Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae spirituales 50
Macarius of Egypt50 49 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1.1
1 Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μητρὸς ἕνεκεν τοῦ κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύματα φωτὸς θεότητος μὴ ἀμφιάσηται εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προσκαίρου καὶ σαρκικῆς κοινωνίας ταύτης κοινωνίαν τοῦ ἐπουρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινομένης τοῦ κόσμου τούτου χαρᾶς χαρὰν πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ κυρίου κατὰ τὸ γεγραμμένον, καὶ ἁπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως ἀπόλαυσιν ἄφθαρτον ἐπιθυμητὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν, οὗτος γέγονεν ἅλας μωρόν, οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους, οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη καὶ τῶν θεϊκῶν δωρεῶν οὐκ ἀπέλαυσε. μυστήρια θεῖα δι' ἐνεργείας τοῦ πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ. διὰ τοῦτο γὰρ ξένος τοῦ κόσμου γεγένηταί τις, ἵνα εἰς ἕτερον κόσμον καὶ αἰῶνα τῷ φρονήματι μετέλθῃ ἡ ψυχὴ αὐτοῦ κατὰ τὸν ἀπόστολον· ἡμῶν γὰρ φησὶ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ πάλιν· «ἐπὶ γῆς περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα». Δεῖ τοίνυν τὸν ἀποταξάμενον τῷ κόσμῳ τούτῳ βεβαίως πιστεῦσαι, ὅτι χρὴ εἰς ἕτερον αἰῶνα τῷ φρονήματι ἀπὸ τοῦ νῦν διὰ τοῦ πνεύματος μεταβῆναι, κἀκεῖ πολιτεύεσθαι καὶ τρυφᾶν καὶ ἀπολαύειν πνευματικῶν ἀγαθῶν καὶ τὸν ἔσω ἄνθρωπον ἐκ πνεύματος γεννηθῆναι, καθὼς ὁ κύριος εἶπεν· «ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν»· ἐπειδὴ ἔστιν ἄλλος θάνατος παρὰ τὸν φαινόμενον καὶ ἄλλη ζωὴ παρὰ τὴν φαινομένην. λέγει γὰρ ἡ γραφὴ ὅτι «ἡ σπαταλῶσα ζῶσα τέθνηκεν», καί· «ἄφετε τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς»· ὅτι «οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε». Ὥσπερ γὰρ ὁ ἥλιος ἀνατείλας ἐπὶ τὴν γῆν ὅλος ἐν τῇ γῇ ἐστιν, ἐπὰν δὲ πρὸς δυσμὰς γένηται, πάσας αὐτοῦ τὰς ἀκτῖνας συνάγει πορευόμενος ἐν τῷ ἑαυτοῦ οἴκῳ, οὕτως καὶ ψυχὴ ἡ μὴ ἄνωθεν ἐκ τοῦ πνεύματος ἀναγεννηθεῖσα ὅλη ἐν τῇ γῇ ἐστι τοῖς λογισμοῖς αὐτῆς καὶ τῷ φρονήματι ἐπὶ γῆς ἐκτεινομένη ἕως τῶν περάτων αὐτῆς. ἐπὰν δὲ καταξιωθῇ τὴν ἐπουράνιον λαβεῖν τοῦ πνεύματος γέννησιν καὶ κοινωνίαν, πάντας αὐτῆς τοὺς λογισμοὺς συνάγουσα καὶ μεθ' ἑαυτῆς ἔχουσα εἰσέρχεται πρὸς τὸν κύριον εἰς τὸ ἐξ οὐρανοῦ ἀχειροποίητον κατοικητήριον, καὶ πάντες οἱ λογισμοὶ αὐτῆς οὐράνιοι καὶ καθαροὶ καὶ ἅγιοι γίγνονται, χωροῦντες εἰς ἀέρα θεϊκόν. ῥυσθεῖσα γὰρ ἡ ψυχὴ ἐκ τῆς φυλακῆς τοῦ σκότους, τοῦ πονηροῦ ἄρχοντος τοῦ πνεύματος τοῦ κόσμου, εὑρίσκει λογισμοὺς καθαροὺς καὶ θείους, ὅτι εὐδόκησεν ὁ θεὸς τὸν ἄνθρωπον ποιῆσαι «θείας φύσεως κοινωνόν». Εἰ οὖν ἀναχωρήσεις πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ προσκαρτερεῖς τῇ εὐχῇ σου, οὐ μᾶλλον τὸν κάματον τοῦτον ἀναπαύσεως μεστὸν ἡγήσῃ, καὶ τὴν ὀλίγην θλῖψιν καὶ τὸν πόνον χαρᾶς καὶ ἀνέσεως ἀνάπλεων νομίσεις μεγίστης; εἰ γὰρ καὶ τὸ σῶμά σου καὶ ἡ ψυχή σου καταδεδαπάνητο κατὰ πᾶσαν ὥραν ἐν ὅλῳ τῷ βίῳ διὰ τηλικαῦτα ἀγαθά, τί τοῦτο ἦν; ὢ τῆς ἀρρήτου εὐσπλαγχνίας τοῦ θεοῦ, ὅτι δωρεὰν ἑαυτὸν χαρίζεται τοῖς πιστεύουσιν ἐν ὀλίγῳ καιρῷ θεὸν κληρονομῆσαι, καὶ θεὸν οἰκῆσαι ἐν σώματι ἀνθρώπου καὶ ἔχειν τὸν κύριον οἰκίαν καλὴν τὸν ἄνθρωπον. ὥσπερ γὰρ ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν εἰς τὸ κατοικῆσαι τὸν ἄνθρωπον, οὕτως καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἔκτισεν εἰς ἰδίαν οἰκίαν, εἰς τὸ ἐνοικῆσαι καὶ ἀναπαῆναι ὡς ἐν ἰδίῳ οἴκῳ τῷ σώματι, ἔχων νύμφην καλὴν τὴν ἐράσμιον ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ πεποιημένην. ἡρμοσάμην γὰρ ὑμᾶς φησιν ὁ ἀπόστολος ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ πάλιν· οὗ οἶκός ἐσμεν ἡμεῖς. ὥσπερ γὰρ ὁ ἀνὴρ ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ σπουδῆς πάντα τὰ ἀγαθὰ ἀποθησαυρίζει, οὕτω καὶ ὁ κύριος ἐν τῷ οἴκῳ αὐτοῦ, τῇ ψυχῇ καὶ τῷ σώματι, ἀποτίθεται καὶ θησαυρίζει τὸν πλοῦτον τοῦ πνεύματος τὸν οὐράνιον. Οὔτε δὲ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ ἁγίου πνεύματος ἀποκαλύπτεται ἡ κατάληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ' ἐνταῦθα θεώρει καὶ διάκρινον καὶ σύνες, πῶς. ἄκουσον. οὗτος θεός, αὕτη οὐ θεός. οὗτος κύριος, αὕτη δούλη. οὗτος κτίστης, αὕτη κτίσμα. οὗτος ποιητής, αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ φύσεως καὶ αὐτῆς τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ εὐδόκησεν εἰς τοῦτο τὸ ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ἔργον ἐνοικῆσαι, ὥς φησιν ἡ γραφή· εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων, εἰς τὴν αὐτοῦ σοφίαν καὶ κοινωνίαν, εἰς ἴδιον κατοικητήριον, εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην. Τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ κυρίου εἰς ἡμᾶς γεγενημένης, μὴ ἀμελήσωμεν, ὢ τέκνα, μήτε ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἐπιδοῦναι. παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς ἀτιμίας, καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀναλάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, καὶ οὕτως ἀξιωθῶμεν τῆς κοινωνίας τοῦ πνεύματος, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν. 50 ΟΜΙΛΙΑ Ν. Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις. καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη. καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι. ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα. Ὁ Δαβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς Δαβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην· οὐ γὰρ Δαβὶδ ἠδύνατο, ἀσθενὴς ὢν τῷ σώματι. Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ' ὅτε ὁ θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ' ἑαυτῶν κατέπεσε. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ κύριος· «ἄπελθε εἰς πόλεμον». ἀπεκρίθη Ἰησοῦς· «ζῇ κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ». καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; ἡ φύσις αὐτοῦ μόνη ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν θεόν, ἐπάτει τὸν Ἀμαλήκ· εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ Ἀμαλὴκ περιεγίνετο. Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων. ἀνάλαβε οὖν εἰς ἑαυτὸν ταῦτα. ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμοὺς εἰς τὸν οὐρανόν, καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς. καὶ ὥσπερ εἰς Ἰεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως θεοῦ. οὕτως ἐν τῇ σκιᾷ θεοῦ δύναμις ἀδιαλείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά, καὶ ἔσωθεν δὲ ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις. ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ. οὐ γὰρ πάντοτε ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ ἐν αὐτοῖς πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν. Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα τὸ ἅγιον, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὸν σταυρόν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος. ἐκχεῶ γάρ φησιν ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. τοῦτό ἐστιν ὃ εἶπεν αὐτὸς ὁ κύριος ὅτι «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος». «πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει». «εἰ» γάρ φησιν «ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν», δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν ἀπόστολον. Τὰ οὖν τοιαῦτα μέτρῳ καὶ χρόνῳ καὶ κόπῳ πολλῷ καὶ ὑπομονῇ καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, «γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς», κατὰ τὸ εἰρημένον, διὰ «καλοῦ τε καὶ κακοῦ», δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν καὶ πολυτρόπων περιστάσεων καὶ ἐνεδρῶν τῆς κακίας, ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ πνεύματος. ὁ γὰρ γνωρίζων τὴν ἐπιβουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων ἀκμὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ θεοῦ χάριτος καὶ εἰρήνης. καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ κυρίου καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ πνεύματος. ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ. ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ. ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξερριζώθη ἡ ἁμαρτία. τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. Διὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν συνετώτεροι γένησθε ἐν κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note