Homiliae 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1.1
ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ υἱὸς θεοῦ γενέσθαι καταξιωθῆναι πρὸ πάντων τῆς μακροθυμίας δραξάμενος ὀφείλει εὐχαριστεῖν ἐν ταῖς ἀπαντώσαις θλίψεσι διαφόροις, στενοχωρίαις τε καὶ ἀνάγκαις· λέγω δὴ νοσημάτων καὶ παθῶν, ἤτοι πνευματικῶν θλίψεων τῶν ἐπαγομένων ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἤτοι ζημιῶν σωματικῶν ἀδοξιῶν τε καὶ ὕβρεων ὑπὸ ἀνθρώπων ἐπαγομένων· ἅπερ πάντα ἐμπόδια τυγχάνει, τοῦ τῆς βασιλείας ἀλλοτριῶσαι καὶ μὴ προσεγγίσαι τὴν ψυχὴν τῷ θεῷ. ἐν τούτοις τοίνυν πᾶσι τοῖς ἀπαντῶσιν ὁ βουλόμενος εὐδοκιμῆσαι παρὰ Χριστῷ ὀφείλει χαίρειν, ἥδεσθαι καὶ ἀγαλλιᾶν, καὶ τῇ πρὸς θεὸν ὁρμῇ ζέειν, καὶ τῇ προαιρέσει πρὸς αὐτὸν σπεύδειν, καὶ ὅτε μᾶλλον ἐν τοῖς τοιούτοις ἐμποδισθῇ, ἀναπαύεσθαι καὶ γενναίως ὑπερπηδᾶν πᾶσαν θλίψιν τῇ πρὸς Κύριον ἀγάπῃ· εἰ δὲ μὴ οὕτως διακεῖται μήτε οὕτως ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁγίων, μήτε τοῖς ἴχνεσι τοῦ Κυρίου ἀκολουθεῖ.
53.2.1
κατανόησον γὰρ ὡς συνετός, καὶ βλέπε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, οἱ πατριάρχαι, οἱ προφῆται, οἱ ἀπόστολοι, οἱ μάρτυρες καὶ πάντες οἱ τῆς ζωῆς υἱοὶ ἐν ταῖς θλίψεσιν ἔχαιρον, καὶ ἐν ταῖς στενοχωρίαις καὶ ἀνάγκαις ἥδοντο· καὶ ἡ ἀνάπαυσις αὐτῶν ἦν ἐν ταῖς κακουχίαις καὶ τοῖς πόνοις. Μᾶλλον γάρ, φησί, ἑλόμενοι συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· καὶ πάλιν Τέκνον, εἰ προ σέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου· πᾶν ὃ ἐὰν ἐπενεχθῇ σοι δέξαι ἀσμένως, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως· πίστευσον αὐτῷ καὶ ἀντιλήψε ταί σοι, καὶ τὰ ἑξῆς· καὶ ἀλλαχοῦ Τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ προσδέχου· εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. ὁ δὲ μακάριος ἀπόστολος ἐντελέστερον ἐπάγει λέγων Ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν διωγμοῖς, καὶ ὁ Κύριος Μακάριοι, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ τὰ ἑξῆς· εἰ τοίνυν τῶν τοιούτων υἱὸς καὶ κληρονόμος γενέσθαι βούλει, τὴν μίμησιν τῆς ἀναστροφῆς αὐτῶν καὶ πολιτείας ὀφεί λεις ἀναδέξασθαι, καὶ τῶν τοῦ Κυρίου λόγων ἀκόλουθος εἶναι καὶ ποιη τής· Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν ὁδός, καὶ ὀλίγοι εἰσὶν οἱ διερχόμενοι δι' αὐτῆς. εἴτε οὖν ἐν στενοχωρίαις, ἢ ἐν πάθεσιν, ἢ ἐν νόσοις, ἢ ἐν ὀνειδισμοῖς, ἢ ἐν ὕβρεσιν ἐξετασθῇς, μᾶλλον ἐν τούτοις ὀφείλεις ἀγαλλιᾶσθαι καὶ χαίρειν· Οὐαὶ γάρ, φησί, τοῖς τρυφῶσι καὶ τοῖς ἐμπεπλησμένοις καὶ τοῖς ἐν ἐπιγείοις μακαριζομένοις· ὁ γὰρ μακαρισμὸς τοῖς πενθοῦσι καὶ θλιβομένοις διὰ τὸν Κύριον ἡτοίμασται· ὀφείλει τοίνυν ὁ τὴν ζωὴν τὴν αἰώνιον ἐπιθυμῶν ζῆσαι ἐν πᾶσιν εὐχαρι στεῖν, καὶ τὰς θλίψεις καὶ τὰς στενοχωρίας ἀποδέχεσθαι, καὶ τὴν ταπεί νωσιν ἀγαπᾶν.
53.3.1
οὐ γὰρ μόνον γονάτων χρεία παρὰ θεῷ, ὅπως εἰς πᾶσαν ἡμέραν ἐν τῇ εὐχῇ καρτερῇ τις. καλὸν μὲν ἐπιτήδευμα τοῦτο, καλὸν ἀληθῶς τὸ εὔχεσθαι καὶ ἀδιαλείπτως προσκαρτερεῖν τῇ εὐχῇ. κεφαλὴ γάρ ἐστι πάντων τῶν ἐπιτηδευμάτων, ἀλλὰ τῶν λοιπῶν ἄνευ τῆς ἀρετῆς μελῶν νεκρά ἐστιν. εὐχαὶ γὰρ ταῖς εὐποιΐαις εὐπρόσδεκτοι γίγνονται· ἵνα τις μὴ μισῇ τὸν ἀδελφόν· μὴ κατά τινος λαλεῖν· ταπεινὸν εἶναι, καὶ μὴ ὑψηλοφρονεῖν· μὴ οἴεσθαι ἑαυτὸν εἶναί τι, κἂν πάσας τὰς δικαιοσύνας ποιήσῃ. ζητούμενος γὰρ ὁ Κύριος οὕτως εἰλικρινῶς καὶ ὁσίως εὐθέως παραγίγνεται· μὴ ζητούμενος δὲ οὕτως, ὡς ἐν ὕπνῳ ἑκὼν εἶναι λελό γισται, καὶ ἡ εὐχὴ ἐπιπόλαιος οὖσα, οὐδὲν λελόγισται παρὰ θεῷ.
53.4.1
διὰ τί γὰρ ὁ Κύριος οὐκ ἀποκαλύπτεται ἡμῖν ἐν τάχει ζητούμε νος ὑφ' ἡμῶν; ὅτι οὐ βούλεται; μὴ γένοιτο. Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πᾶσα σπουδὴ καὶ κάματος τῶν πατέρων διὰ τοῦτο γέγονε καὶ αὐτοῦ τοῦ Κυρίου, εἰς τὸ τὸν θεὸν τοῖς ἀνθρώποις γνωρισθῆναι, τουτέστι χάριτος ἐνέργεια, ἥτις ἐστὶ ζωὴ αἰώνιος, ἀλλὰ πάντως ἔστι τι ἴδιον τῆς ψυχῆς ἐν μέσῳ πλημμέ λημα, καὶ διὰ τοῦτο οὐδέπω γνωρίζει καὶ ἀποκαλύπτει ἡμῖν ἑαυτὸν ὁ Κύριος· οὐ γάρ ἐστι προσωπολήπτης ὁ θεός, ἀλλὰ προσέχει ταῖς ἐνθυμή σεσι καὶ ἐννοίαις τῶν ζητούντων. διὰ τὴν ἡμετέραν τοίνυν χαυνότητα καὶ ἀμέλειαν ἢ ἀπιστίαν ἢ ἕτερά τινα παραπτώματα ἅπερ οὐκ ἴσμεν μὴ λεπτῶς ἑαυτοὺς διακρίνοντες, οὐ γνωρίζεται ἡμῖν ὁ Κύριος, ὁ εἰπὼν ἐμφανίζειν ἑαυτὸν τοῖς ὁσίως αὐτὸν ζητοῦσι καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάττουσι· γέγραπται γάρ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρή σατε, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν παρ' ὑμῖν ποιήσομεν. σπουδάσωμεν τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ, λυτρωθῆναι ἀπὸ παντὸς παραπτώματος φαινομένου καὶ κρυπτοῦ, καὶ ὅτε ἐν ἀληθείᾳ δικαίως καὶ ὁσίως ζητήσωμεν αὐτόν, ἑτοίμως ἐμφανίζει ἡμῖν ἑαυτὸν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ, καθα ρίζων τὰς ἐρρυπωμένας καρδίας ἡμῶν ἀπὸ πάσης κακίας καὶ μολυσμοῦ.
53.5.1
πρὸ πάντων τοίνυν τὰς θλίψεις καὶ στενοχωρίας καὶ ὕβρεις αἱρεῖ σθαι ὀφείλομεν, οἱ εὐαρεστεῖν θεῷ βουλομένοι, ὅπως σὺν αὐτῷ ζῆσαι καταξιωθῶμεν ὅλους αἰῶνας· τίς γάρ ἐστιν ἄξιος διὰ τὸν Κύριον πει νᾶσαι καὶ γυμνητεῦσαι καὶ ἐν τούτοις χαίρειν; μακάριος ὁ τοιοῦτος, ὄντως μακάριος ὅτι παρρησίαν μεγάλην ἔμπροσθεν τοῦ θεοῦ κέκτηται· βούλεται γάρ σε ὁ Κύριος ἐν τούτοις δοκιμασθῆναι, εἰ ἐν ταῖς θλίψεσιν οὐκ ἐπιλανθάνῃ αὐτοῦ, Εἰς πᾶσαν γάρ, φησίν, ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, καὶ ἀλλαχοῦ, Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελετή μου· αὕτη ἐστὶν ἡ ἄθλησις· ἐν τούτῳ εὐαρεστεῖται ὁ θεός.
53.6.1
οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῶν δὴ θελόντων εὐαρεστεῖν τῷ θεῷ διὰ ὑστέρησιν γνώσεως ἀληθοῦς σαρκὶ μόνον κάμνουσιν· ἀλλὰ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς καὶ τῇ ἔνδον κρυπτῇ προαιρέσει δεῖ ἀγωνί ζεσθαι τὸν τοῦ θεοῦ ἄνθρωπον, ὅς ἐστιν ἀληθινὸς ἀγὼν παρὰ θεῷ ψυχῆς πρὸς ἀοράτους τῶν πονηρῶν δυνάμεων διαλογισμούς. Οὐκ ἔστι γάρ, φησίν, ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. τὰ γὰρ πνευματικὰ τῆς πονηρίας ἀόρατα καὶ ἀσώματα ὅσον πρὸς τὰ φαινόμενα τυγχάνουσιν· ὁμοίως καὶ ἡ ψυχὴ ἀόρατος καὶ ἀσώ ματος ὅσον πρὸς παχύτητα σωμάτων. ἀόρατον τοίνυν καὶ ἀσώματον τὸν ἀγῶνα καὶ τὴν ἄθλησιν εἶναι δεῖ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ. ὅνπερ ἀγῶνα οἱ ἄνωθεν ἐξ ἀρχῆς πατέρες ἠγωνίσαντο, κἂν ἐν τοῖς φαινομένοις ὡς οἱ λοιποὶ ἐφαίνοντο ἄνθρωποι· οἱ οὕτως ἀγωνισάμενοι, εὐαρεστῆσαι τῷ θεῷ ἠδυνήθησαν.
53.7.1
ἀνδρεῖαι γὰρ καὶ γενναῖαι ψυχαὶ καὶ πάντων καταφρονοῦσαι ἀπέρχονται εἰς πόλεμον, καθὼς καὶ Μωυσῆς περὶ τοῦ κρυπτοῦ τῶν πονηρῶν πνευμάτων πρὸς τὴν ψυχὴν πολέμου αἰνιττόμενος, καὶ οἷαι ψυχαὶ ἐπιτήδειοι τυγχάνουσιν, ἔφη Εἴ τις ἡρμόσατο γυναῖκα, μὴ ἐξέλθῃ εἰς πόλεμον, καὶ εἴ τις ἐφύτευσεν ἀμπελῶνα, μὴ ἐξέλθῃ. ταῦτα περὶ δεσμῶν ὑλικῶν λέγει μήποτέ τις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀθλῶν ἔν τισι πράγμασι δέδηται, ἐὰν γὰρ διὰ τὴν πρὸς τὰς ἡδονὰς καὶ τὰ κτήματα προσπάθειαν μὴ ἀθλήσῃ, ἀπόβλητος τῆς ἐπουρανίου εὐφρο σύνης γίνεται, ὡς ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος περὶ τῶν ἐν τοῖς γάμοις κληθέντων καὶ παραιτησαμένων φησί, Ὁ πρῶτος λέγει, ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ ὁ ἄλλος, γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν, ἐρωτῶ σε ἔχε με παρῃτημένον· συμφώνως τῷ Μωυσῇ λέγων.
53.8.1
γενναῖοι γὰρ καὶ ἕτοιμοι ὑπακούειν τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ πνευματικῷ πολέμῳ προχωροῦσιν· ἑτοιμασία δὲ καλὴ καὶ ἐπιτηδει ότης πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμόν ἐστιν ὅταν τις κατα λιπὼν πατέρα καὶ μητέρα καὶ πάντα τὰ τοῦ βίου προσαγάγῃ ἑαυτὸν τῷ θεῷ, καὶ πρὸς τούτοις ἔτι καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσηται, ἐπιδιδοὺς ὅσα κέκτηται καὶ διαφέρει αὐτῷ ἐκ τῶν σαρκικῶν γονέων χρήματα καὶ πάντα ᾧ καὶ τὴν ψυχὴν μετὰ θεὸν ἐνεπίστευσε πνευματικῷ πατρὶ καὶ ἀσκητῇ, ὥστε διοικεῖν αὐτὰ καθ' ὃν αὐτὸς βούλεται τρόπον, καὶ μὴ πολυπραγμονεῖν ὅπου χρή, καὶ ὅπου οὐ χρή, ἵνα μὴ εὑρεθῇ κρίνων καὶ δοκιμάζων, ὃν ἡρετίσατο κριτὴν καὶ διοικητὴν τῆς ψυχῆς αὐτοῦ, ὡς ἐμπείρῳ ταύτην ἐγχειρίσας προσαγαγεῖν τῷ θεῷ, καὶ διὰ τὰ εὐτελῆ τῆς ὕλης ἀποδοκιμάζων αὐτόν· δείκνυται γὰρ διὰ τούτων ἀσκητὴς μᾶλλον αὐτός, ἢ τοῦ ἀσκητοῦ ὑποχείριος διὰ τὸν θεόν.
53.9.1
λέγε μοι γὰρ σὺ ὁ τοῦτο ποιῶν· τὴν ψυχὴν σεαυτοῦ ἐγχειρίσαι λέγεις τῷ ἀσκητῇ, καὶ προσπίπτων αὐτοῦ τοῖς ποσὶ δεῇ, λέγων Λάβε μου τὴν ψυχὴν καὶ προσάγαγε τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτάνειν; ἢ δοκεῖς μὴ εἶναι ἁμαρτίαν, τὰ δοθέντα τῷ θεῷ πάλιν ἀφαιρεῖσθαι; πῶς δὲ ἀφαιρεῖς μάθε· ὅτι τῆς μὲν ψυχῆς σου ἀξιόπιστον ποιεῖς τὸν ἀσκητὴν ἱερέα ταύτην διδοὺς προσάγειν θεῷ, περὶ δὲ τῶν ψυχρῶν καὶ οἰκτρῶν καὶ ταλαιπώρων πραγμάτων τῆς ὕλης τοῦ κόσμου τούτου κρίνεις αὐτὸν καὶ δοκιμάζεις. πῶς οὖν οὐ δοκεῖς ἁμαρτάνειν ἁμαρτίαν οὐ τὴν τυχοῦσαν ἀλλ' αὐτὴν τὴν ἱεροσυλίαν, ἧς τὸ κρῖμα δείκνυσιν ὁ μακάριος Πέτρος ἐν ταῖς πράξεσιν, ὅτε Ἀνανίαν καὶ Σάπφειραν ἐξελέγξας ὡς νοσφισα μένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, ὃ προσενέγκαντες ἐκελεύσθησαν πωλῆ σαι, ὥστε εἰς διακονίαν τῶν ἀδελφῶν προχωρῆσαι, θανάτῳ τούτους πικρῷ κατεδίκασε, καὶ φόβον μέγαν ἐνεποίησε πάσῃ τῇ ἐκκλησίᾳ. ἀλλ' ἐρεῖς Οὐκ ἀφαιροῦμαι τὴν ἀποταγήν, ἀλλὰ δεόντως οἰκονομηθῆναι καὶ καλῶς προνοοῦμαι. μάλιστα μὲν οὐδὲ δοκιμαστήν σε εἶναι τῶν μηκέτι ἀνηκόντων ὁ λόγος συγχωρεῖ, οὐ γὰρ ἐπίστασαι τὸ δέον ἢ μὴ δέον, ἐλέγχῃ δὲ ἀφαιρούμενος καὶ τὴν ἀποταγήν· ἐλέγχῃ πρὸς τούτοις καὶ ψευδόμε νος ἐν τῷ λέγειν Οὐκ ἀφαιροῦμαι.
53.10.1
λέγε γάρ μοι· οὐχὶ τὴν ψυχὴν ἔπειτα καὶ τὰ χρήματα ἔδωκας διὰ τῶν χειρῶν τοῦ ἀσκητοῦ τῷ θεῷ; οὐκοῦν οὐκέτι ἐν ἐξουσίᾳ σου ἐστὶ ταῦτα, ἀποταγὴ δέ ἐστι βεβαία καὶ ἀληθής, ψυχῆς μὲν ὅταν καθ' ὅλου τὰ ἴδια θελήματα μὴ ἐπιτελῇ, ἀλλὰ, καθάπερ ὕλη τεχνίτῃ, οὕτως ὑποθῇ τὰς αἰσθήσεις ἑαυτοῦ πάσας, ᾧ τὴν ψυχὴν παρέθετο μετὰ τὸν θεόν, ἀτενὲς ἔχων τὸ ὄμμα πρὸς τὰ ὑπ' αὐτοῦ κελευόμενα. καὶ ὡς ὕλη οὐκ ἀντερεῖ τῷ τεχνίτῃ ἔντιμον βουλομένῳ ποιῆσαι σκεῦος καὶ οὐκ ἄτιμον, ἄψυχος γὰρ ἅπαξ ὕλη καὶ ἀναίσθητός ἐστιν, οὕτως εἶναι καί σε ὁ λόγος ἀπαιτεῖ. ὡς γὰρ ἐμπείρῳ τὴν ψυχὴν παραθέμενον καὶ οὐκ ὄντα ἑαυτοῦ αὐτὸς ἀγέτω σε, καὶ φερέτω ὅπου βούλεται καὶ ὡς βούλεται. εἰ δὲ περὶ ψυχῆς εἴρηται τοῦτο, πῶς περὶ τῶν γηΐνων σου καὶ φθαρτῶν κτημάτων, οἷς ἀποτάξασθαι λέγεις, ἀναισθητεῖν σε χρή;
53.11.1
εἰ δὲ καταζητεῖς καὶ διατάσσῃ τῷ ἀσκητῇ, ὅρα πόσα δοκεῖς ἁμαρτάνειν· πρῶτον μέν, ἱεροσυλίαν ἐπισπώμενος κρῖμα, τοῖς θελήμασιν ἀποταξάμενος καὶ ἐπαναλαμβάνων αὐτά· δεύτερον, ὃν ᾑρετίσω κριτὴν τῶν ὑπὸ σοῦ πραττομένων κατακρίνων· τρίτον, αὐθαδείας καὶ φιλαυτίας ἢ καὶ φιλαρχίας φέρειν νόσον· τέταρτον δέ, τοὺς πρώτους καὶ οὓς δοξά ζειν ὤφειλες ἀδελφοὺς καταισχύνων ὡς πένητας καὶ μηδενὶ ἀποταξαμέ νους, καὶ ὑποκύπτειν αὐτοὺς τῇ σῇ δυναστείᾳ βουλόμενος, ὅτι ἐσθῆτα καὶ σκεύη ἐν οἷς διακονοῦνται αὐτὸς παρέσχες· καὶ ὅθεν ἂν περιστραφῇς ἐν τῇ μονῇ, τὰ πάντα σὰ ὁρῶνται, καὶ λογίζῃ ὡς πρὸ ἐμοῦ ταπεινότατος καὶ πτωχὸς ὑπῆρχεν ὁ ἀσκητής, ἐπ' ἐμοὶ δὲ καὶ διὰ τῶν ἐμῶν μικρὸν ἐπῆρε τὴν κεφαλήν, καὶ παρὰ τοῖς ἐπιδημοῦσι φίλοις διὰ τῶν ἐμῶν λαμπρὸς φανεὶς ὑπόληψιν εὗρε μεγάλην· πρὸ γὰρ τούτου, ἐσθὴς αὐτῷ εὐτελής, νῦν δὲ λαμπρά, δι' ἧς καὶ δεδόξασται. καὶ ὅρα ὡς ἀναίσθητος ἴσον ἔχειν με τῶν λοιπῶν βούλεται, καὶ διὰ τοῦτο περιτρέψαι καὶ τὸν ἀσκητὴν τὸ δίκαιον κρῖμα βιάζεται, ὥστε ὑποκρινάμενον τῇ βίᾳ ταύτῃ ἄρχοντα πάσης αὐτὸν χειροτονῆσαι τῆς ἀδελφότητος. εἰ δὲ εἰδὼς εἴη καὶ γράμματα καὶ εἰς θρόνον αὐτὸν διδασκάλου καθέζεσθαι, εἶτα εὐλο γεῖν τοὺς ἑαυτοῦ πατέρας ἄξιον ἑαυτὸν πεπίστευκεν, ὃς οὐδ' ἄκροις χείλεσι τῆς ἀσκήσεως ἐγεύσατο, τοὺς παντοίαις ἀσκήσεσι τῶν ἀρετῶν ἐναθλήσαντας, εἶτα καὶ τέλεον ἀποκινῆσαι τὸν ἀσκητὴν τῆς ἀρχῆς ἠβουλήθη τάχα· καὶ οἴεται ἐπὶ τούτοις πᾶσι μηδὲν παρατρέψαι μήτε ὑφελέσθαι, ὅτι τὰ χρήματα εἰς ἀνόπιν οὐκ εἴληφεν, οὕτως κακῶς καὶ ἀτόπως ἐν τῷ τὴν ψυχὴν ἆραι τῶν χειρῶν τοῦ ἀσκητοῦ διανοηθείς. καὶ πόσῳ βέλτιον ἦν, εἰ τὰ χρήματα εἰληφὼς συντόμως ᾤχετο· σύντομος γὰρ ἀπαλλαγὴ ζημίας κερδαλεωτέρα παντὸς εὑρέματος ὑλικοῦ· ἀπηλλάγη γὰρ ἂν αὐτὸς περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόνων.
53.12.1
ἀλλὰ σύ γε, ὦ ἀθλητὰ εὐσεβείας καὶ ἀσκητά, εἰ βούλοιο ταύτην διαπλεῦσαι τὴν μεγάλην καὶ εὐρύχωρον θάλασσαν, διὰ τὸ ἀχανὲς ἐν μέσῳ καὶ ἄφατον πέλαγος, προκόψας ἀπὸ γῆς ἤδη καλῶς καὶ τῆς ὕλης ἀποσπάσας τὴν ναῦν, μὴ πάλιν εἰς γῆν ὁδηγοῦ, ζητῶν ἐπιστρέ φειν, ἀλλὰ πρὸς οὐρανὸν ἀτενὲς ἔχε τὸ ὄμμα. εὑρήσεις γὰρ ἀστέρας εἰς ὃν ἐγώ σέ φημι οὐρανὸν ἀφορᾶν, ὧν τὰ ὀνόματα καὶ τὸν ἀριθμὸν ὁ οὐράνιος ἐπίσταται κυβερνήτης. εὑρήσεις ἐν αὐτῷ τοὺς φωστῆρας ἅπαν τας, πατέρας, πατριάρχας, προφήτας, ἀποστόλους, καὶ μάρτυρας, φωστῆρας ἀληθῶς ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου καταυγάζοντας νύκτα· πρὸς οὓς ἀποβλέπων ἀσφαλῶς ὁδηγήσεις τὴν τῆς εὐσεβείας ναῦν ἐπὶ λιμένα τῆς ἀναπαύσεως, Ἱερουσαλὴμ τὴν ἐπουράνιον, πάντα καταλελοιπὼς κατὰ μίμησιν αὐτῶν, καὶ πρὸς μηδὲν αὐτῶν ἐπιστρεφό μενος.
53.13.1
οἱ γὰρ ἐνδιατρίβοντες τοῖς χείροσι πλείους, σπάνιοι δὲ οἱ τῆς εὐσεβείας ἐργάται. σοῦ δὲ ἡ τῆς ἐπιπόνου ἀποταγῆς πρόθεσις οὐχὶ μετὰ τῶν πολλῶν γέγονε τῆς πλατείας, ἀλλὰ τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν βιαζομένων, καὶ ὀφείλεις ἄληστον ἔχειν ἐν τῷ νῷ τὸ ἐπάγγελμα, καὶ οὕτω δυνήσῃ πάσας τὰς θλίψεις φέρειν γενναίως. οὐ γὰρ οἱ τυχόντες, ἀλλὰ γενναῖοι καὶ ἕτοιμοι τῷ θελήματι τοῦ θεοῦ ὑπακούειν, τὴν στενὴν διαπορεύονται, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀδιάλειπτον ἔχουσι πόλεμον, οἵτινες δικαίως τὴν βασιλείαν κληρονομοῦσιν ὡς ἐκλεκτοὶ στρατιῶται τοῦ θεοῦ.
53.14.1
καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα· ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ' ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει. οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ παραστήσαντες.
53.15.1
ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς. τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα· οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί. ὁ γὰρ κόσμος οὗτος, τοῦ ἀληθι νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει· πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ' ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι· τὸ δὲ πᾶν αὐτὸς ὁ θεὸς καταρτίζει ἐν ἀληθείᾳ.
53.16.1
τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξωθεν ἤτοι τὰς πονηρὰς δυνάμεις ἔνδοθεν, καὶ πάσης συνηθείας καὶ προλήψεως ἀπαλλαγῆναι. τοῦτον τὸν ἀγῶνα καὶ τὸν σκοπὸν ἔχοντες οἱ πατέρες τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν ἠδυνήθησαν εὐαρε στῆσαι· κἂν γὰρ ἐν τοῖς φαινομένοις γυναῖκας καὶ τέκνα καὶ χρήματα ἐκέκτηντο, ἀλλ' ὁ νοῦς αὐτῶν ἀνώτερος ἦν τοῦ κόσμου· ὅθεν εἰς δοκιμα σίας καὶ πειρατήρια εἰσελθόντες ἠνδραγάθησαν, καὶ οὐδὲν ἐλύπει αὐτοὺς ἡ ἀφαίρεσις πάντων τῶν φαινομένων, ἐπειδὴ ἐκέκτηντο τὸ μέγα καὶ ἀληθινὸν κτῆμα, τὴν εἰς θεὸν πεποίθησιν, ὡς ὁ Ἰὼβ πάσης τῆς φαινομένης ἐλπίδος ἐρημωθεὶς καὶ τὸ σῶμα τραυματισθεὶς ἐνίκησε μόνῃ τῇ πρὸς θεὸν ἀγάπῃ· ἐκεῖ γὰρ μεταφέρων τὴν ἔννοιαν ἀνώτερος πάντων ἐγίνετο. οὕτω καὶ ἡμεῖς μεγαλοψύχως πάντα τὰ ἀπαντῶντα καρτερεῖν καὶ ὑπομένειν ὀφείλομεν, τῇ πρὸς θεὸν ἀγάπῃ τετρωμένοι.
53.17.1
ὥσπερ γὰρ ἐὰν ἔχῃ γυνὴ ἄνδρα, καὶ αὐτὸς μὲν ᾖ ἐν δεσμοῖς καὶ θλίψεσιν, ἡ δὲ ἐν τρυφῇ καὶ ἀμεριμνίᾳ διάγῃ, δηλονότι οὐκ ἔστι σώφρων, μὴ τὴν ὀφειλομένην εὔνοιαν τῷ ἀνδρὶ ἀποσώζουσα, χρὴ γὰρ αὐτῷ συμπάσχειν καὶ συναλγεῖν· οὕτω καὶ ψυχαὶ, αἱ τῷ ἐπουρανίῳ νυμφίῳ συναφθῆναι ἐπιθυμοῦσαι καὶ συμβασιλεῦσαι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὀφείλουσι διοδεύειν, ἐν ᾗ καὶ αὐτὸς ὥδευσε τύπον ἑαυτὸν παρέχων ἡμῖν· εἰ δὲ ἐκτρέπονται εἰς ἑτέραν ὁδόν, μὴ βαστάζουσαι τὰ στίγματα καὶ τὰ παθήματα τοῦ κυρίου, αἱ τοιαῦται ψυχαὶ ὡς πόρναι λογισθήσονται, καὶ ἀπόβλητοι τῆς βασιλείας ἔσονται.
53.18.1
παρακαλέσωμεν οὖν τὸν θεὸν ἐν πίστει καὶ πληροφορίᾳ, προσδοκῶντες τὸ ἔλεος παρ' αὐτοῦ, ἅτε δὴ ἔχοντες αὐτοῦ τὰς ὁμολογίας ἐγγράφως, ὅτι Τῷ κρούοντι ἀνοιγήσεται, καὶ ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, εἰ γὰρ ἄνθρωποι μυρίαις περισπώμενοι φροντίσι καὶ πειρασμοῖς ἐπισκοτούμενοι. ὑφ' ὧν καὶ ἀναγκάζονται ψεύδεσθαι ἀφειδῶς, ἐπὰν ἐγγράφους ὁμολογίας ποιήσωνται, κἂν θελήσωσιν ἀγνω μονεῖν οὐ δύνανται, πόσῳ μᾶλλον ὁ ἀψευδὴς θεὸς εἰς ἡμᾶς πληρώσει τὴν ὁμολογίαν αὐτοῦ, ἤγουν τὴν τοῦ ἁγίου πνεύματος χάριν καὶ δωρεὰν ἡμῖν καταπέμπων; ἀλλ' ἡμεῖς ἐσμὲν ἀληθῶς ψεῦσται, μὴ ζητοῦντες αὐτὸν ὡς προσέταξεν ἐν πίστει ἀδιστάκτῳ. ἀλλὰ τότε καὶ ἡμεῖς μετὰ πολλῆς παρρησίας αἰτεῖν αὐτὸν δυνησόμεθα, ἐπάν, ὅσον ἡμῖν ἐστι δυνατόν, ὅλους ἑαυτοῦς δῶμεν ἐκδότους τῷ κυρίῳ, ἀπὸ τῶν ἰδίων θελη μάτων ἀναχωροῦντες, καὶ μὴ ὡς ἑαυτοῖς ζῶντες, ἀλλ' ὡς ἠγορασμένοι τιμίῳ αἵματι, κατὰ τὸ δεσποτικὸν θέλημα ποιοῦντες, καὶ οὕτως ἀρνησά μενοι ἑαυτοὺς καὶ ὑποθέντες ἑκουσίως μόνῳ τῷ ἀγοράσαντι ἡμᾶς, ὡς εὐγνώμονες καὶ πιστοὶ δοῦλοι εὑρεθέντες, τὸ τῆς ἐπαγγελίας ἅγιον πνεῦμα ἀπολάβωμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ πνεῦμα εἰς τοὺς αἰῶνας, ἀμήν.