Epistula magna
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
281.1
προσέθηκε γάρ· Μόνον εἰς ὄνομα μαθητοῦ, τουτέστι φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ τὸ ἀγαθὸν ἔργον ἵνα γένηται. τοῖς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι πράττουσι μεμφόμενος ὁ κύριος ἀπόφασιν ἔδωκε· Πάντα, φησί, ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ διεξελθὼν ἐπάγει μεθ' ὅρκου λέγων· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν. διὸ παραγγέλλει τοῖς μαθηταῖς· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν νηστείαν ἢ τὴν εὐχὴν ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. τὴν παρὰ ἀνθρώπων δόξαν ἢ τιμὴν ἢ ἐπαίνους προσερχομένους ἀπωθεῖσθαι καὶ μὴ προσίεσθαι τῷ νῷ καθόλου παρῄνεσεν, ἀλλὰ παρὰ θεοῦ μόνου τὴν ἀληθινὴν δόξαν καὶ τὸν ἔπαινον ἐκδέχεσθαι, ὡς προείρηται· οὐχ οἷόν τε γὰρ μὴ γνωσθῆναι ἀγαθόν τι τοῖς ἀνθρώποις ὅλως παρ' ἡμῶν ὁ κύριος ἐδίδαξε. πῶς γὰρ ἦν τοῦτο δυνατόν, ὁπότε αὐτὸς ὡς φῶς λάμψαι ἡμῶν τὰ ἀγαθὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων παρῄνεσεν εἰς δόξαν θεοῦ γινόμενα· Ὅπως, φησίν, ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. καὶ οἱ ἀπόστολοι δὲ διὰ τοῦ πνεύματος νομοθετήσαντες μηδὲν τοῖς ἀπὸ τῶν ἐθνῶν παρενοχλεῖν, εἰ μὴ ἀπέχεσθαι τῶν ἐπάναγκες, πορνείας καὶ εἰδωλοθύτου καὶ πνικτοῦ καὶ αἵματος, τὴν πολλὴν τῶν ἐντολῶν ὕλην παρεσιώ282 πησαν τέως διὰ πολλὴν καὶ ἄμετρον ἀγαθότητα καὶ συμπάθειαν ἐλαφρύναντες τῆς νοητῆς αὐτῶν ἡλικίας τὴν νηπιότητα, μόνον εἰς τὴν πίστιν αὐτοὺς εἰσελθεῖν πρῶτον ἐκ τῆς εἰδωλολατρείας βουλόμενοι, ἵν' οὕτως κατὰ μέρος ὑπακούοντες τῷ λόγῳ τῆς ἀληθείας καὶ ἐπὶ τὰ μείζονα τῶν ἐντολῶν παραγγέλματα καὶ τὴν πνευματικὴν αὔξησιν φθάσαι καταξιωθῶσιν. εἰ δέ τις καὶ ἐν τῇ εὐχῇ ὀκνηρότερος τυγχάνει καὶ ἐν τῇ διακονίᾳ καὶ ἐν τῇ λοιπῇ οἱουδήποτε ἔργου ὑπηρεσίᾳ εἰς ἀνάπαυσιν ἀδελφῶν γινομένῃ χαύνως καὶ ἀμελῶς καὶ καταφρονητικῶς διάκειται, καὶ οὐκ ἀνδρίζεται σπουδαίως καὶ πιστῶς ποιεῖν ὃ ἐπιτάσσεται, οὗτος ὑπὸ τοῦ ἀποστόλου ἀργὸς ὀνομαζόμενος ὡς μηδὲν ἐργαζόμενος ἀλλὰ περιεργαζόμενος οὐδὲ ἄρτου ἄξιος εἶναι ἀποφαίνεται εἰπόντος· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ ἀλλαχοῦ· Τοὺς δὲ ἀργοὺς καὶ ὁ θεὸς μισεῖ· καὶ ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται· καὶ ἐν τῇ Σοφίᾳ λέγει· Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. ὀφείλει γὰρ ἕκαστος ἐν ὁποιῳδήποτε ἔργῳ διὰ τὸν κύριον γινομένῳ καρποφορεῖν καὶ σπουδαῖος εἶναι κἂν ἐν ἑνὶ καλῷ, ἵνα μὴ παντελῶς ἄκαρπος εὑρισκόμενος ἐκτὸς τῆς αἰωνίου ζωῆς γένηται. Ἑνὸς οὖν προκειμένου τοῖς πᾶσιν ὁμοτρόπως ἀδελφοῖς τοῦ προειρημένου σκοποῦ τὸ λοιπὸν ἀγωνιζέσθω κατὰ δύ283 ναμιν ἕκαστος καὶ πιστευέτω τῷ ἀψευδεῖ θεῷ φθάσαι εἰς τὸ τέλειον τῆς υἱοθεσίας τοῦ χριστιανισμοῦ μέτρον ἐν πάσῃ ἀγαθῇ σπουδῇ καὶ ἀρετῆς ἐπιτηδεύσει. ἡ ἁπλότης δὲ καὶ ἡ ἀφελότης καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπείνωσις ἐξ ἅπαντος ὥσπερ θεμέλιος ἐν τῇ ἀδελφότητι ἑδρασθήτωσαν καὶ ἐν μέσῳ διὰ παντὸς ἤτωσαν, ἵνα μὴ ἐπαιρόμενοι κατ' ἀλλήλων ἢ φυσιούμενοι καὶ γογγύζοντες εἰκαῖον ὑμῶν τὸν κάματον ἀποδείξητε, ἀλλὰ μᾶλλον τῇ ταπεινοφροσύνῃ ἑαυτῶν ὑπερέχοντες καὶ κυρίους τοὺς πλησίον ἡγούμενοι Χριστοῦ τοῦ δι' ἡμᾶς πτωχεύσαντος μιμηταὶ γενώμεθα. καὶ μήτε ὁ ἀδιαλείπτως ταῖς εὐχαῖς προσκαρτερῶν κατὰ τοῦ μηδέπω οὕτω δυναμένου προσκαρτερῆσαι κατεπαιρέσθω καὶ φυσιούσθω, ἵνα δυνηθῇ τὸ ἔργον αὐτοῦ ἐπὶ θεοῦ καὶ ἀνθρώπων προκοπὴν λαμβάνειν, μήτε ὁ ἐν τῇ διακονίᾳ ἢ ἐν τῇ λοιπῇ ὑπηρεσίᾳ ἑαυτὸν δοὺς ὑποβολῇ κακίας γογγυζέτω ἢ καταλαλείτω τοῦ σχολάζοντος ταῖς προσευχαῖς καὶ νηστείαις, ἵνα χάριν ἐπὶ θεοῦ κτήσηται καὶ τὸ ἔργον αὐτοῦ εὐπρόσδεκτον γένηται, ἀλλ' ὡς μέλη ἀλλήλων ὄντες καὶ ἀλλήλους ἀναπαύειν ὀφείλοντες μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν ποιῶμεν κατὰ τὸ ἀποστολικὸν παράγγελμα· ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικούμενα τὴν διακονίαν ἄφθονως παρέχει ἀλλήλοις καὶ Οὐ δύναται, φησίν, ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ χρείαν σου οὐκ ἔχω ἢ ἡ κεφαλὴ τοῖς ποσὶ χρείαν ὑμῶν οὐκ ἔχω, ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ταῦτα περιέπομεν καὶ τού284 τοις τιμὴν περισσοτέραν περιτίθεμεν, οὕτω καὶ ἡμεῖς μέλη ἀλλήλων ὄντες, καθὼς εἴρηται, ποιῶμεν, ὁ δὲ καθεῖς ὡς ἀλλήλων μέλη ὑπὸ ἑνὸς πνεύματος κυβερνώμενοι καὶ ὑφ' ἑνὸς τοῦ τῆς ἀληθείας λόγου ζῶντος τρεφόμενοι διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ χαρᾶς εἰς ἀνάπαυσιν ἀλλήλων συναρμοσθῆναι ὀφείλομεν. εἰς τοῦτο γὰρ καὶ ἐκτίσθημεν, καθὼς εἴρηται· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· καὶ οὕτως ὁ θεὸς ἐπὶ ταῖς τοιαύταις προαιρέσεσι χαίρει ἑκάστου τὸ ἔργον τὸ δι' αὐτὸν γινόμενον ἀποδεχόμενος. τοιαύτην γὰρ διάθεσιν ἁπλότητος εἰς ἀλλήλους ὑμῶν ἀποσῳζόντων γίνεται τὸ περίσσευμα τῶν ταῖς εὐχαῖς προσκαρτερούντων ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων καὶ ἀναπαυόντων, καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων καὶ ἐργαζομένων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων. οὕτως γάρ φησι γίνεται ἰσότης κατὰ τὸ γεγραμμένον· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε· μόνον, ὡς προειρήκαμεν, ἐν μέσῳ τῶν ἀδελφῶν ἁπλότης καὶ ἀγάπη καὶ ταπείνωσις καὶ ἀζηλία ἤτωσαν καὶ λοιπὸν ἕκαστος κατὰ δύναμιν μετὰ χαρᾶς τὸν καλὸν δρόμον τρεχέτω καὶ τὸν καλὸν ἀγωνιζέσθω ἀγῶνα, ἵνα εἰς τὴν ἀπλανῆ τῆς θεοσεβείας ὁδόν, καθόσον πιστεύει καὶ καθόσον ἀγαπᾷ καὶ καθόσον 285 κάμνει, ὁσημέραι τὴν προκοπὴν λαμβάνων τῆς βασιλείας ἀξιωθήσεται. Οὗτος ἀληθῶς ἀγγελικὸς ἐπὶ γῆς ἐστι βίος· τοῦτό ἐστι τὸ Γενηθήτω τὸ θέλημά σου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅταν μὴ κατεπαιρώμεθα ἀλλήλων· ὅταν μετὰ ἀζηλίας καὶ ἀφθονίας καὶ ἁπλότητος καὶ ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς συνηρμόσμεθα ἀλλήλοις, τὴν τοῦ πλησίον προκοπὴν ἴδιον ἡγούμενοι κέρδος, τὴν δ' ἀτονίαν ἢ ἐλάττωσιν ἢ θλῖψιν τοῦ πλησίον ἰδίαν εἶναι νομίζοντες ζημίαν. Μὴ γάρ φησι μόνον τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ τῶν πλησίον ἕκαστος· οὕτω γὰρ ἀλλήλοις συμπάσχοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζοντες, μάλιστα οἱ δυνατοὶ τῶν ἀδυνάτων καὶ οἱ ἰσχυροὶ τῶν ἀσθενεστέρων, ἀναπληρῶσαι δυνάμεθα τὸν νόμον τοῦ Χριστοῦ κατὰ τὴν παραίνεσιν Παύλου. τοιούτῳ δὲ τρόπῳ ἐπὶ τὸ αὐτὸ τυγχάνοντες ἀληθῶς δυνησόμεθα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ διὰ τῆς ὁμονοίας καὶ τῆς χάριτος τοῦ Χριστοῦ κεφαλὰς δρακόντων [πνευμάτων πονηρίας] συνθλᾶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντες καὶ καταπατοῦντες λέοντα καὶ δράκοντα. ἐὰν γάρ, ὡς προειρήκαμεν, ἐν ἀγάπῃ καὶ ἁπλότητι καὶ ἀκεραιότητι σύνεισιν οἱ ἀδελφοὶ ἀλλήλοις, τότε καὶ ὁ ἐν μέτροις μεγάλοις ὢν πνευματικῆς προκοπῆς καὶ τῇ εὐχῇ προσκαρ286 τερῶν ἐπὶ τὰ μείζονα διὰ τῆς συνεργίας καὶ συμπνοίας τῶν ἀδελφῶν τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει. ὁμοίως δὲ καὶ ὁ μικρότερος διὰ τῆς τῶν μειζόνων ἐν ἀγάπῃ προτροπῆς καθ' ἡμέραν βελτιοῦται τῇ προκοπῇ καὶ εὐθύμως ἐργαζόμενος καὶ ἐπὶ τὰ κρείττονα ἐπειγόμενος. εἰ δὲ μὴ οὕτω διάκεισθε πρὸς ἀλλήλους, ἀλλὰ γογγυσμοὶ καὶ μέμψεις καὶ καταλαλιαὶ καὶ φυσιώσεις κατ' ἀλλήλων ἐπεγείρονται, οὔτε οἱ δοκοῦντες σχολάζειν εὐχαῖς καὶ νηστείαις διὰ τὴν τῶν ἑτέρων πρὸς αὐτοὺς ἀσυμφωνίαν καὶ βλάβην καὶ τὴν αὐτῶν ἔπαρσιν κρείττους ἑαυτῶν γενέσθαι δύνανται, οὔτε οἱ διακονοῦντες καὶ ἀναπαύοντες σωματικῶς δυνήσονται χάριν ἐν τῇ διακονίᾳ αὐτῶν ἔχειν διὰ τὸν κατὰ τῶν σχολαζόντων γογγυσμὸν καὶ τὸ μεταξὺ μῖσος· καὶ οὕτω σχίσματος ὄντος ἐν τῷ σώματι ἀδύνατον οἰκοδομὴν πνευματικὴν λαμβάνειν καὶ τὸ θέλημα τοῦ θεοῦ ἐν ἡμῖν γίνεσθαι. Ἀλλὰ καὶ τὴν τῶν πολλῶν χαρισμάτων διανομὴν εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν ὁ ἀπόστολος ἄγων ὡς ἑνὸς σώματος ὄντα μέλη, φησίν, ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι, ἡ ἀγάπη ἀνυπόκριτος καὶ τὰ ἑξῆς. καὶ πάλιν ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, 287 ἀποκάλυψιν ἔχει, γνῶσιν ἔχει, προφητείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω· τουτέστιν ἀπολάβετε ἕκαστος τῶν χαρισμάτων ἀλλήλων διὰ τῆς ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους ἐν ἀγάπῃ συμφωνίας. οὕτω καὶ οἱ ἐν τοῖς μοναστηρίοις ἀδελφοὶ ἐκδεδωκότες ἑαυτοὺς τῷ κυρίῳ καὶ ἀλλήλοις οἱ ἰσχυροὶ εἴτε τῷ σώματι εἴτε τῇ φρονήσει τῶν ἀσθενεστέρων τὰ βάρη βαστάζετε διὰ τὴν τοῦ Χριστοῦ μακαρίαν ἐλπίδα· καὶ ἕκαστος ὅπερ ἔχει ἐν τῇ φύσει αὐτοῦ ἀγαθόν, ἢ ἰσχὺν ἢ σύνεσιν ἢ ἀνδρείαν ἢ ἐπίνοιάν τινα ἢ σπουδήν, ἀλλήλοις ὁλοκλήρως ἐκδῶμεν. εἴτε πνευματικῶν χαρισμάτων διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ τῆς αἰωνίου ζωῆς ἄξιοι γενησόμεθα. Ὅτι δὲ τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἁρμοζόντως τελούμενον ἔργον πάσης ἀρετῆς καὶ ἐντολῆς προτέτακται, αὐτὸς ὁ κύριος μαρτυρεῖ. ὅτε γὰρ ἦλθεν εἰς τὴν οἰκίαν Μάρθας καὶ Μαρίας, καὶ Μάρθας μὲν περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς πόδας τοῦ κυρίου καθεζομένης καὶ ὑπὸ τῆς σωτηριώδους διδασκαλίας τὴν ψυχὴν τρεφομένης, μεμφομένης δὲ τῆς Μάρθας ὅτι οὐ συμβοηθεῖ αὐτῇ καὶ εἰρηκυίας πρὸς τὸν κύριον· Κύριε εἰπὲ ἵνα ἡ ἀδελφή μου ἐλθοῦσα 288 συναντιλάβηταί μοι, ὅτι μόνην με κατέλιπεν· ὁ κύριος τὸ πρῶτον καὶ κεφαλαιωδέστερον τοῦ δευτέρου προέκρινεν εἰρηκὼς αὐτῇ· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. τὸ πρῶτον καὶ μεῖζον τῆς ἀρετῆς ἔργον ὑπέδειξεν ὁ κύριος οὕτως εἰπών. οὐχὶ γὰρ ὡς οὐδὲν τὸ τῆς διακονίας ἔργον ἡγήσατο. εἰ γὰρ οὐδὲν ἦν, πῶς αὐτὸς τῆς διακονίας Μάρθας μετελάμβανε καὶ αὐτὸς τὸ ἔργον δι' ἑαυτοῦ ἐπετέλεσε, νίψας τῶν μαθητῶν τοὺς πόδας; καὶ παρῄνεσεν εἰπὼν αὐτοῖς· Εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τῶν μαθητῶν τοὺς πόδας, ὀφείλετε καὶ ὑμεῖς ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα καὶ ὑμεῖς ποιῆτε· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος καὶ πάντων δοῦλος· καθὼς καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ Ὅσα ἐὰν ποιήσῃ ἑνὶ τούτων, ἐμοὶ ἐποίησε· καὶ Ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. ἀλλὰ καὶ οἱ ἀπόστολοι ἐν ταῖς Πράξεσι περὶ τὴν σωματικὴν διακονίαν τῶν τραπεζῶν ἀσχολούμενοι τὸ μεῖζον προέκριναν, τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου μεταδιώκειν ἔργον. Οὐ δίκαιον γάρ, φησίν, ἐστὶν ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν 289 τραπέζαις· ἀλλ' ἐκλεξάμενοι ἄνδρας πλήρεις ἁγίου πνεύματος καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης, ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερήσωμεν. Ὁρᾷς πῶς τὰ πρῶτα ἀπὸ τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ὄντα ἀγαθῆς ῥίζης ἀποβλαστήματα. ὥστε ἡ εὐχὴ προτιμάσθω καὶ σπουδαζέσθω καὶ προκρινέσθω ὑμῖν τῶν λοιπῶν ἐντολῶν. μόνον ἐν ἀγάπῃ θεοῦ ἵνα πάντα γίνηται καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα. μὴ σωματικοῖς οὖν ἔθεσιν ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ἀδιακρίτως μηδὲ τοῖς ἔξωθεν σχηματισμοῖς (ἤτοι εὐχῆς ἢ ψαλμῳδίας, νηστείας ἢ διακονίας) μὴ διὰ θεὸν μόνον γινομένοις καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορθώμασιν ἐμφιλοχωρούμενοι αὐτὴν τὴν ἀλήθειαν, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἀγάπη ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη, ἀφ' ἑαυτῶν ἀποκρύψωμεν δι' ἄγνοιαν, ἐν σωματικοῖς μόνον δικαιώμασι τὴν πεποίθησιν ἔχοντες, ἀλλὰ ὁ σκοπὸς τῆς ἀγάπης τῆς πρὸς θεὸν ἐν συνειδήσει γνησίᾳ καὶ εἰλικρινεῖ διαθέσει πασῶν τῶν ἐντολῶν κυριευέτω· ἧς καὶ καθόλου προηγουμένης καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ἐν πολλῇ ἐπιποθήσει ὑπὸ τοῦ πνεύματος σπουδαζομένης, ἀκολούθως καὶ ἡ εὐχὴ τῆς γονυκλισίας καταρτίζεται καὶ ἡ διακονία εὐπροσδέκτως πληροῦται, καὶ ἡ πασῶν τῶν