Epistula magna
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
290.1
ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ' ἡμῶν διὰ τῆς τοῦ πνεύματος συνεργίας ἐπιτελεῖσθαι δύναται. τὸ γὰρ υἱοὺς φωτὸς γενέσθαι καὶ τέκνα θεοῦ καταξιωθῆναι καὶ κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ ἀποδειχθῆναι καὶ υἱοὺς ἐπουρανίου νυμφῶνος εἶναι καὶ ἀδελφοὺς Χριστοῦ θείᾳ χάριτι προσαγορευθῆναι κατὰ τὰς ἀρρήτους ἐπαγγελίας τῶν θεοπνεύστων καὶ ἁγίων γραφῶν, ὅ ἐστιν ὁ σκοπὸς καὶ ἡ ἐλπὶς τῶν Χριστιανῶν, διὰ ποίων ἡμῖν κατορθωμάτων ἢ ποίων ἐπιτηδευμάτων ἔσται τυχεῖν εἰ μὴ δι' ὧν προειρήκαμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας; ἀφ' ὧν τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς εὐσεβοῦς πολιτείας διαγνόντες, ἀγάπῃ καὶ ἐλπίδι καὶ πάσης ἀρετῆς σπουδῇ πιστεύοντες θεῷ ἀψεύστῳ καὶ ἀληθινῷ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν εὐδοκίᾳ καὶ ἀγαθότητι θεοῦ ἐπαγγελθέντων ἡμῖν καταξιωθῆναι, καθ' ἡμέραν αὐξανόμενοι ἐν κυρίῳ καὶ τὴν προκοπὴν ἡμῶν φανεροῦντες πᾶσιν ἐν κυρίῳ, τυχεῖν ἕξομεν τοῦ πνεύματος τῆς υἱοθεσίας, ὁλοκλήρως καὶ τελείως ἀδιστάκτῳ πίστει ἡμῶν ἐλπιζόντων. δι' οὗ καὶ τῶν παθῶν τῆς ἀτιμίας, φανερῶν τε καὶ κρυφίων, πρακτικῶν τε ἁμαρτημάτων καὶ λογισμῷ ἐπιτελουμένων, 291 ἀπαλλαγῆναι δυνάμεθα καὶ καθαρὰν καρδίαν κατὰ τὸν μακαρισμὸν τοῦ κυρίου καταξιούμεθα κτήσασθαι· τὸν ἀγῶνα μέντοι τὸν ἐξ ἰδίας προαιρέσεως ὡς ὑπεθέμεθα τελείως ἡμῶν παριστώντων, οὕτω τέκνα θεοῦ καὶ υἱοὶ τῆς βασιλείας καὶ ἀδελφοὶ Χριστοῦ διὰ τὴν τοῦ ἁγίου πνεύματος παρουσίαν καὶ συνανάκρασιν καταξιωθέντες γενέσθαι, σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι συμβασιλεύσομεν. Ἀλλ' ἐπειδή τινες ἀγνοίᾳ φερόμενοι ἐπισκήπτουσιν ἡμῖν ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονοῦσι καὶ ἀδύνατα καὶ ὑπὲρ ἄνθρωπον γενέσθαι ἐλπίζουσι κατὰ τὸν σκοπόν, ὅνπερ ἀπὸ τῶν θεοπνεύστων γραφῶν παρεστήσαμεν, καὶ τὴν γινομένην εἰλικρινῆ τοῖς πιστεύουσι καθαρότητα, ἣν οὐκ ἀμαρτύρως εἰπεῖν τετολμήκαμεν, καί φασιν ὅτι ἀδύνατόν ἐστί τινα ἄνθρωπον γενέσθαι ὡς αἱ γραφαὶ παρακελεύονται, ἤτοι περὶ τελείας καθαρότητος καὶ ἀπαλλαγῆς τῶν παθῶν ἤτοι περὶ τῆς μετουσίας καὶ πληρώσεως τοῦ ἁγίου πνεύματος (ἠθέλησε γάρ, φασίν, ὁ κύριος οὕτω λαλῆσαι πρὸς φόβον ἀνθρώπων τὸ Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὰ ὅμοια ἀποτόμως εἶπεν, οὐχ ὅτι, ἐὰν μή τις οὕτως γένηται, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ εἰσέρχεται· γενέσθαι γὰρ οὕτως ἀνθρωπίνῃ φύσει ἀδύνατον), ἀναγκαῖον δι' ὀλίγων περὶ τούτων παραστῆσαι τῷ δεσπότῃ 292 καὶ δεῖξαι οἵαν μὲν βλάβην καὶ ζημίαν ὑφίστανται οἱ ταῖς θείαις γραφαῖς ἑαυτοὺς πείσαντες μὴ πιστεύειν, ἀλλὰ τῇ ἰδίᾳ τοῦ νοὸς ὑπολήψει ματαίως πληροφορεῖσθαι, οἵαν δὲ κατόρθωσιν καὶ κέρδος ἑαυτοῖς προξενοῦσιν οἱ πιστεύοντες τοῖς τοῦ πνεύματος διδάγμασι καὶ οὕτως ἑαυτοὺς πληροφορήσαντες, ὅτι πᾶν ῥῆμα καὶ πᾶς λόγος καὶ πᾶσα ἐντολὴ διὰ τοῦ ἀψευδοῦς καὶ ἁγίου πνεύματος εἰρημένη τοῖς ἀληθῶς καὶ τελείως ἑαυτοὺς τῷ θεῷ ἐκδεδωκόσι καὶ διὰ τῆς πίστεως τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος κομιζομένοις ἀγῶνι τελείῳ προαιρέσεως καὶ ἀντιλήψεως χάριτι κατορθωθῆναι δύναται. Πρῶτον μὲν οἱ τὸν χριστιανισμὸν ἀκριβῶς ἀνερευνῶντες καὶ τί τὸ τέλειον τοῦ θεοῦ θέλημα σπουδάζοντες ἐπιγινώσκειν καὶ ἐπὶ τὴν τελειότητα τῶν λόγων τοῦ κυρίου τὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα ἐν πίστει καὶ ἐλπίδι τοῦ σκοποῦ θέμενοι καὶ ἐλπίζοντες ἐν ἀγῶνι πολλῷ καταντῆσαι καὶ εἰς ἐκείνην τὴν κατάπαυσιν εἰσελθεῖν, πίστει δὲ ἐπιτηδεύσεως ἀρετῶν καὶ Χριστοῦ χάριτι σπουδάζοντες, ἔνθα οἱ τοῦ κυρίου καὶ τῶν ἀποστόλων λόγοι τῆς τελειότητος παντοίως προτρέπονται, διὰ τριῶν πραγμάτων τὴν ὠφέλειαν καρπίζονται καὶ διὰ τριῶν τρόπων τὴν οἰκοδομὴν καὶ τὸ κέρδος λαμβάνουσι. πρῶτον, ὅτι τὰς ἁγίας γραφὰς καὶ τοὺς τοῦ κυρίου λόγους ὡς θεοῦ ἀληθινοῦ ὡς πιστοὶ δοῦλοι ἡγοῦνται. δεύτερον, ὅτι εἰς τὸν τέλειον σκοπὸν τοῦ χριστιανισμοῦ ἀποβλέποντες ἀνδρεῖοι καὶ γενναῖοι ὁσημέραι καταρτίζονται, πόνον καὶ δρόμον καὶ ἀγῶνα ἄπαυστον καὶ ἀδιάλειπτον ἔχοντες καὶ εἰς τὴν μακαρίαν ἐλπίδα τῆς τελειότητος ἐπειγόμενοι, μὴ διδόντες 293 ἑαυτοῖς ἄνεσιν ἐν χαυνότητι ὅλως διὰ τὴν ὑπερβολὴν τοῦ σκοποῦ. τρίτον, ὅτι ἔχοντες πρὸ ὀφθαλμῶν τὸν σκοπὸν τῆς τελειότητος καὶ τοῖς τοῦ κυρίου λόγοις ὡς ἀληθέσι πιστεύουσιν, ὅτι δεῖ εἰς τὰ μέτρα τῆς ἀπαθείας καὶ ἐλευθερίας φθάσαι τὸν ἀληθῶς προσεληλυθότα δουλεύειν τῷ θεῷ. ἐπειδὴ ἐκεῖ προτρέπεται ὁ κύριος κἀκεῖ παρακαλεῖ τοὺς ἀκολουθοῦντας αὐτῷ λέγων· Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, παντελῆ καθαρότητα ἐν ἡμῖν γίνεσθαι διδάσκων· καὶ πάλιν· Θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν· καὶ τὸ τοῦ ἀποστόλου δέ· Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· καὶ τὸ Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. ἀγωνιζόμενοι οὖν παντὶ τρόπῳ καὶ τρέχοντες ἀδιαλείπτως τὸν καλὸν τῶν ἀγαθῶν ἐπιτηδευμάτων δρόμον καὶ πονοῦντες περὶ τὰς ἀρετὰς πάντοτε οὐχ ἡγήσονται ἑαυτοὺς εἶναί τι, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ὃ κέκληνται μέτρον, ἀλλ' ἀδοκίμους καὶ ταλαιπώρους καὶ μὴ κατειληφότας διὰ τὴν ὑπερβολὴν τῆς κτήσεως τοῦ πνευματικοῦ πλούτου ἡγήσονται, καίπερ ὄντες τίμιοι καὶ δόκιμοι καὶ ἀγωνισταί· οὕτως δὲ περὶ ἑαυτῶν ταπεινοφρονοῦντες† τῆς κακίας καὶ οἰήσεως καὶ ὄκνου καὶ ῥᾳθυμίας παντελῶς ἐκφεύξονται, καὶ ὅσον εἰς μέγα δικαιοσύνης μέτρον ἐξ ἀνάγκης χωροῦσι διὰ τὴν πολλὴν ἔπειξιν καὶ σπουδὴν καὶ τὸν ἀνένδοτον ἀγῶνα, εἰ καὶ εἰς τὴν τελειότητα 294 φθάσαι διὰ τὸν ὑπερβάλλοντα πλοῦτον οὔπω δύνανται. Διὰ τριῶν οὖν τρόπων τὴν οἰκοδομήν, ὡς εἴρηται, καὶ τὴν ὠφέλειαν οἱ τούτῳ ἐχόμενοι τῷ φρονήματι πορίζονται. οἱ δὲ τὸν χριστιανισμὸν ὡς ἔτυχε μικρὸν νομίσαντες εἶναι καὶ μὴ ἀνερευνῶντες τὸ ἀκρότατον τοῦ πνευματικοῦ σκοποῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον καὶ τὴν ἀκριβῆ τῶν ἄκρων ἐντολῶν παραγγελίαν μὴ ἀναζητοῦντες, ἀλλὰ ἀδιαφόρως καὶ ὡς ἔτυχε τοῖς τοῦ κυρίου λόγοις καὶ καταφρονητικῶς προσέχοντες, ἰδίῳ λογισμῷ ὑπολήψεως ματαίας πληροφορούμενοι πρὸς φόβον ἀνθρώπων ἁπλῶς εἰρῆσθαι τὰς εὐαγγελικὰς ἐντολὰς νομίζουσιν καὶ οὐκ αὐτῆς τῆς ἀληθείας ἕνεκα βεβαιοῦνται τὸν τοῦ κυρίου λόγον ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. οὕτως ἀσείστους καὶ ἑδραίους καὶ ἀληθεῖς τοὺς λόγους αὐτοῦ εἶναι διδάξαντος οἱ τοιούτῳ λογισμῷ καὶ φρονήματι πειθόμενοι πάλιν καὶ αὐτοὶ [διὰ τριῶν πραγμάτων καὶ] διὰ τριῶν τρόπων τὸ μέγιστον βλάβος καὶ ζημίαν τῇ ψυχῇ προσκομίζουσι. πρῶτον, ὅτι εἰς τὰς θεοπνεύστους γραφὰς ἀπιστοῦντες ψεύστην καὶ οὐκ ἀληθῆ τὸν θεὸν συνιστῶσι. δεύτερον, ὅτι μὴ ἔχοντες τὸν μείζονα καὶ τέλειον τοῦ χριστιανισμοῦ σκοπὸν εἰς ὃν οὐδέπω† κατειλήφασιν, 295 ἑαυτοὺς εἶναι τι ἡγούμενοι πόνον καὶ ἀγῶνα καὶ σπουδὴν καὶ πεῖναν καὶ δίψαν τῆς δικαιοσύνης ἔχειν οὐ δύνανται, ἀλλὰ χαυνότητα καὶ ἀμεριμνίαν καὶ νωθρείαν διὰ τῆς ὀλιγωρίας καὶ ματαίας πληροφορίας κτῶνται. τρίτον, ὅτι οἰόμενοι καλῶς ἑστάναι δι' ὀλίγας τινὰς ἀρετάς, μὴ ἀφορῶντες εἰς τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον, εἰς ὃ ἀποβλέποντες καὶ ἑαυτοὺς δόντες μηδέπω ἐφθακέναι οἴδασι, ταπείνωσιν καὶ πτωχείαν καὶ σύντριψιν καρδίας κεκτῆσθαι [ἑαυτοὺς εἰδότες] οὐ δύνανται διὰ τὸ τοῖς ἐξωτέροις σχήμασι καὶ ἤθεσιν ἢ ἐπὶ ὀλίγοις τισὶ κατορθώμασιν ἑαυτοὺς πληροφορῆσαι· καὶ οὕτως ἀπομένουσι τῆς μακαρίας ἐλπίδος καὶ κλήσεως τῆς τοῦ κυρίου τελειότητος καὶ τῆς τῶν παθῶν παντελοῦς καθάρσεως, καὶ ἑαυτοὺς δικαιοῦντες δι' ὀλίγας τινὰς ἀρετὰς καὶ ὡς κατειληφότας καὶ ὄντας τι ἑαυτοὺς ἡγούμενοι, προκοπὴν ὁσημέραι καὶ αὔξησιν πνευματικὴν ἀκολούθως οὐ λαμβάνουσι διὰ τὸ μὴ ἔχειν πόνον καὶ ἀγῶνα καὶ θλῖψιν καὶ σύντριψιν καρδίας· οἱ γὰρ πόνον καὶ ἀγῶνα καὶ θλῖψιν διὰ τὴν βασιλείαν καὶ πεῖναν καὶ δίψαν τῆς δικαιοσύνης μὴ ἔχοντες ἀδυνατοῦσιν εἰς τὸ τέλειον φθάσαι, καὶ εἰ αὔξησίν τινα ἢ προκοπὴν δέξασθαι δυνήσονται. Ἢ καὶ ἑτέρᾳ ὑποθέσει χρησώμεθα· ὥσπερ ἐάν τισιν ἐργάταις ἢ δούλοις τισὶ ῥηθῇ παρὰ τοῦ δεσπότου πρὸς τρία πλέθρα τῆς ἡμέρας ἕκαστον θερίσαι, καὶ ὁ μὲν εἷς ἐργάτης, τοιαύτην ἐντολὴν παρὰ τοῦ δεσπότου λαβών, ἐκδῶ ὁλοτελῶς 296 ἑαυτὸν πάσῃ ἰσχύϊ καὶ δυνάμει ἀγωνιῶν καὶ πονῶν καὶ μεριμνῶν καὶ σπουδάζων, πῶς τρία πλέθρα μόνος θερίσει· ὁ δὲ ἕτερος ἀδύνατον εἶναι νομίσας τὸ ἐπιταχθὲν πληρῶσαι ἀπὸ τῆς ἀρχῆς ἐχαυνώθη καὶ οὕτως ὅλην τὴν ἡμέραν ποτὲ μὲν θερίζων ποτὲ δὲ χαυνούμενος καὶ ἀναπαυόμενος οὐ δύναται τοσοῦτον ἐργάσασθαι ὅσον ὁ πρότερος ὁ σπουδάσας· κἂν μὴ δυνηθῇ διὰ τὴν ὑπερβολὴν τοῦ προστάγματος τελέσαι τὸ προσταχθὲν αὐτῷ, ἀλλὰ τοῦ ἄλλου ἐργάτου τοῦ μὴ ἔχοντος ἐκεῖνον τὸν σκοπὸν μήτε οὕτως ἀγωνιῶντος καὶ μεριμνῶντος καὶ σπουδάζοντος πολὺ πλέον ἐξ ἅπαντος ἔργον ποιεῖ διὰ τὴν πολλὴν καὶ ἄπαυστον σπουδὴν καὶ διὰ τὴν μέριμναν καὶ τὸν ἀγῶνα καὶ τὸ μὴ χαυνωθῆναι ὅλως· οὕτως οἱ προειρημένοι εἰς τὸν τέλειον τῆς οὐρανίου κλήσεως σκοπὸν ἀποβλέποντες καὶ κατὰ τὰς θεοπνεύστους γραφὰς πιστεύοντες καὶ ἀγωνιζόμενοι εἰς τὸ ἀγαθόν, ὅση δύναμις αὐτοῖς, κρείττους καὶ μείζους εἰσὶν ἐξ ἅπαντος ἐν τῇ γνώσει καὶ πίστει καὶ ἔργοις ἐκείνων τῶν εἰς τὴν κλῆσιν τῆς τελειότητος καὶ ἐλευθερίας καὶ ἀπαθείας φθάσαι μὴ πιστευόντων μηδὲ ἐπιτηδευόντων, ἀλλὰ τῷ ἰδίῳ θελήματι μόνῳ πληροφορουμένων καὶ οἰήσει τὴν προκοπὴν ἐχόντων· οὐκ ἀποβλέποντες γὰρ εἰς τὸν ἄκρον τῶν εὐαγγελικῶν λόγων τῆς μακαρίας κλήσεως σκοπὸν ἑαυτοὺς μηδὲν εἶναι ἡγεῖσθαι ἀκμὴν οὐ δύνανται, συντετριμμένην καρδίαν οὐκ ἔχοντες μηδὲ πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ ὅλῃ ἰσχύϊ καὶ προθυμίᾳ καὶ πόνῳ καὶ ἀγῶνι τρέχειν οὐ δυνάμενοι, τὴν ἀρχὴν μὴ πιστεύοντες τοῖς τῶν ἁγίων ἐντολῶν καὶ 297 εὐαγγελικῶν λόγων ἱεροῖς παραγγέλμασιν, ἵνα διὰ τῆς πίστεως καὶ σπουδῆς ἀγαθῆς τὴν πνευματικὴν προκοπὴν λαμβάνοντες τῶν αἰωνίων ἀγαθῶν ἄξιοι γένωνται. Πρὸς πᾶσι δὲ τοῖς προειρημένοις καὶ τοῦτο ἁρμοζόντως ῥηθήσεται· εἰ μὲν τῇ ἑαυτῶν δυνάμει ἐπερειδόμενοι καὶ τῇ ἰδίᾳ ἰσχύϊ ἢ συνέσει ἢ δικαιώμασι πεποιθότες τὴν τῶν παθῶν ἐνέργειαν ἀναιρεῖν καὶ ἐκριζοῦν ἐπηγγελλόμεθα, ὅπερ ἀνθρωπίνῃ φύσει ἐστὶν ἀδύνατον, καλῶς ἂν ἕκαστος καθ' ἡμῶν εἶχε λέγειν ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονούντων καὶ τὰ ὑπὲρ ἀνθρωπίνην φύσιν ἐπαγγελλομένων· εἰ δὲ τῷ λόγῳ τοῦ θεοῦ ἐξακολουθοῦντες καὶ τῇ συνέσει τῶν ἁγίων γραφῶν συνεθισθέντες καὶ τῇ δυνάμει τοῦ θεοῦ πεποιθότες ὁμολογοῦμεν καὶ πιστεύομεν, ὅτι τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ πάντα δυνατὰ τυγχάνει, τί ἄπιστον κρίνετε, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει, καθὼς ἐν ταῖς Πράξεσιν εἴρηται; εἰ γὰρ νεκροὺς ἐγείρει, καὶ πάθη κακίας τῶν ἄκρως ἐν πάσαις ἀρεταῖς ἀγωνιζομένων καὶ εἰλικρινῶς καὶ ὁλοκλήρως πιστευόντων ἐκριζοῦν οὐκ ἀδυνατεῖ· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ. πᾶν γὰρ ἐπαγγελθὲν ἐν ταῖς θείαις γραφαῖς ὑπὸ τοῦ πνεύματος ῥῆμα οὐ παραλογισθήσεται κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι, καὶ ἀλλαχοῦ· Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. ἀνθρωπίνῃ μὲν γὰρ ἰσχύϊ δι' ἀκροτάτης ἀσκήσεως καὶ σπουδῆς καὶ ἀγῶνος ἀνακόπτεσθαι εἰς τὸ μὴ ἐξεργάζεσθαι πάθη μιαρὰ τὰ συνόντα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ δυνατόν· ἐκκόπτεσθαι δὲ καὶ ἐκριζοῦσθαι παντελῶς τὰ ἐπισπαρέντα τῇ τῶν ἀνθρώπων φύσει ὑπὸ τοῦ ἐχθροῦ τῶν παθῶν ζιζάνια τοῖς ἀληθῶς 298 πιστεύουσι τῇ τοῦ θεοῦ δυνάμει μόνον δυνατόν. Ἰδοὺ γάρ, φησίν, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀλλὰ καὶ τὸ Ὁ θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει καὶ τὰ τούτοις ὅμοια τὰ προειρημένα ὑπὸ τοῦ πνεύματος ῥήματα τὴν τῶν παθῶν παντελῆ ἀπολύτρωσιν τοῖς διὰ πίστεως καὶ ἀγῶνος ὁλοτελῶς ἑαυτοὺς τῷ θεῷ ἀφιερώσασιν ἐπαγγέλλεται. Τοὺς γὰρ ἀδύνατον ἡγουμένους τὴν κατόρθωσιν ταύτην διὰ τοῦ πνεύματος ἐν ἀνθρώποις γίνεσθαι, ἥτις ἐστὶν ἡ ὄντως καινὴ κτίσις τῆς καθαρᾶς καρδίας, διαρρήδην ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ὁ ἀπόστολος ἀποδείκνυσιν ὁμοίους εἶναι τοῖς διὰ ἀπιστίαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν μὴ καταξιωθεῖσι, διὰ τοῦτο τῶν κώλων αὐτῶν ἐν τῇ ἐρήμῳ πεπτωκότων· ὅπερ γὰρ ἐκεῖ ἐπαγγελίας γῆ καὶ ἑπτὰ ἐθνῶν καθαίρεσις εἰς τὸ προφανές, τοῦτο ἐνταῦθα παθῶν ἀπολύτρωσις καὶ ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου κατὰ τὸ κρυπτόν, ὅπερ ὁ ἀπόστολος τέλος πάσης ἐντολῆς εἶναι ἀπέδειξεν· ἥτις ἐστὶν ἡ ὄντως ἀληθινὴ τῆς ἐπαγγελίας γῆ, δι' ἣν καὶ πάντα ἐκεῖνα διὰ Μωυσέως τυπικῶς ὑποδείκνυται. εἰ γὰρ καὶ τῶν ἀκροτάτων τοῦ χριστιανισμοῦ μέτρων οὐκ ἐφηψάμεθα διὰ τὴν ἡμετέραν χαύνωσιν ἢ ἀμέλειαν, ἀλλ' οὖν γε τὴν τοῦ θεοῦ ἄμετρον εἰς ἀνθρώπους ἀγαθότητα διὰ τῶν ἐπηγγελμένων ὑπὸ τοῦ πνεύματος ῥημάτων ὁμολογεῖν ἡμᾶς καὶ κηρύσσειν ὡς εὐγνώμονας δούλους χρὴ καὶ ἀληθῆ καὶ βέβαια καὶ πιστὰ ἡγεῖσθαι τὰ ἐπαγγελθέντα τοῖς ὁλοτελῶς ἑαυτοὺς τῷ θεῷ ἐκδεδωκόσιν· 299 ἵνα κἂν διὰ νωθρείαν προαιρέσεως ἢ ἀσθενείας παντελῶς ἑαυτοὺς τῷ θεῷ μὲν ἀφιερώσαντες τῶν μεγάλων καὶ τελείων τοῦ χριστιανισμοῦ μέτρων ἐπὶ πολὺ τύχωμεν ἐλαττούμενοι, ἀλλ' ὅμως κἂν ἐλέους τινὸς διὰ τὴν πίστιν τοῦ ὀρθοῦ φρονήματος τυχεῖν δυνηθῶμεν καὶ μὴ ὡς ἀντιταξάμενοι τοῖς διδάγμασι τοῦ πνεύματος καὶ ἀπειθεῖς εὑρεθέντες ἐκτὸς τῆς αἰωνίου ζωῆς γενώμεθα. Ἐπιστηρίζων γὰρ ὁ μακάριος Παῦλος καὶ ἀσφαλιζόμενος τοὺς αὐτοῦ μαθητάς, ἵνα μὴ ἐν τοιούτῳ φρονήματι εὑρεθῇ τις αὐτῶν, φησί· Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· τὸ δὲ ἀποστῆναι οὐχὶ τὸ ἀρνήσασθαι τὸ ὄνομα ἐγνώρισεν, ἀλλὰ τὸ ἀπιστῆσαι ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπέδειξεν, ὅθεν ἀλληγορῶν εἰς τὴν τῶν Χριστιανῶν ἀλήθειαν τὰ τυπικὰ τῶν Ἰουδαίων καὶ ὑποδεικνὺς τὴν ἐκείνων ἀπείθειαν πρὸς τὴν ἡμετέραν ἀσφάλειαν ἐπιφέρει λέγων· Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως. τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτάνουσιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ εἰσῆλθον διὰ ἀπιστίαν· καὶ ἐπάγει· Βλέπετε μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γὰρ ἐσμὲν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι· ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συνεδρασμένους τῇ πίστει τοῖς ἀκούσασιν· εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Χριστιανῶν γὰρ ἀληθινῶν κατάπαυσις ἡ τῶν παθῶν τῆς ἁμαρτίας ἀπολύτρωσις καὶ ἡ τοῦ ἁγίου πνεύματος πληρεστάτη ἐν καθαρᾷ καρδίᾳ 300 καὶ ἐνεργὴς ἐνοίκησις. διὸ προβὰς ἐπιφέρει· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν· τουτέστιν ἀγωνιζόμενοι ἐν πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, πιστεύοντες τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τελείως καταξιοῦσθαι· καὶ Ἵνα μὴ ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ τις τῆς ἀπειθείας. διὸ παραθαρρύνων καὶ εἰς πίστιν ἀναζωπυρῶν τὰς προαιρέσεις αὐτῶν φησι· Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν, καὶ πάλιν· Προσερχώμεθα οὖν μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι ἤτοι κεκαθαρμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ πάλιν· Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Ἰησοῦ καθαρίσει τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ τὰς λοιπὰς δὲ ἀναλεξάμενοι ἐκ τῶν ἁγίων γραφῶν μαρτυρίας εὕροιτε ἂν παμπόλλας τούτῳ τῷ σκοπῷ εἰρημένας. Ἀποδέδεικται τοίνυν ἐκ πάντων πλουσίως τοῖς εὐγνωμόνως τοῖς λόγοις τοῦ πνεύματος πειθομένοις, ὅτι χρὴ τὸν ἐν ἀληθείᾳ προσεληλυθότα θεῷ, ἐν ὅλῃ καρδίᾳ πιστεύοντα ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ πάσῃ δυνάμει ἐν ταῖς ἐντολαῖς αὐτοῦ ἀγωνιζόμενον καὶ ἡμέραν ἐξ ἡμέρας τὸν νοῦν ἀνακαινούμενον, προκοπῆς πνευματικῆς χάριν αἰσθέσθαι ἐν ἑαυτῷ· ἵν' οὕτως καταντῆσαι δυνηθῶμεν εἰς τὴν ἀληθινὴν τοῦ τελείου ἁγιασμοῦ κατάπαυσιν, τουτέστι φθάσαι εἰς τὴν τελείαν ἀγάπην τῆς υἱοθεσίας τοῦ προσκυνητοῦ πνεύματος, δι' οὗ καὶ τὴν παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι δυνάμεθα· καὶ οὕτως ψυχῇ καὶ σώματι ὁλοτελῶς ἀπεντεῦθεν ἁγιασθέντες καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες καὶ τὸν ἐπουράνιον τῆς τελείας χάριτος θησαυρὸν ἐν τοῖς ὀστρακίνοις ἡμῶν τοῦ σώματος σκεύεσιν ἐν πάσῃ πληροφορίᾳ ἐντεῦθεν κομισάμενοι καὶ θεοῦ οἰκητή301 ριον καθαρὸν γενόμενοι, ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῆς βασιλείας τελείως Χριστῷ συνδοξασθέντες καὶ σύμμορφοι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθέντες γενέσθαι σὺν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ ἀναπαυσώμεθα εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων ἀμήν.