Sermo 28 recensio expletior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
160.1
Ἡγοῦμαι κἀμοὶ νῦν ἁρμόζειν τὰ τοῦ προφήτου φάσκειν, ὅτι «ἐκαρτέρησα ὡς ἡ τίκτουσα», ἀεὶ ὀρεγόμενος τῆς ἐν σοὶ τοῦ ἁγίου πνεύματος προκοπῆς, οὐ λόγῳ καὶ σκιαῖς εὑρισκομένης ἀλλ' ἐνεργείᾳ «ἀληθείας» καὶ «δυνάμει θεοῦ» ἐπιτελουμένης κατ' αὐτὴν τὴν τοῦ δεσπότου ἀπόφασιν, ὅτι ἡ βασιλεία οὐκ «ἐν λόγῳ» «ἀλλ' ἐν» ἔργῳ καὶ «δυνάμει», καὶ πάλιν· «ἡ βασιλεία» «ἐντὸς ὑμῶν ἐστιν». οἱ μὲν γὰρ ἐν σχήματι τὸν Χριστὸν φιλοσοφοῦσιν, ἄλλοι δὲ καὶ ἐν λόγῳ, ἕτεροι δὲ καὶ ἐν αὐτῷ τῷ ἔργῳ, οἱ γὰρ «ἐν δυνάμει θεοῦ» λίαν σπάνιοι. εἰσὶ δὲ οὗτοι, ἐφ' οὓς τὸ «πνεῦμα» τὸ «ἅγιον ἐπελεύσεται» καὶ «δύναμις ὑψίστου ἐπισκιάσει». εἰκὸς γὰρ πᾶσαν ψυχὴν ἀποδιδράσκουσαν μὲν τὴν ἐκ τῆς δοθείσης καταδίκης τῇ Εὔᾳ λύπην, μεταδιώκουσαν δὲ τὴν χαρὰν τῆς Μαρίας παρθενευθῆναι ἀμώμως καὶ ἀμέμπτως τῷ ἀχράντῳ νυμφίῳ Χριστῷ 162 ὥσπερ γὰρ διὰ τοῦ χοϊκοῦ φρονήματος καὶ τῶν σαρκικῶν παθῶν ἐπιγινώσκομεν ἑαυτοὺς υἱοὺς τῆς Εὔας καὶ τοῦ Ἀδάμ, οὕτως ἡμᾶς χρὴ ἐπιγνῶναι τὴν υἱοθεσίαν διὰ τοῦ ἐπουρανίου φρονήματος καὶ τῶν παθῶν τοῦ Χριστοῦ. «ἑαυτοὺς» γὰρ «πειράζετε», «ἑαυτοὺς δοκιμάζετε», «εἰ ἐστὲ ἐν τῇ πίστει», εἰ «Ἰησοῦς Χριστὸς» οἰκεῖ «ἐν ὑμῖν». εἰ γὰρ φοροῦντες «τὴν εἰκόνα τοῦ χοϊκοῦ» ᾐσθανόμεθα τῆς ἐνεργείας τῶν πονηρῶν καὶ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, πόσῳ μᾶλλον ἡμᾶς χρὴ φορέσαντες «τὴν εἰκόνα τοῦ ἐπουρανίου» αἰσθάνεσθαι τῆς ἐνεργείας τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος. γινωσκέτω οὖν ἡ φρονίμη παρθένος, ὅτι οὕτως ὀφείλει ἔχειν ἐν ἑαυτῇ τὸν Χριστὸν καθάπερ καὶ ἡ Μαρία, καὶ ὡς ἐκείνη ἐν τῇ γαστρί, σὺ ἐν τῇ καρδίᾳ, καὶ τότε δυνήσῃ συνετῶς ψάλλειν καὶ λέγειν· «διὰ τὸν φόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». οὕτω καὶ ὁ Ἐκκλησιαστὴς εἴρηκεν· ὅτι «ὡς ὀστᾶ κυοφορούσης» οὕτως «ἡ ὁδὸς τοῦ πνεύματος». εἰ οὖν ἔχεις «τὸν θησαυρὸν τοῦτον» ἐν τῷ ὀστρακίνῳ σου σκεύει, εἰ «ὁ εἰπών· ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν» ἐν τῇ καρδίᾳ σου «πρὸς φωτισμὸν τῆς γνώσεως» τοῦ εὐαγγελίου, εἰ «εἰρήνη τοῦ θεοῦ» βραβεύει ἐν τῇ καρδίᾳ σου ἀδιαλείπτως, εἰ διώξας κατείληφας τὴν «εἰρήνην» σὺν τῷ ἁγιασμῷ, εἰ «εἰς τὸν ἔσω» σου «ἄνθρωπον» κατῴκησεν ὁ Χριστός, εἰ «ὁ πατὴρ» σὺν τῷ μονογενεῖ αὐτοῦ ἐποίησε «μονὴν» παρὰ σοί, εἰ κατηξιώθης τοῦ μακαρισμοῦ διὰ τῆς ἐν καρδίᾳ καθαρότητος, εἰ ἐγένου «ναὸς θεοῦ» «καὶ τὸ πνεῦμα» αὐτοῦ ᾤκησεν ἐν σοί, εἰ «ἐν πληροφορίᾳ πίστεως» ἐρραντισμένην ἔχεις τὴν καρδίαν «ἀπὸ συνειδήσεως πονηρᾶς», εἰ «ὁ θεὸς τῆς εἰρήνης» ἡγίασέν σε ὁλοτελῆ «καὶ ὁλόκληρόν» σου «τὸ πνεῦμα» καὶ τὴν ψυχὴν «καὶ τὸ σῶμα ἀμέμπτως», εἰ 164 εἶ παρθένος φρονίμη ἔχουσα τὴν λαμπάδα καὶ τὸ ἔλαιον ἐν τῷ ἀγγείῳ, εἰ οἶδας, τί ἐστιν· «αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι», εἰ ἐνεδύσω τὸ «ἔνδυμα» τοῦ «γάμου», εἰ τούτων πάντων διὰ τῆς ἐν καρδίᾳ ἐνεργείας πεῖραν ἔλαβες, δυνήσῃ ἀξίως νυμφευθῆναι τῷ ἐπουρανίῳ νυμφίῳ, εἰ δὲ μήγε, κἂν ἐγὼ σιωπήσω, «οἱ λίθοι κεκράξονται».