Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae 7
Macarius of Egypt7 51 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1.1
Μακάριος τοῖς ἀγαπητοῖς καὶ ὁμοψύχοις ἀδελφοῖς ἐν Κυρίῳ. εἰρήνη ὑμῖν ὑπερεκπερισσοῦ ἀπὸ Κυρίου πληθυνθείη, εἰρήνη ἡ ἐπου ράνιος ἡ ἀνατείλασα τῷ κόσμῳ τὸ φῶς· ἣν ἐκήρυξαν προφῆται καὶ ἐλάλησαν δίκαιοι καὶ εὐηγγελίσαντο ἄγγελοι. εἰρήνη ἐκείνη, ἣν ἐδέ ξατο Μαρία, καὶ ἐγέννησε σωτῆρα κόσμου· τὸν κατελθόντα πρὸς τοὺς νεκρούς, καὶ διαρρήξαντα τὰς πέτρας, καὶ ἀνοίξαντα τὰ μνημεῖα, καὶ ζωοποιήσαντα τοὺς νεκρούς, καὶ ἐξαγαγόντα τοὺς ἐγκεκλεισμένους, καὶ λύσαντα τοὺς πεπεδημένους, καὶ ἐλευθερώσαντα τοὺς δεδουλωμένους, καὶ διαρρήξαντα τὸ χειρόγραφον τῆς κατακρίσεως Ἀδάμ, καὶ γρά ψαντα νόμον ἐπουράνιον ἐν ταῖς ψυχαῖς, καὶ συμμίξαντα τὴν θεότητα τῇ ἀνθρωπότητι, καὶ ἐλευθερώσαντα τὴν κτίσιν, καὶ ἀποκτείναντα τὴν ἁμαρτίαν, καὶ ἄραντα τὴν κατάραν ἀπὸ τῆς γῆς, καὶ διαρρήξαντα τὸν φραγμὸν τῆς ἔχθρας, καὶ ἀναστήσαντα ἐκ τοῦ χοὸς τὸ κατακριθὲν σῶμα τοῦ Ἀδάμ, καὶ εἰσαγαγόντα αὐτὸν ἐν τῷ παραδείσῳ τῆς ἐπαγγε λίας, καὶ ποιήσαντα περιπατῆσαι ἐν καινῇ ζωῇ τῇ μὴ ἀποθνησκούσῃ πάλιν, ἵνα γενώμεθα αὐτοῦ ἀδελφοί, καὶ γεννήσῃ ἡμᾶς ἐκ τοῦ πατρὸς αὐτοῦ. οὗ ἤκουσαν στεῖραι, καὶ ἐσκίρτησαν ἐν ἀγαλλιάσει τὰ ἔμβρυα αὐτῶν· ὦτα κωφῶν ἠνοίχθη, καὶ μογιλάλων γλῶσσα ἐλύθη· χωλοὶ περιεπάτησαν· παραλυτικοὶ ἰάθησαν, καὶ ἔλαβον τὰ κλινίδια αὐτῶν. ὃν εἶδεν ἡ ἁμαρτωλὸς καὶ προσεκύνησε, καὶ ἀνεπλήρωσε τὰ ὀφειλήματα αὐτῆς τοῖς φιλήμασι τῶν ποδῶν αὐτοῦ· ὃν ἰδὼν Ζακχαῖος ἐδέξατο ζωὴν ἐν τῷ οἴκῳ αὐτοῦ· ὃν εἶδον τὰ ὕδατα καὶ μετεβλήθη εἰς οἶνον, καὶ ὀλίγοι ἄρτοι ὑπερεπερίσσευσαν· ὃς ἔδωκεν ἴασιν ἐκ τοῦ κρασπέδου αὐτοῦ τῇ αἱμορροούσῃ καὶ ἐρρύσθη ἐκ τῆς πηγῆς τοῦ αἵματος τῆς ῥύσεως αὐτῆς· ὁ περιπατήσας ἐπὶ κυμάτων θαλάσσης, καὶ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ ἡσύχασε, καὶ τοὺς ἰχθύας συγκλείσας ἐν τῇ σαγήνῃ, καὶ πάλιν ἐξ ἰχ θύος ἑτέρου στατῆρα ἐνεγκών· ὃν εἶδον οἱ ἁμαρτωλοί, καὶ ἐδικαιώθησαν, καὶ πόρναι γεγόνασι σώφρονες, καὶ παρθένοι κατέλιπον τοὺς ὁρμα στοὺς αὐτῶν, καὶ ὕπανδροι ἀνεχώρησαν τῶν συζύγων αὐτῶν, καὶ νυμ φίοι καὶ νύμφαι κατήργησαν τοὺς γάμους αὐτῶν, καὶ βασιλεῖς λαβόντες τὰ διαδήματα, ἦλθον εἰς προσκύνησιν αὐτοῦ, καὶ δικασταὶ κατέλιπον τὰ δικαστήρια αὐτῶν, καὶ σοφοὶ κατεπάτησαν τὴν σοφίαν αὐτῶν, καὶ ἰατροὶ ἔρριψαν τὰ φάρμακα αὐτῶν, καὶ πλούσιοι ἀφῆκαν τὸν πλοῦτον αὐτῶν, καὶ ἔμποροι κατέλιπον τὰς ἐνθήκας αὐτῶν· ὃν εἶδον ἄφρονες καὶ γεγόνασι συνετοί, καὶ ἰδιῶται γεγόνασι γραμματεῖς, καὶ ἁλιεῖς γεγόνασι κήρυκες, καὶ οἱ μὴ ἔχοντες λόγον ἐλάλησαν πάσῃ γλώσσῃ. εἰρήνη ἐκείνη, ἡ δεξαμένη τὸ δῶρον τοῦ Ἄβελ, καὶ μεταστήσασα τὸν Ἐνὼχ τοῦ μὴ γεύσασθαι θανάτου, καὶ τὸν Νῶε σκεπάσασα ἐν τῇ κιβωτῷ. ὁ πληθύνας τὰς εὐλογίας τοῦ Ἁβραάμ, καὶ τὸν Ἰσαὰκ κληρονόμον καταστήσας τῆς ἐπαγγελίας, ἐξ οὗ σπέρματος ἐγεννήθη ὁ σωτὴρ τῶν αἰώνων· ὁ ἐκλεξάμενος τὸν Ἰακὼβ ἐκ μήτρας, τοῦ δέξασθαι τὰς εὐλογίας τῶν πρωτοτόκων· ὁ γενόμενος μετὰ Ἰωσὴφ ἐν γῇ ἀλλοτρίᾳ καὶ λαβὼν τὸν ζυγὸν τῆς δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐτῷ ἐξουσίαν ὑποτάσσειν πάντα τὰ κτίσματα, καὶ τὴν θάλασσαν ποιήσας δραμεῖν ἔμπροσθεν αὐτοῦ· ὁ ἐνδυναμώσας Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ νικητὴν ποιήσας ἐν πάσαις ταῖς συμβολαῖς τῶν πολέμων· ὁ ἐκλεξάμενος τὸν Σαμουὴλ εἰς ἱερέα, καὶ τὸν Δαβὶδ χρίσας ὀπίσω ποιμνίων· ὁ ἐξ ὀλίγου ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ἐλαίου ὀλίγου ἐν τῷ καψάκῃ τῆς χήρας, ποιήσας πηγὴν πλησμονῆς εἰς ἔτη τρία καὶ μῆνας ἕξ. ὁ ἀποστείλας ἵππους καὶ ἅρμα πυρὸς πρὸς Ἠλίαν καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν οὐρανόν, καὶ χαρισάμενος Ἐλισσαίῳ πνεῦμα διπλοῦν καθὼς ᾐτήσατο· ὁ κελεύσας ξύλῳ ποιῆσαι θαυμάσια ἐν Αἰγύπτῳ, καὶ ῥάβδῳ ξηρᾷ τοῦ Ἀαρὼν ποιῆσαι καρπόν. εἰρήνη ἐκείνη, ἡ ἐνδυναμώσασα τὸν Ἰὼβ ἐν τοῖς πειρασμοῖς, καὶ ἐξαγαγοῦσα τὸν Λὼτ ἐκ τοῦ κατακλυσμοῦ τοῦ πυρός. ὁ γενόμενος μετὰ τῶν πατέρων πάντων, ᾧ καὶ πιστεύσαντες καὶ ὃν ἀγαπήσαντες ἐξῆλθον ὀπίσω αὐτοῦ ὑπομεί ναντες ὀνείδη καὶ θλίψεις· καὶ ἐγένοντο ξένοι καὶ πτωχοί, καὶ πάροικοι καὶ δεδιωγμένοι, ἐξουδενώσαντες τὸν κόσμον, καταφρονήσαντες τοῦ θανάτου, καὶ ἀρνησάμενοι ἑαυτούς· καὶ ἐπειράσθησαν παντὶ πειρασμῷ, καὶ ἐβλήθησαν εἰς θηρία, καὶ γεγόνασι θέατρον τῷ κόσμῳ· καὶ διελ θόντες διὰ πυρὸς καὶ ὕδατος ἐξῆλθον εἰς ἀναψυχήν.
51.2.1
ταῦτα δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ ἀγαπητοί, ἵνα γνῶτε ὡς ἀφ' ἧς ἡμέρας ἐκτίσθη ὁ Ἀδὰμ ἐπὶ τῆς γῆς καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐχ ἡσυχάζει ὁ πονηρὸς ποιεῖν πόλεμον μετὰ τῶν ἁγίων. ἐν αὐτῷ γὰρ τῷ σώματι ᾧ ἐσμὲν ἐνδεδυμένοι, λοιπὸν μετὰ τὴν παράβασιν τοῦ πρω τοπλάστου, οἰκεῖ καὶ ἀναστρέφεται μεθ' ἡμῶν πονηρῶς καὶ δολίως ἐν ταῖς πανουργίαις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτοῦ. ὅσοι δέ εἰσι νήπιοι καὶ ἀγύμναστοι τῶν πολέμων αὐτοῦ περισσοτέρως τραυματίζονται ὑπ' αὐτοῦ διὰ τὴν ἁπλότητα τῆς νηπιότητος αὐτῶν· ἐφ' ὅσον δὲ τὸν Κύριον ἐν ἀληθείᾳ ζητοῦσιν οὐ πίπτουσι· γέγραπται γὰρ Φυλάσσων τὰ νήπια ὁ Κύριος· ὅπλον γὰρ οὐράνιον οἱ Χριστιανοὶ ἐνδεδυμένοι ἐν αὐτῷ ποιοῦσι πόλεμον, ὡς εἷς πρὸς ἕνα, κρυπτῶς, ἐν ταῖς ἑαυτῶν ψυχαῖς. καὶ οἱ μὲν ἄνθρωποι κατέναντι ἀλλήλων πολεμοῦντες καιροὺς ἔχουσιν ἐν οἷς πολεμοῦσι, καὶ μετὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἕκασ τος αὐτῶν ἀναπαύεται καὶ καθέζεται ἐν τῇ πατρίδι αὐτοῦ μεθ' ἡσυχίας καὶ εἰρήνης· ὅσοι δὲ μετὰ τοῦ Σατανᾶ πόλεμον ποιοῦσι, νυκτὸς καὶ ἡμέρας οἱ τοιοῦτοι ἐν ἀγῶνι στήκουσιν· ἐν ἑνὶ γὰρ οἴκῳ, ὅς ἐστι τὸ σῶμα, κατέλυσε ψυχὴ ἀνθρώπου καὶ ὁ Σατανᾶς, πρὸς ὃν πολεμεῖ· ἐκεῖ οἰκεῖ ἐν αὐτῷ καὶ ἀναστρέφεται, καὶ διὰ τοῦτο ἐγγύτερός ἐστι τῆς ψυχῆς πᾶσαν ὥραν· διὰ τοῦτο οὐχ ἡσυχάζουσιν οὔτε ἀναπαύονται, ἕως οὗ ἐνδύσωνται ὅπλον καὶ δύναμιν ἐξ ὕψους, ἐπειδὴ ἐπίστευσαν καὶ ἔγνωσαν διὰ τοῦ θεοῦ, ὅτι ἐστὶ μετ' αὐτῶν ὁ φονεὺς τῆς ἀνθρωπότητος· καὶ εἰς αὐτοὺς τοὺς πολέμους αὐτῶν ἥδονται, ἐν οἷς ἔγνωσαν ὅτι τὸν θεὸν ἀγα πῶσι, καὶ μετὰ τοῦ Σατανᾶ πολεμοῦσι σὺν τῇ δυνάμει τοῦ θεοῦ. ὀλίγοι δέ εἰσι καὶ σπάνιοι οἱ εἰδότες ὅτι ἐστὶ μετ' αὐτῶν ὁ ἀφανιστὴς τῶν ψυχῶν· διὰ τοῦτο ἐν θλίψει εἰσί, καὶ οὐκ ἔστιν ἐπὶ γῆς ὃς παρακαλέσει αὐτούς, ἐπειδὴ προσέχουσι καὶ προσδοκῶσιν ἐκ τοῦ οὐρανοῦ, ἵνα δέξων ταί τι ἐν αὐτοῖς, καὶ ἐν ἐκείνῃ τῇ δυνάμει καὶ τῷ ὅπλῳ τοῦ πνεύματος νικῶσιν. ἐξ οὐρανοῦ γάρ ἐστιν ἣν δέχονται δύναμιν, μὴ φαινομένην ὀφθαλμοῖς σαρκός· ὅσον γὰρ τὸν θεὸν ζητοῦσιν ἐξ ὅλης καρδίας, δύναμις θεοῦ κρυπτῶς πᾶσαν ὥραν βοηθεῖ αὐτοῖς· εἰ δὲ καὶ πειράζονται ὑπὸ τοῦ Σατανᾶ διὰ τὴν ἀσθένειαν αὐτῶν, ἀλλ' οὐκ ἐγκαταλιμπάνει αὐτοὺς ὁ Κύριος ἐπὶ πολὺ ἐμποδισθῆναι καὶ ἐπὶ πλεῖον πειρασθῆναι· αὐτοὶ δὲ οἱ πόλεμοι διδάσκουσιν αὐτοὺς γνῶναι τί ἐστιν ὁ Σατανᾶς, καὶ πῶς φθείρει τοὺς ἀνθρώπους· καὶ αὐτὰ τὰ πάθη τῶν πολέμων διδάσκουσιν αὐτοὺς ἐγγίζειν πρὸς τὸν θεὸν τὸν σωτῆρα τοῦ κόσμου· καὶ ἐπὰν γνῶσι τὴν ἀσθένειαν ἑαυτῶν, μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς πόδας αὐτῶν ὁ ἐχθρὸς τῶν ψυχῶν. δι' ὧν ὅπλων καταλύεται τὰ τείχη τῆς ἁμαρτίας τὰ κυκλώσαντα τὴν ψυχήν, καὶ ψυχαὶ αἱ ἐγκεκλεισμέναι εἰς σκότος εἰς φῶς ἐξέρχονται, καὶ πρὸς τὸν πατέρα αὐτῶν τὸν οὐράνιον ἐγγίζουσι, καὶ κάλλος ὡραιό τητος θεϊκὸν ἐνδύονται, καὶ δόξαν καὶ δύναμιν περιζώννυνται, καὶ πάντα τὰ ἐπιτηδεύματα τοῦ πονηροῦ πνεύματος μανθάνουσιν, ὥς φησιν ὁ ἀπό στολος Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, καὶ μετὰ τοῦ πνεύματος τοῦ ἁγίου συμμίγνυνται, καὶ τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς ποιοῦσι.
51.3.1
γινώσκετε οὖν, ἀδελφοὶ ἀγαπητοί, ὅτι ὅσοι ἑτοιμάζουσι τὰς ἑαυτῶν ψυχὰς γενέσθαι γῆν τοῦ οὐρανίου σπόρου, ἐκεῖ ὁ ἐχθρὸς σπεύδει σπεῖραι τὰ ζιζάνια αὐτοῦ· διὸ καὶ ἐπειράσθητε ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀκηκοότες ἐλυπήθημεν ἐπὶ πολύ. καὶ τοῦτο δὲ ἴστε· ὡς εἰ μή τινες ἐξ ὅλης καρδίας ζητήσουσι τὸν Κύριον, οὐ πειράζονται ὑπὸ τοῦ Σατανᾶ φανερῶς, ἀλλὰ κρυπτῶς καὶ δολίως διὰ τῆς ἀπάτης αὐτοῦ ἐξαφανίζει τὰς ψυχὰς τῶν ἀνθρώπων, φθείρων καὶ ἀπαλλοτριῶν ἀπὸ θεοῦ· καὶ τὰ νῦν, ἀδελφοὶ, θαρσεῖτε καὶ μὴ δειλιάσητε ἐν μηδενί, καὶ μὴ πτύρεσθε ἐν ταῖς φαντασίαις τοῦ ἀλλοτρίου, καὶ ἐν τῇ προσευχῇ μὴ γίνεσθε συγκε χυμένοι ἐν πλείοσι καὶ ἀπρεπέσι κραυγαῖς, ἔσεσθε δὲ ἐκδεχόμενοι τὴν χάριν τοῦ Κυρίου ἐν πόνῳ ψυχῆς καὶ πείνῃ νοός· οὐ γὰρ πρὸς ὑμᾶς μόνον τοιαῦτα γεγόνασιν, ἀλλὰ καὶ ἐνταῦθα ὅμοια γεγόνασι πρός τινας· ταῦτα δὲ συμβέβηκεν ἐν τῷ πρώτῳ καιρῷ· ὅτε γὰρ ἤρξαντο προσ καρτερεῖν ἐν προσευχαῖς, ἐν πειρασμοῖς ἐκλυδωνίσθησαν διὰ τὸ ἀγυ μνάστους αὐτοὺς εἶναι, καὶ διὰ τὴν νηπιότητα αὐτῶν συνεχύθησαν. τὸ λοιπὸν, ἀδελφοί, θαρσεῖτε καὶ παρακαλεῖσθε καὶ ἐκδέχεσθε, μεριμνῶντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν, σπουδάζοντες προσκαρτερεῖν τῇ προσευχῇ, καὶ μὴ ἐκκακήσῃ ὁ νοῦς ὑμῶν, γέγραπται γὰρ Ὑπομονῆς χρείαν ἔχετε, ἵνα ποιήσαντες τὸ θέλημα τοῦ θεοῦ κομίσησθε τὰς ἐπαγγελίας. καὶ ὁ Κύριος εἶπεν Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν, ἀμὴν λέγω ὑμῖν, πᾶν ὃ ἐὰν αἰτήσωνται, λήψονται· ὅσοι γὰρ ἐν ἀληθείᾳ τὸν θεὸν ζητοῦσι, δύναμιν θεϊκὴν δέχονται ἐν ταῖς ψυχαῖς, καὶ οἱ τοιοῦτοι τῷ οὐρανίῳ χρίσματι προσεγγίζοντες αἰσθάνονται ἐν ἑαυτοῖς τῆς γεύσεως καὶ γλυκύτητος τοῦ μέλλοντος αἰῶνος· οἱ τοιοῦτοι μείζονές εἰσι πάντων ἀνθρώπων τῶν κατοικούντων ἐπὶ τῆς γῆς. ἡ εἰρήνη τοῦ Κυρίου ἡ γενομένη μετὰ πάντων τῶν ἁγίων πατέρων καὶ φυλάξασα αὐτοὺς ἀπὸ παντὸς πειρασμοῦ, αὕτη ἔσται μεθ' ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ἀμήν.

Intertext edge

Open linked passage

Note