Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι
11.1.2
λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν,
11.1.3
οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτην ται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ συνείδησιν οἴδασι καὶ
11.1.4
τὰ νομίσματα δοκιμάσαι καὶ τὰ παραχαράξιμα.
11.1.5
Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις
11.1.6
λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν
11.1.7
κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν
11.1.8
τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε
11.1.9
ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ
11.1.10
καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε
11.1.11
ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν,
11.1.12
ἀλλὰ καὶ ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν. οὕτω καὶ σὺ ἔχεις
11.1.13
τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει
11.1.14
σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστίν, περὶ ἐκείνου μοι
11.1.15
μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι
11.1.16
ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει
11.1.17
ὀστέων νεκρῶν.
11.1.18
βλέπεις πράγματα ἔνδοξα ὡς ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου
11.1.19
πνευματικῶς οἰκοδόμησον καὶ πάν τοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις
11.1.20
θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί
11.1.21
σου. τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε
11.1.22
ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ
11.1.23
εὐχή, ἀλλὰ πάντοτε τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον τῶν μεγάλων καὶ
11.1.24
τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, πάντοτε εὔχονται τῷ κυρίῳ. εἴ
11.1.25
τις οὖν λέγει· ὅτε μὲν κλίνω τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντ ειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε
11.1.26
δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει
11.1.27
διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει θέλημα τοῦ ἀντιπράττειν καὶ
11.1.28
ἀντ αγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε
11.1.29
ἕτερόν τι ποιεῖ. ὅπου γὰρ δέδεται ὁ νοῦς, ἐκεῖνο αὐτοῦ ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ
11.1.30
ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν («ᾧ γάρ τις ἥττηται,
11.1.31
τούτῳ καὶ δεδούλω ται»), εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ τῇ παραθύρῳ πάλιν εἰσέλθῃς
11.1.32
εἰς τὸν κόσμον, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοι νωνῆσαι τῷ
11.1.33
ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν «ἐκ τοῦ κόσμου»;
11.1.34
εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ
11.1.35
λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ
11.1.36
γίνῃ τέκνον «θεοῦ», τί ὠφέλησας ἀποταξάμενος; ἐγένου «ἅλας» μωρὸν καὶ οὔτε τὰ
11.1.37
τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευμα τικὰ ἐκληρώσω·
11.1.38
λοιπὸν οὐδαμοῦ προχωρεῖς.
11.2.1
Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ
11.2.2
οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν
11.2.3
κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκότει ἐστίν, οὕτως ἐὰν
11.2.4
μικρὸς καπνὸς ἢ ὀμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ,
11.2.5
ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ
11.2.6
γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς καρδίας ἐργαζομένη ὑπὸ τοῦ
11.2.7
πνεύ ματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἵνα ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ὄρει
11.2.8
κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλὴν καὶ πλοῦτον καὶ θησαυρούς, καὶ
11.2.9
ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητι κοί, λοιπὸν δὲ ἡ ὁδός, δι' ἧς διέρχεταί τις ἐπὶ
11.2.10
τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνος ἀνθρώπου, καὶ ᾖ ἐκ
11.2.11
δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ὀλίγον ἐὰν ἐκτραπῇ
11.2.12
ὁ ποὺς τῆς στενῆς ἀτράπου καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις
11.2.13
ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει ἐστὶ
11.2.14
καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ
11.2.15
ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος μέγα πυρὸς τῶν
11.2.16
ἀκαθάρτων πνευμάτων. ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς
11.2.17
τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μεστὴν
11.2.18
ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται σὺν
11.2.19
τῷ κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.