Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae 7
Macarius of Egypt7 55 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
55.1.1
ἰστέον ὅτι τινές εἰσι νεώτεροι φρόνιμοι καὶ συνετοὶ καὶ εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς ἡ χάρις· καὶ ἴδε ἄρχονται λαλεῖν λόγον, καὶ ὁ λόγος αὐτοῖς καλός ἐστι· καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ ἐντίμους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον θεοῦ· πλὴν τὸ κακὸν ἔτι σύνεστιν αὐτοῖς ἐν τῷ νῷ, καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνηδύνεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν.
55.2.1
ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσε ται τῷ νῷ, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ· καὶ εἰ ἀπὸ χάριτος λαλεῖ, καὶ ἀναγκάζεται ὑπό τινος κηρύσσειν τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ, ἀναγκαζό μενος λαλεῖν καὶ κηρύσσειν τῷ Ἰσραήλ, παρῃτήσατο λέγων ὅτι Οὔκ εἰμι ἱκανὸς λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο εἰπεῖν, ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ ὡς πῦρ, καὶ παρῃτήσατο λέγων Νεώτερός εἰμι καὶ οὐ δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ὁ ἀρχι τέκτων ἔργον ποιεῖ, καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ ἔργον ἐπιτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλήσωσι καὶ δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων, ἀλλ' ἵνα ὁ λόγος αὐτῶν θεϊκὸν ἔργον ἐπιτελέσῃ, ψυχὰς ἀνθρώπων οἰκοδο μῶν, καὶ βεβυθισμένον νοῦν καὶ καταπεποντισμένον εἰς κακὰ κοῦφον καὶ ἀνωφελῆ πρὸς οὐρανὸν ἀπεργαζόμενος. τοὺς γὰρ τοιούτους φωτίζοντες καὶ ὁδηγοῦντες καὶ μεταβάλλοντες εἰς ἤθη καλὰ καὶ τρόπους ἀγαθούς, παρασκευάζουσιν ἀπελθεῖν εἰς ζωήν.
55.3.1
εἰσὶ δὲ πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία· συμβαίνει γὰρ ὅτι ἔξωθεν μέν τις πτωχός ἐστι καὶ ἀκτήμων, ἔσωθεν δὲ συνήδεται τῷ πλούτῳ καὶ ἔστι φίλος πλου σίων· καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα, ἐκτρέ πεται. ζητεῖ οὖν τὸν τρόπον ὁ θεὸς ἀνάργυρον· ἢ καὶ ἐὰν συμβῇ αὐτῷ ἐμπεσεῖν πλοῦτον, τότε μάλιστα ἀηδισθῆναι καὶ μισῆσαι καὶ φυγεῖν ὡς ἀπὸ πυρός. μετὰ δὲ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενοδοξίας· καὶ τῆς τυφώσεως, καὶ τίς ἄρα δυνήσεται τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, καὶ πόνον ἔχειν ἐν τῇ ψυχῇ διηνεκῆ, δάκρυά τε καὶ πεῖναν καὶ δίψαν;
55.4.1
εἰ οὖν ἐν τούτοις γένῃ ποτέ, λόγον ποιοῦ μετὰ τῆς ψυχῆς καὶ τοῦ σώματός σου. εἰπὲ τῷ σώματί σου· τί ποιοῦμεν ἐν τῷ κόσμῳ τούτῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν· μέλλεις φθείρεσθαι, καὶ ἀπέρχεσθαι εἰς μνημεῖον. εἰπὲ τῇ ψυχῇ σου· τι ποιεῖς ὧδε; ἄπελθε πρόσπεσον τῷ κυρίῳ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον· ἀντίστηθι πάλιν πρὸς τὸν πυκτεύοντά σοι ἐχθρὸν καὶ ἀφανίζοντα τοῦ νοῦν σου. μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους ἐκείνου τοῦ σκότους, καὶ τὴν δεινὴν νύκτα, καὶ τοὺς αὐχμηροὺς τόπους καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, καὶ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαρὰν ἐν ἀγαλλιάσει πνεύματος ἁγίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

Intertext edge

Open linked passage

Note