καὶ μολύνειν, ἀλλ' ἵνα διὰ τῆς εὐλαβείας καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς τὸν θεὸν τὸ καλὸν ἐπιτήδευμα ὑμῶν ἁγιάζηται καὶ εὐπρόσδεκτον ἐπὶ θεῷ γένηται. τοσαύτῃ γὰρ φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει, ὥστε μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ τῆς ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομεῖναι, ἀλλὰ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ τὴν δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων ἅπαντας μακροθύμως ὁσημέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς. Ὃς ἐὰν ποτίσῃ, φησί, ποτήριον ψυχροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ἴδε ἕως πόσου εὐκολότητα ἐντολῆς ὁ κύριος ἔδωκεν, ἵνα μή τις ἄμοιρος ὡσὰν ἀσθενὴς καὶ ἄτονος τὴν προαίρεσιν ἀπὸ τοῦ ἀγαθοῦ γένηται. καὶ πάλιν· Ἐφ' ὅσον ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. μόνον ἵνα ᾖ τὸ γινόμενον κατὰ θεόν, καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται·

Intertext edge

Open linked passage

Note