Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae spirituales 50
Macarius of Egypt50 41 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
1 Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ». ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. τοιούτῳ δὲ τρόπῳ παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα. Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι. ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ' ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ' ὀλίγον βοηθεῖται. καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει. Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ κύριός φησιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 42 ΟΜΙΛΙΑ ΜΒ. Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι. ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων ἢ Ἰσοκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ' ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς. Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ· ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν. οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν· ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν ἢ τῶν ἰοβόλων μεταλαβεῖν, οὕτως αὐτοὶ πᾶσι τοῖς προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος· «γίνεσθε χρηστοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος». τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς ὁ κύριος λέγει ὅτι «τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί». ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους. ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note