Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae 7
Macarius of Egypt7 57 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1.1
Τὸ πνεῦμα ὅπου θέλει πνεῖ· πνεῖ δὲ εἰς τὰς φαιδρὰς καὶ λαμπρὰς καὶ θείας ψυχάς, καὶ ποθούσας αὐτὸ πάσῃ θεραπεῦσαι σπουδῇ· καὶ ἐὰν ὑπακούσωσι τῷ προσκυνητῷ πνεύματι, δίδωσιν αὐταῖς φόβον θεοῦ, καὶ θέρμην ἐν τῇ ἀρχῇ· καὶ ὅτε ταῦτα παρῇ ἐν αὐταῖς, ποιεῖ αὐτὰς μισῆσαι ὅλον τὸν κόσμον, καὶ πᾶν ἐν αὐτῷ βλαβερὸν ἐπιθύμημα, εἴτε χρυσόν, εἴτε ἄργυρον, εἴτε τινὰ κόσμον τοῦ σώματος ἀπατηλόν, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα καὶ τέκνα, καὶ ποιεῖ ἐν τῷ ἀνθρώπῳ γλυκὺ τὸ ἔργον τοῦ θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, εἴτε πόνον νηστείας, εἴτε ἀγρυπνίας εἴτε ἡσυχίαν καὶ διακονίαν, εἴτε ἐλεημοσύνην, καὶ πάντα τὰ τοῦ θεοῦ γλυκαίνει αὐτῷ.
57.2.1
ὅτε δὲ ταῦτα πάντα διδάξει αὐτόν, δίδωσιν αὐτὸν εἰς τὸ πειρασθῆναι· καὶ λοιπὸν πάντα ἅπερ ἦν αὐτῷ γλυκέα, βαρέα αὐτῷ γίγνεται καὶ δύσκολα· πολλοὶ οὖν ἄπειροι ὄντες ὅτε πειράζονται ἀπομένουσιν ἐν τῷ βάρει καὶ γίνονται σαρκικοί· οὗτοί εἰσι, περὶ ὧν ὁ Παῦλός φησιν Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῆ; τὸ δὲ εἰκῆ, τοῦτό ἐστιν ὅτι ὁ διὰ τὸν θεὸν ὑπομείνας πόνους εἶτα ἀποκακήσας παντελῶς καὶ μὴ ἀνακαλεσάμενος τούτους, οὐ μόνον τὸ ἐπὶ τοῖς πόνοις ἐζημιώθη κέρδος, ἀλλὰ καὶ βαρυτέρας κολάσεως ἔνοχος γίνεται, καταφρονήσας καὶ μὴ ἐκλεξάμενος τὴν ἐξ ὕψους δύναμιν·
57.3.1
ἐὰν δὲ ἀντιστῇ τῷ Σατανᾷ ὁ ἄνθρωπος ἐν τῷ πρώτῳ πειρασμῷ καὶ νικήσῃ αὐτόν, τότε ὁ θεὸς δίδωσι θέρμην καθισταμένην, ἥσυχόν τε καὶ ἀτάραχον· ἡ γὰρ πρώτη θέρμη ταραχώδης ἐστίν, ἀμφίβολός τε καὶ ἀκατάστατος· ἡ δευτέρα δὲ βελτίων ἐστίν, καὶ αὕτη γεννᾷ τὸ βλέπειν, ποιοῦσα ὑπομονήν, ἀτάραχος οὖσα καὶ πιστὴ καὶ ἀναμφίβολος· ὥσπερ πλοῖον ἐν εὐδίῳ λιμένι, τῶν δύο ἑλκυσθέντων ποδίων, οὕτως ἡ δευτέρα θέρμη ἀναπαυστική ἐστι παντὶ τρόπῳ.
57.4.1
νῦν οὖν, ἀγαπητά μου τέκνα, κτησώμεθα τὴν δευτέραν θέρμην ἑαυτοῖς, ἵνα ἐλαφρυνθῆτε κατὰ πάντα· ἡ γὰρ κατὰ θεὸν αὕτη θέρμη, ἐκκόπτει πᾶν πάθος, καὶ ἐκβάλλει πᾶσαν παχύτητα ἐκ τοῦ ἀνθρώπου, καὶ ποιεῖ συνοικῆσαι τὴν θεότητα τῷ ἀνθρώπῳ, ἵνα γένηται ναὸς θεοῦ κατὰ τὸ γεγραμμένον Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
57.5.1
εἰ οὖν θέλετε ἵνα ἡ ἀποστᾶσα θέρμη ἐπανέλθῃ ὑμῖν, ἡ ἐργασία αὐτῆς αὕτη ἐστίν, ἵνα ὁ ἄνθρωπος διάθηται διαθήκην μεταξὺ ἑαυτοῦ καὶ τοῦ θεοῦ καὶ εἴπῃ ἐνώπιον αὐτοῦ, ὅτι συγχώρησόν μοι ἃ πεποίηκα ἐν ἀμελείᾳ, καὶ οὐκέτι παρακούω σου· καὶ ἵνα λοιπὸν φυλάξηται ἀπὸ πάσης ἀμελείας, ἐν μηδενὶ διδοὺς ἑαυτὸν ἀναπαύσει μιᾷ σώματος ἢ ψυχῆς, ἀλλὰ τετονωμένους τοὺς λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς ἠμέλησας ἕως τὴν σήμερον, κεχερσωμένη οὖσα πάσας τὰς ἡμέρας; καὶ ἵνα μνημονεύσῃ τῶν κολάσεων καὶ τῆς αἰωνίου βασιλείας ἐλέγχων ἑαυτὸν πάσῃ ὥρᾳ καὶ λέγων, ὅτι πῶς ὁ θεὸς κεχάρισταί σοι πάσας τὰς τιμὰς ταύτας, καὶ σὺ ἠμέλησας; πᾶσαν τὴν κτίσιν ἐν ὑποταγῇ σου πεποίηκε, καὶ οὐκ ἠθέτησας. καὶ ὅταν ταῦτα εἴπῃ τῇ ψυχῇ αὐτοῦ, ἐλέγχων αὐτὴν νύκτα καὶ ἡμέραν καὶ πᾶσαν ὥραν, εὐθέως ἔρχεται πρὸς αὐτὸν ἡ τοῦ θεοῦ θέρμη, ἡ κατὰ πάντα τῆς πρώτης βελτίων.
57.6.1
ὅτε γὰρ ὁ μακάριος Δαβὶδ εἶδε βάρος ἐλθὸν ἐπ' αὐτόν, εἶπε Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα, καὶ πάλιν Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελετήσα ἐν πᾶσι τοῖς ἔργοις σου· ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων, διεπετάσα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. καὶ ὅταν ἀποστραφῇς, δῷς ἑαυτὸν εἰς τὴν μελέτην τῶν τοῦ θεοῦ θαυμασίων· τότε σωθήσῃ, χάριτι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας, ἀμήν.

Intertext edge

Open linked passage

Note