Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae spirituales 50
Macarius of Egypt50 36 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
1 Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ' εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. καὶ ἡ γραφὴ λέγει ὅτι «ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι θεοῦ λαλεῖ». οὗτος πνευματικός ἐστι, «θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ»· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. ὁ μὲν γὰρ «ἑαυτὸν μόνον οἰκοδομεῖ», ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος. Ἢ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ νεανίσκοι· πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες· ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ' ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως φωτίζει, οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται εἶναι ἐν σκότει, ἀλλὰ διαφορὰ πολλή ἐστιν. ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχοι δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν. δόξα τῷ θεῷ. ἀμήν.

Intertext edge

Open linked passage

Note