Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae spirituales 50
Macarius of Egypt50 39 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
1 Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς. καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ· γέγραπται γάρ· «ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως». εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note