Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 10 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Ὥσπερ ἐν τοῖς φαινομένοις οἱ διὰ πείρας καὶ χρόνων παρελθόντες τὸν
10.1.2
βίον οὔτε ὅταν λιμὸς γένηται, ἀπελπίζουσιν, ὡς ἤδη τοῦ κόσμου μέλλοντος
10.1.3
ἀπόλλυσθαι καὶ μηκέτι εὐφορίαν γίνεσθαι, οὔτε ἐπὰν πολυ καρπία γένηται, ὡς μηκέτι
10.1.4
λιμοῦ γινομένου οὕτω διάκεινται, ἀλλὰ πάντοτε προσδοκῶσιν, καὶ ἐν εὐφορίᾳ ἀφορίαν
10.1.5
καὶ ἐν ἀφορίᾳ εὐφορίαν, οἱ τοιοῦτοι ἴσοι καὶ οἱ αὐτοί εἰσινοὕτως ἐν τῷ πνευματικῷ καὶ
10.1.6
ἀοράτῳ κόσμῳ καὶ ἐν τῇ τῆς χάριτος τοῦ πνεύματος διαγωγῇ οἱ διὰ πείρας καὶ χρόνων
10.1.7
παιδευόμενοι οὔτε ἐπὰν θλίψει τῆς ἁμαρτίας οἱᾳδήποτε ἀπαντήσωσιν, ἀπελπίζουσιν ὡς
10.1.8
μηκέτι μέλλοντες τῆς χάριτος τυγ χάνειν, οὔτε ἐπὰν ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ τοῦ
10.1.9
πνεύματος γένων ται, ὑπτιοῦνται καὶ ἐπαίρονται ὡς μηκέτι θλίψεων ἐπερχομένων,
10.1.10
ἀλλά εἰσιν ἴσοι ἀεὶ ἐν τῇ αὐτότητι μένοντες, ἑαυτῶν μὴ ἐξιστάμενοι, τεθε μελιωμένοι,
10.1.11
ἑδραῖοι, ἔχοντες τὸν σκόπον τῆς τελειότητος καὶ τὴν ἐλευ θερίαν διὰ τοῦ πνεύματος τῆς
10.1.12
«υἱοθεσίας» προσδοκῶντες, ἥτις ἐστὶ τοῦ παλαιοῦ ἀνθρώπου παντελὴς ἀπολύτρωσις.
10.1.13
{{Μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους τοῦ σκό τους καὶ τὴν δεινὴν
10.1.14
νύκτα καὶ τοὺς αὐχμηροὺς καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, οἱ εἰσελθόντες εἰς
10.1.15
κατάπαυσιν καὶ χαράν.}}
10.2.1
{{Εἰσὶ δὲ ἄλλοι νεώτεροι φρόνιμοι, συνετοί, εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς
10.2.2
χάρις καὶ ἤδη ἄρχονται λαλεῖν λόγον καὶ ὁ λόγος αὐτῶν καλός ἐστιν, καὶ οἱ ἀκούοντες
10.2.3
φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν
10.2.4
καὶ τιμίους αὐτοὺς ἔχειν, ἐπειδὴ
10.2.5
λαλοῦσι λόγον θεοῦ. αὐτοὶ δὲ εἰ καὶ ἀπὸ χάριτος λαλοῦσιν, πλὴν τὸ κακὸν σύνεστι τῷ
10.2.6
νῷ καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνήδεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς
10.2.7
κενοδοξεῖν. ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσεται, οὕτως
10.2.8
ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ, καὶ εἰ ἀπὸ χάριτος
10.2.9
λαλεῖ καὶ ἀναγκάζεται ὑπό τινων κηρύττειν αὐτοῦ τὸν λόγον, αὐτὸς ὀφείλει
10.2.10
ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν,
10.2.11
ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωυσῆς, «ὁ θεράπων» τοῦ
10.2.12
κυρίου, ἀναγκαζόμενος λαλεῖν καὶ κηρύσ σειν τὸν λόγον τῷ Ἰσραήλ, παρῃτήσατο
10.2.13
λέγων· ὅτι οὔκ εἰμι «ἱκανὸς» λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο (ἐκαίετο γὰρ ἡ
10.2.14
καρδία αὐτοῦ «ὡς πῦρ») καὶ παρῃτήσατο εἰπών· ὅτι «νεώτερός» εἰμι, καὶ οὐ δύναμαι,
10.2.15
ἵνα μὴ διὰ τοῦ προφητεύειν δόξαν καὶ ἔπαινον ἀπενέγκωμαι. καὶ Παῦλος· «εἰ μὲν ἑκὼν
10.2.16
τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι». ὥσπερ οὖν ἐν τοῖς
10.2.17
φαινομένοις ὁ ἀρχιτέκτων ἔργον τι ποιεῖ καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων
10.2.18
σκεύη εἰς πῦρ καὶ ποιῶν ἔργον, ὡσαύτως καὶ ὁ οἰκοδομῶν ἔργον τι ἀποτελεῖ, οὕτω καὶ
10.2.19
οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλῶσι καὶ
10.2.20
«δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων», ἀλλ' ἵνα ὁ λόγος αὐτῶν ἔργον τι ἀποτελέσῃ· οὐ γὰρ
10.2.21
ἁπλῶς λόγον κοῦφον καὶ ἀνωφελῆ λαλοῦσιν, ἀλλ' ὠφελοῦσι ψυχὰς καὶ βεβαρημένον
10.2.22
νοῦν καὶ καταπεπον τισμένον εἰς τὰ κακὰ φωτίζουσι καὶ ὁδηγοῦσι καὶ μεταβάλλουσιν
10.2.23
εἰς «ἤθη χρηστὰ» καὶ τρόπους ἀγαθοὺς καὶ παρασκευάζουσιν αὐτοὺς ἀπ ελθεῖν «εἰς τὴν
10.2.24
ζωήν». εἰσὶν οὖν πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ
10.2.25
φιλαργυρία, ἵνα ὥσπερ ἀντιτάσσεταί τις τῇ ἡδονῇ ἐν τοῖς λογισμοῖς, οὕτω καὶ τῇ
10.2.26
φιλαργυρίᾳ· συμβαίνει γὰρ ὅτι ἔξωθέν ἐστι πτωχὸς καὶ ἀκτήμων καὶ ἔσωθεν συνήδεται
10.2.27
τῷ πλού τῳ καί ἐστι φίλος πλουσίων, καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ
10.2.28
χρήματα ἐκτρέπεται. ζητῶ οὖν τρόπον ἀφιλάργυρον, ἵνα καὶ ἐὰν συμβῇ αὐτὸν ἐμπεσεῖν
10.2.29
εἰς πλοῦτον, τότε μάλιστα ἀηδισθῇ, μισήσῃ, φύγῃ ὡς ἀπὸ πυρός. μετὰ ταῦτά εἰσιν ἄλλα
10.2.30
ὀχυρώματα τῆς κενο δοξίας καὶ τῆς τυφώσεως, ἵνα τις δυνηθῇ τούτους τοὺς φραγμοὺς
10.2.31
καὶ τὰ μεσότοιχα διαρρῆξαι, ἵνα ἔχῃ πόνον ἐν τῇ ψυχῇ, δάκρυα, πεῖναν, δίψαν.}}
10.3.1
Συμβαίνει γὰρ ὅτι εἰσί τινες ἀποταξάμενοι, ἀκτήμονες, νηστεύον τες, καὶ
10.3.2
ὡς βίᾳ αὐτὰ ποιοῦντες μεγάλα ἡγοῦνται, καὶ τοῖς δοξάζουσιν αὐτοὺς καὶ ἐπαινοῦσι
10.3.3
συνήδονται· εἰσὶ δὲ ἄλλοι οἱ διὰ τῆς τοῦ κυρίου παρακλήσεως συνηδόμενοι καὶ
10.3.4
ἀναπαυόμενοι ἐν τῇ πενίᾳ καὶ ἐν τῇ κακουχίᾳ (μᾶλλον καὶ τοῦ πλουτοῦντος καὶ
10.3.5
τρυφῶντος καὶ ἀναπαυομένου ἐν τοῖς σαρκικοῖς), καὶ ἐὰν ἀναγκάσῃς αὐτοὺς
10.3.6
ἀναχωρῆσαι ἀπὸ τῆς κακουχίας, θλίβονται, ὡς πλούσιον ἐν τοῖς φαινομένοις ἐὰν
10.3.7
ἀναγκάσῃς πτωχεῦσαι, θλίβεται. ὃν δὲ λέγομεν πόνον, πεῖναν καὶ δίψαν, οὔκ εἰσι μό
10.3.8
νον ἀπὸ φύσεως προσγινόμενα, ἀλλὰ τῷ πλείστῳ μέρει ἀπὸ θείας δυνά μεως. καὶ οἱ
10.3.9
εἰσελθόντες εἰς τὴν σαγήνην τῆς χάριτος οὗτοι δύνανται ἔχειν τὸν πόνον καὶ φόβον,
10.3.10
τὴν πεῖναν καὶ τὴν δίψαν, ἄνευ δὲ τῆς θείας χάριτος οὐ δύνανται ἔχειν τὸν πόνον καὶ
10.3.11
φόβον· οἱ γὰρ ταῦτα κεκτημένοι εἰσῆλθαν εἰς τὴν σαγήνην τῆς χάριτος. πλὴν πολλοὶ
10.3.12
εἰσέρχονται εἰς τὴν σαγήνην καὶ οἱ μὲν συμφωνοῦντες τῇ χάριτι ἐξειλοῦσι καὶ εἰσέρ
10.3.13
χονται εἰς τὴν ζωήν, οἱ δὲ ἐκτρέπονται καὶ ἀπέρχονται εἰς ἀπώλειαν. οὐκ ἔστι δὲ ἓν
10.3.14
σχῆμα καὶ εἷς τρόπος τῆς χάριτος. οἱ μὲν γάρ εἰσιν ἐν πόνῳ, οἱ δὲ ἐν πείνῃ καὶ δίψῃ,
10.3.15
ἄλλοι «ἐν φόβῳ καὶ ἐν τρόμῳ», καὶ ἄλλοι εἰσὶ πάντοτε ἐν τῇ χάριτι ἀναπαυόμενοι, ἐν
10.3.16
ἀγάπῃ καὶ χαρᾷ καὶ ἀγαλλιάσει, ὁμοίως καὶ ἐν τρόμῳ· «δουλεύσατε» (γάρ φησιν) «τῷ
10.3.17
κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ». πλὴν ὁ καιρὸς οὗτος πέν θους ἐστὶ καὶ
10.3.18
δακρύων, ἐκεῖνος ὁ αἰὼν γέλωτος καὶ χαρᾶς· ὁ καιρὸς οὗτος σταυροῦ καὶ θανάτου, ὁ
10.3.19
καιρὸς ἐκεῖνος ἀπολυτρώσεως καὶ τρυ φῆς ἀρρήτου· ὁ καιρὸς οὗτος τῆς στενῆς καὶ
10.3.20
τεθλιμμένης ὁδοῦ, ὁ
10.3.21
καιρὸς ἐκεῖνος ἀναπαύσεως καὶ εἰρήνης. ὅμως δὲ ὁ ἀρραβὼν
10.3.22
«τοῦ πνεύματος» καὶ ἡ παράκλησις σύνεστιν «ἐν τῷ νῦν αἰῶνι» τοῖς θλιβο μένοις, ἡ δὲ
10.3.23
τελεία ἀνάπαυσις καὶ ἀνταπόδοσις ἐκεῖθέν ἐστιν «ἐν τῷ μέλλοντι» αἰῶνι. εὑρίσκεις δὲ
10.3.24
ἀποταξαμένους νοσερὰν ψυχὴν ἔχοντας τὸν νοῦν αὐτῶν νόσον ὡς ἐν μετεώρῳ εἰσὶ
10.3.25
κεχαυνωμένοι, ῥεμβόμενοι. χρὴ δὲ αὐτῶν τὸν νοῦν καὶ «τὸν ἔσω ἄνθρωπον» γενναῖον
10.3.26
εἶναι, θαρ σηρὰν ἔχειν καρδίαν, τὸν λογισμὸν καὶ τὴν προαίρεσιν ἀνδρείαν καὶ
10.3.27
γενναίαν, ἵνα λάβῃ ὅπλα πολέμου καὶ τεθαρρηκὼς κατέλθῃ εἰς πόλε μον καὶ ἀνδρίσηται
10.3.28
καὶ ποιήσῃ ἐκεῖ ἀγῶνα, ἵνα ἔχῃ τόνον καὶ ἀθλη τικὸν νοῦν. ταῦτα δὲ ἐν τῷ ἔσω
10.3.29
ἀνθρώπῳ ἐπιτελεῖται· ψυχῆς γάρ ἐστι κινήματα, ζῶσαν ἵνα ἔχῃ καρδίαν. πολλοὶ γάρ
10.3.30
εἰσιν ἔξωθεν ἔχοντες τὸ σχῆμα καὶ ὁ νοῦς αὐτῶν ἐξυδαρωμένος, ἀνόστως ῥεμβόμενος.
10.3.31
δεῖ γὰρ κτήσασθαι καρδίαν καινήν, νοῦν ἐπουράνιον ἐν τῷ ἔσω ἀν θρώπῳ, ψυχὴν θείαν
10.3.32
ἐν τῇ ψυχῇ, σῶμα ἐν σώματι, ἵνα γένηται δι πλοῦς ὁ ἄνθρωπος. ἐπίστευσας ἐπιστεύθης,
10.3.33
ἠγάπησας ἠγαπήθης, ἐπέγνως ἐπεγνώσθης· προσλαμβάνει γὰρ ὁ ἄνθρωπος ξένα τινὰ
10.3.34
τῆς φύσεως αὐτοῦ, ἐπουράνια, καὶ γίνεται διπλοῦς.

Intertext edge

Open linked passage

Note