Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae 7
Macarius of Egypt7 52 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1.1
Ὁ λόγος τοῦ θεοῦ ἔργον ἀληθείας ἐπιζητεῖ. εἶτά ἐστιν ἀνθρώπῳ τὸ λέγειν, τὸ ἀκούειν, καὶ τὸ ποιεῖν· διὰ τοῦτο γὰρ ἀκούει τις τοῦ λέγοντος, ἵνα τῆς ἀκοῆς τὸ ἔργον ἐκτελέσῃ. ταύτῃ τῇ ἡμέρᾳ ὁ Κύριος ἐγεννήθη, ἡ ζωὴ καὶ ἡ σωτηρία τῶν ἀνθρώπων· σήμερον γέγονε καταλλαγὴ θεό τητος πρὸς ἀνθρωπότητα καὶ ἀνθρωπότητος πρὸς θεότητα· σήμερον ἐσκίρτησε πᾶσα ἡ κτίσις· οἱ ἄνωθεν ἀπέστειλαν πρὸς τοὺς κάτω καὶ οἱ κάτω πρὸς τοὺς ἄνω· σήμερον τοῦ σκότους θάνατος γέγονε καὶ τοῦ ἀνθρώπου ζωή· σήμερον ὁδὸς γέγονε πρὸς θεὸν τοῖς ἀνθρώποις καὶ θεοῦ ὁδὸς εἰς τὴν ψυχήν· τὸ πρὶν γὰρ ἔλεγεν ὁ προφήτης Ὁδοὶ Σιὼν πεν θοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν, τῆς ψυχῆς τὴν ἐρήμωσιν καὶ τὸν ἀφανισμὸν αἰνισσόμενος, οὔτε γὰρ ὁδὸς θεοῦ εἰς ψυχὴν καὶ ἀνθρώπου διάνοιαν ἦν οὔτε ψυχὴ εἰς θεὸν περιεπάτει· σήμερον ἀγαλλιᾶται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἡ γῆ τῆς ψυχῆς δεχομένη ὄμβρον ἐξ οὐρα νοῦ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερον βασιλεύει τῶν ἐχθρῶν αὐτοῦ, Δεῖ γὰρ αὐτόν, φησί, βασιλεύειν· σήμερον Ἐστερέωσε τὴν οἰκουμένην, τὴν πρὶν ἔρημον ψυχὴν καὶ σαλευομένην καὶ τρέμουσαν, ἐν φόβῳ καὶ δειλίᾳ τῆς ἁμαρτίας κατεχομένην, Ἐν γὰρ τῇ κατάρᾳ, φησί, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ἐπειδὴ γὰρ ὁ οἶκος αὐτῆς ἐν ἄμμῳ ᾠκοδόμητο, ἐν σάλῳ καὶ τρόμῳ ἦν· σήμερον εἰς τὴν ἀσάλευτον πέτραν τῆς θεότητος ἡ οἰκία τῆς ψυχῆς ᾠκοδομήθη. χαίρουσιν ἄγγελοι, οὐρανοί, ἀστέρες, ἥλιος, σελήνη, ἡ γῆ, καὶ πάντα τὰ ἐν αὐτῇ, ὄρη καὶ βουνοὶ σκιρτῶσιν· εἰ γὰρ ἐν τῷ ἐξέρχε σθαι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ συνέχαιρε πάντα τὰ κτίσματα, οὐρα νὸς σκέπων νέφει φωτὸς ἡμέρας, καὶ νυκτὸς ἐν στύλῳ πυρός, τὰ ὄρη ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀληθινοῦ Χριστοῦ γεννηθέντος σήμερον. καὶ γὰρ τὸ πρὶν πᾶσα ἡ κτίσις ἐβόησεν εἰς φθορὰν μετενεχθεῖσα, πεσόντος τοῦ Ἀδὰμ τοῦ ὄντος βασιλέως αὐτῶν, ὃν εἰκόνα θεοῦ ἰδίαν ὑπάρχοντα ἦλθεν ὁ Κύριος ἀνακαινίσαι καθὼς ἔδει καὶ ἀνακτίσαι· ἐπληρώθη ὁ χρόνος τῆς καταδίκης τοῦ ἀνθρώ που· ἐπληρώθησαν οἱ προκατηγγελμένοι ὑπὸ τῶν προφητῶν καιροί· νῦν ἀνακαλεῖται ἐκ τῆς αἰχμαλωσίας καὶ τῆς ἐξορίας, Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ἐπληρώθη ὁ χρόνος τῶν δεσμῶν καὶ τῆς φυλακῆς καὶ τῆς ἐν τῷ σκότει καταδίκης τοῦ Ἀδάμ. σήμερον αὐτῷ γέγονε λύτρωσις καὶ ἐλευθερία τῆς καταλλαγῆς, καὶ ἡ κοινωνία πρὸς τὸ πνεῦμα, καὶ ἡ συνάφεια πρὸς τὸν θεόν· σήμερον ἤρθη ἡ αἰσχύνη τοῦ προσώπου αὐτοῦ, καὶ ἐδόθη αὐτῷ παρρησία ἀνακεκαλυμμένῳ προσώπῳ ἐνορᾶν καὶ κιρνᾶσθαι τῷ πνεύματι· σήμερον ἀπολαμβάνει ἡ νύμφη τὸν ἑαυτῆς νυμφίον· σήμερον ἑνότης καὶ κοινωνία καὶ καταλλαγὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων γέγονε, θεὸς καὶ ἄνθρωπος.
52.2.1
ἔπρεπε γὰρ αὐτῷ ἐνδυσαμένῳ τὸ σῶμα ἐλθεῖν καὶ ἐπιστρέψαι καὶ καταλλάξαι τοὺς ἀνθρώπους τῷ ἰδίῳ Πατρί· ἄνοπλος ἐλθών, τὸ ὅπλον τοῦ ἀνθρώπου ἔλαβεν, ὅπερ ἐστὶ τὸ σῶμα, καὶ δι' αὐτοῦ ἐπολέμησε καὶ ἀπέκτεινε τὸν θάνατον· διὰ σώματος νεκροῦ ἐθανατώθη ὁ ἐχθρός· διὰ τοῦ ἰδίου ὅπλου κατέκρινεν ἐν τῷ σώματι τὴν ἁμαρτίαν· ὥσπερ γὰρ οἱ ἐχθροὶ ἐπερχόμενοι διὰ τῶν ἰδίων τῆς πόλεως ὅπλων καὶ μαγγάνων, λέγω δὴ τῶν βαλλίστρων ἢ ἄλλων τινῶν, σπουδάζουσι καθελεῖν τὰ τείχη, οὕτως καὶ ὁ ἐχθρὸς λαβὼν ὑποχείριον τὸν Ἀδάμ, ὥσπερ ὅπλῳ χρησάμενος τῷ αὐτοῦ σώματι, δι' αὐτοῦ ἐνεμήθη καὶ ᾐχμαλώτευσε πάντας τοὺς ἀνθρώπους· ὡσαύτως καὶ ὁ Κύριος, ὥσπερ ὅπλον λαβὼν τὸν ἄνθρωπον, δι' αὐτοῦ τὰ τείχη καὶ τὰ ὀχυρώματα τοῦ πονηροῦ καὶ πᾶσαν αὐτοῦ τὴν μηχανὴν καὶ τὴν πονηρὰν κατασκευὴν, ᾗ κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο, διέλυσε καὶ ἠφάνισε κατὰ τὸ εἰρημένον Ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται·
52.3.1
νεκρὰ γὰρ ἦν ἡ ἀνθρωπίνη φύσις τὸ πρὶν ἀπὸ θεοῦ, ἄκαρπος· στεῖρα καὶ ἄγονος ἡ ψυχή. νῦν ἐξ οὐρανοῦ σπέρμα ἐδέξατο, ἵνα δυνηθῇ καρποὺς τοῦ πνεύματος ἐνεγκεῖν. ὁ Ἀδὰμ εἷς ἦν, καὶ ἐξ αὐτοῦ ἡ γυνή, καὶ εἰ μὴ συνήφθη Ἀδὰμ τῇ γυναικὶ αὐτοῦ, καρποὺς οὐκ ἐποίει· οὕτως ἐὰν μὴ συναφθῇ ἡ ψυχὴ καὶ κοινωνήσῃ τῷ Χριστῷ, καρποὺς τοῦ πνεύμα τος ἐνεγκεῖν οὐ δύναται. τὸ σπέρμα γὰρ τὸ θεϊκὸν ὁ λόγος, ὁ πεσὼν εἰς τὴν θεοτόκον Μαρίαν, εἰς πάσας τὰς πιστευούσας ψυχὰς πίπτει, καὶ οὕτως γεννῶνται ἐκ τοῦ πνευματικοῦ γεννήματος τῆς σωτηρίας, καθώς φησι Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, καὶ οὕτως καρποφορεῖ ψυχὴ τῷ θεῷ. Ἡ γυνὴ γάρ, φησίν, ὅταν ὠδίνῃ, λύπην ἔχει· ἐπὰν δὲ γεννήσῃ, χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον· καὶ ἡ ψυχὴ λαβοῦσα τὸν ἐπου ράνιον σπόρον, ἕως ἂν ὠδίνῃ θλίψιν ἔχει, βασανιζομένη ὑπὸ ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμον.
52.4.1
καὶ ὥσπερ τὸ σῶμα λαβὼν ὁ Κύριος ἀνήνεγκε καὶ ἐκάθισεν ἄνω ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὕτως καὶ νῦν τὰς πιστευούσας ψυχὰς καὶ ἀξίας τοῦ θεοῦ μεθιστᾷ καὶ μεθίστησιν εἰς τὴν βασιλείαν αὐτοῦ, γεννήσας αὐτὰς ἄνωθεν ἐκ τοῦ ἰδίου πνεύματος, καθώς φησιν ὁ Κύριος Ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. οἱ γὰρ ἐν ἀληθείᾳ πιστοὶ καὶ ἐν τῇ γῇ μένοντες ἄνω ἐν τοῖς οὐρανοῖς δια κονοῦσι τῷ Κυρίῳ, καὶ αὐτὸς δὲ ἄνω καθεζόμενος εἰς τὸν θρόνον τῆς μεγαλωσύνης αὐτοῦ κάτω ταῖς τῶν ἁγίων ψυχαῖς ὡς ἐνθρόνοις ἐπανα παύεται· μέλη γὰρ καὶ σῶμα αὐτοῦ εἰσι, πᾶσα ἡ ἐκκλησία τῶν ἁγίων, αὐτὸς δὲ ἡ κεφαλὴ τῆς ἐκκλησίας τυγχάνει· ὥσπερ γὰρ μία ψυχὴ ἐν ὅλῳ τῷ σώματί ἐστι, καὶ ἕκαστον μέλος τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικεῖται, οὕτω πάντες οἱ ἅγιοι εἰς τὸ πνεῦμα τῆς θεότητος ζῶσι καὶ ὑπ' αὐτοῦ διοικοῦνται, καὶ ἕκαστον μέλος ζῇ ἐν τῇ ὑποστάσει καὶ τῇ θεϊκῇ ψυχῇ.
52.5.1
καὶ ὡς τὸ σῶμα ἐὰν ᾖ παρὰ χεῖρα ἢ παρὰ πόδα ἢ παρ' ὀφθαλμόν, ἐπίμωμός ἐστιν ὁ ἄνθρωπος, οὕτως καὶ ἡ ψυχὴ χωρὶς τῆς ἐπουρανίου ψυχῆς καὶ τοῦ θεϊκοῦ πνεύματος ἀτελὴς καὶ ἐπίμωμός ἐστιν, ἀπόβλητος τῆς βασιλείας τυγχάνουσα· Ἐὰν μή τις γάρ, φησί, γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. δύο γὰρ χεῖρες καὶ δύο πόδες καὶ δύο ὦτα τέλειος ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ δύο πτεροῖς τὸ ὄρνεον δύναται πετασθῆναι, ἑνὶ δὲ πτερῷ πετασθῆναι οὐ δύναται· ἀλλὰ καὶ δύο διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν, καὶ χωρὶς τῆς καινῆς ἡ μία ἀδύνατος ἦν· καὶ πάντα τὰ ζεύγη, δύο ὄντα, ἕν ἐστι, καὶ οὕτω τέλεια ἀποδείκνυνται. οὕτω καὶ τὸν ἀληθῆ χριστιανὸν εἶναι δεῖ· ὁ γὰρ Κύριος εὐδόκησεν αὐτὸν ἔχειν δύο ψυχάς, μίαν τὴν κτισθεῖσαν καὶ μίαν ἐπου ράνιον ἐκ τοῦ θεϊκοῦ πνεύματος, καὶ οὕτω δύνανται εἶναι τέλειοι καὶ χρήσιμοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἱπτάμενοι καὶ κουφιζόμενοι ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος.
52.6.1
ὥσπερ γὰρ ὁ οὐρανὸς ἀρρενικῶς ὀνομάζεται ἡ δὲ γῆ θηλυκῶς, οὕτω νυμφίος ὁ οὐράνιος Χριστός, καὶ νύμφη αὐτοῦ ἡ ὡραία ψυχὴ καὶ ἀπαθής· καὶ ἄνωθεν μὲν ὄμβρος ἐκ τοῦ θεοῦ κατέρχεται, αὕτη δὲ ὡς γῆ καλλίστη δεχομένη τοὺς καρποὺς τοῦ πνεύματος ἀποδίδωσιν· ὥσπερ γὰρ ἡ Εὔα χωρὶς τῆς τοῦ Ἀδὰμ συναφείας στεῖρα καὶ ἄκαρπος ἦν, οὕτω καὶ ψυχὴ χωρὶς τῆς τοῦ πνεύματος συναφείας καὶ συγκράσεως τοῦ ἐπου ρανίου νυμφίου Χριστοῦ χήρα καὶ ἄκαρπος καὶ στεῖρα τυγχάνει τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἀλλὰ καὶ ὁ ἐπουράνιος νυμφίος ἄνευ τῆς σπουδῆς τοῦ ἀνθρώπου καὶ τοῦ θελήματος οὔτε οἰκεῖ εἰς αὐτὸν οὔτε κιρνᾶται· ὥσπερ γὰρ οἶνος κιρνώμενος ὕδατι πόσιμος καὶ ἡδύς ἐστιν, οὕτω καὶ ἡ θεότης ἑαυτὴν κεράσασα τῇ ἀνθρωπότητι ἦλθεν ἵνα πάντας τοὺς θέλοντας καὶ πιστεύοντας κεράσῃ τῷ ἰδίῳ πνεύματι, καὶ οὕτως εἰς ἡδυτάτην καὶ εὔνοστον μεταβληθῶσι προαίρεσιν. ὥσπερ δὲ βαφὲν ἔριον ἐν πορφύρᾳ ἓν γέγονεν, οὕτω καὶ τελείως βαπτιζόμεναι ψυχαὶ τῷ πνεύματι πορφύρα πνευματικὴ ἀποτελοῦνται κατὰ τὸ γεγραμμένον Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν· ὥσπερ καὶ σῶμα τοῦ Κυρίου κερασθὲν τῇ θεότητι θεός ἐστιν· ὥσπερ δὲ σίδηρος βληθεὶς εἰς πῦρ πῦρ ἐστι, καὶ οὐδὲν δύναται αὐτοῦ ἅψασθαι ἢ ἐγγίσαι, ἐπεὶ ἀφανί ζεται καὶ ἀναλίσκεται, εἰ μὴ μόνον τὸ πῦρ μετὰ τοῦ πυρὸς ἢ ἄνθρακες πυρὸς μετὰ ἀνθράκων δύνανται εἶναι ἀβλαβεῖς, οὕτω καὶ πᾶσα ψυχὴ διὰ τοῦ πυρὸς τοῦ πνεύματος καθαρισθεῖσα καὶ πῦρ καὶ πνεῦμα γενομένη δύναται εἶναι μετὰ τοῦ ἀχράντου σώματος τοῦ Χριστοῦ. ψυχὴν δὲ ἀμύητον τούτου τοῦ πνεύματος ἀδύνατον ἐκεῖ προσεγγίσαι, ἢ ἀποβλέ ψαι εἰς τὴν θείαν ἐκείνην ἀστραπήν, καὶ ζῆν ἐν αὐτῇ. ἕκαστον γὰρ πρᾶγμα ἐκεῖ ἐστι καὶ ἐκεῖ ζῇ, ὅθεν ἐγεννήθη· τὰ ζῷα τὰ ἐν τῷ ὕδατι διὰ τὸ ἐκεῖ γεννηθῆναι ἐκεῖ ζῶσι· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπάνω ἐστὶν εἰς τὰ ὕψη τῆς θεότητος, ἐκεῖθεν γὰρ ἐγεννήθησαν.
52.7.1
ὥσπερ δὲ ἡνίοχος κατέχων τὰ λῶρα ἡνιοχεῖ καὶ ἄγει τὰ ζῷα ὡς οἶδε καὶ ὡς βούλεται, οὕτως καὶ ὁ Κύριος ἐν τοῖς ὑψίστοις ἡνιοχεῖ καὶ κυβερνᾷ τὰ κτίσματα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς αὐτὸς ἐπίσταται· αὐτὸς γάρ ἐστιν ἐν οὐρανοῖς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθεζόμενος, καὶ αὐτός ἐστι τὰ ἐπὶ τῆς γῆς διοικῶν καὶ πᾶσι τοῖς ἁγίοις συνὼν καὶ συνοι κῶν· αὐτός ἐστιν ἄνω, καὶ αὐτός ἐστι κάτω· αὐτός ἐστιν ὁ θεός, καὶ αὐτός ἐστιν ἄνθρωπος· αὐτός ἐστιν ὁ ζῶν, καὶ αὐτός ἐστιν ὁ ἀποθανών· αὐτός ἐστιν ὁ τῶν πάντων Κύριος, καὶ αὐτός ἐστιν ὁ τῶν πάντων δοῦλος· αὐτός ἐστι τὸ ἀρνίον, καὶ αὐτός ἐστιν ἡ θυσία· αὐτός ἐστιν ὁ μόσχος ὁ τυθείς, καὶ αὐτός ἐστιν ὁ θύων ἀρχιερεύς· αὐτός ἐστιν ὁ παθών, καὶ αὐτός ἐστιν ὁ ἀπαθής· αὐτός ἐστιν ὁ νυμφίος, καὶ αὐτός ἐστιν ἡ νύμφη. αὐτός ἐστιν ὁ νυμφών, καὶ αὐτός ἐστιν ὁ παστός· αὐτός ἐστιν ὁ παρά δεισος, καὶ αὐτός ἐστι τὸ ξύλον τῆς ζωῆς· αὐτός ἐστιν ἡ πόλις Ἱερουσα λήμ, καὶ αὐτός ἐστιν ὁ ναὸς καὶ τὰ ἅγια τῶν ἁγίων· αὐτός ἐστι τὸ πέλαγος, καὶ αὐτός ἐστιν ἡ οἰκουμένη· αὐτός ἐστιν ἡ τροφὴ τῶν ψυχῶν, καὶ αὐτός ἐστιν ὁ τῇ σωτηρίᾳ τούτων τρεφόμενος· αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, καὶ αὐτός ἐστι τὸ ὕδωρ τῆς ζωῆς· αὐτός ἐστιν ἡ ἄμπελος ἡ ἀλη θινή, καὶ αὐτός ἐστιν ὁ οἶνος τῆς εὐφροσύνης· αὐτός ἐστιν ὁ μαργαρίτης, καὶ αὐτός ἐστιν ὁ θησαυρός· αὐτός ἐστιν ἡ σαγήνη, καὶ αὐτός ἐστιν ὁ πολεμιστής· αὐτός ἐστι τὸ ὅπλον, καὶ αὐτός ἐστιν ὁ νικῶν· αὐτός ἐστιν ἡ περιτομή, καὶ αὐτός ἐστι τὸ σάββατον καὶ ὁ νόμος· αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας τῶν ἁγίων, καὶ αὐτός ἐστιν ὁ τοῦ σινάπεως κόκκος· αὐτός ἐστιν ὁ ἀμπελών, καὶ αὐτός ἐστιν τὸ ἄροτρον· αὐτός ἐστιν ἡ χάρις, καὶ αὐτός ἐστιν ἡ πίστις· αὐτός ἐστιν ὁ γάμος, καὶ αὐτός ἐστι τὸ ἔνδυμα τοῦ γάμου· αὐτός ἐστιν ἡ ὁδός, καὶ αὐτός ἐστιν ἡ θύρα· αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ αὐτός ἐστι τὸ φῶς τῶν ψυχῶν· αὐτός ἐστιν ἡ ζωή, καὶ αὐτός ἐστιν ἡ βασιλεία· αὐτός ἐστιν ἡ ἀρχὴ καὶ αὐτός ἐστι τὸ τέλος· αὐτός ἐστιν ὁ πάντων ἐπέκεινα, καὶ αὐτός ἐστιν ὁ τὰ πάντα ἐν πᾶσι γινόμενος. τοῦτο τὸ ἱερὸν καὶ θεῖον γέννημα ἐγεννήθη ἡμῖν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἡ σωτηρία καὶ ἡ ζωὴ τῶν ψυχῶν ἡμῶν· δόξα τῇ μεγαλειότητι αὐτοῦ· δόξα τῇ φιλανθρωπίᾳ· δόξα τῇ ἀνεικάστῳ προνοίᾳ αὐτοῦ περὶ τὸ γένος ἡμῶν. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ πιστεύ σωμεν δέξασθαι αὐτόν, ἵνα καὶ ἡμεῖς εὑρόντες αὐτὸν ἀπολαύσωμεν αὐτοῦ, τοσούτων ἀγαθῶν γινομένων ἐν ἡμῖν βουλήσει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας· ἀμήν.

Intertext edge

Open linked passage

Note