Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 12 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Ἐρώτησις. Τίνος λόγου ἕνεκεν ἀνακαινιζομένου τοῦ ἀνθρώπου οὐ
12.1.2
παντελῶς ἀλλάσσεται ἡ ἀρχαία ἕξις; συμβαίνει γάρ τινα εἶναι ἁπλου στέρως
12.1.3
φθεγγόμενον ὀξυτέραν ἔχοντα κίνησιν, καὶ μετὰ τὴν χάριν παραμένει ταῦτα.
12.1.4
Ἀπόκρισις. Κατὰ παραχώρησιν καὶ οἰκονομίαν τῆς πίστεως γίνε ται. καὶ γὰρ οἱ
12.1.5
ἀπόστολοι «εἰς ἣν δ' ἂν πόλιν» εἰσήρχοντο, δυνάμεις ἐποίουν μεγάλας, εἰς τοσοῦτον
12.1.6
ὅτι καὶ αἱ σκιαὶ αὐτῶν πάθη ἀπήλαυνον, καὶ νεκροὺς ἤγειραν. εἰ συνέβαινεν οὖν ἐν
12.1.7
ἐκείνῃ τῇ πόλει ἀποθνῄσκειν τινά, ἡ συνοῦσα αὐτοῖς χάρις ἡ ἐγείρασα τὸν νεκρὸν οὐκ
12.1.8
ἠδύνατο ὅλους ἐγεῖραι τοὺς νεκρούς; ὁμοίως καὶ κακούμενοι ποικίλαις νόσοις
12.1.9
προσήρχοντο, οἱ μὲν ἰάσεως ἐτύγχανον, οἷς δὲ οὐκ ἐπέτρεπεν ἡ χάρις, ἴασιν οὐ
12.1.10
παρεῖχον. οὐ πάντα οὖν ὅσα ἤθελον ἐποίουν. ὁμοίως ὁ Παῦ λος, ὅτε ἐχαλάσθη «ἐν
12.1.11
σαργάνῃ» ὁ θεοφόρος, οὐκ ἠδύνατο διὰ τῆς συνούσης αὐτῷ δυνάμεως διαρρῆξαι τὸ
12.1.12
τεῖχος ἢ λόγῳ εἰπεῖν· δὸς τόπον; ἀλλ' οὐκ ἐγένετο τοῦτο, ἵνα φανῇ καὶ ἡ προαίρεσις
12.1.13
τῶν πιστευ όντων καὶ ἡ φυσικὴ ἀσθένεια. οὐ πάντες οὖν ἐπετύγχανον, ἵνα πρό δηλοι
12.1.14
γένωνται οἱ κακίαν αἱρούμενοι καὶ οἱ ἀγαθοὶ εἶναι θέλοντες.
12.1.15
τῷ κυρίῳ ἔλεγον οἱ
12.1.16
Φαρισαῖοι· κάτελθε ἐκ «τοῦ σταυροῦ», καὶ οὐ κατῆλθεν. ἡ γὰρ κατ' οἰκονομίαν
12.1.17
ἀσθένεια δοκιμάζει τοὺς ἑδραίους
12.1.18
βουλομένους εἶναι πρὸς τὴν πίστιν, εἰ
12.1.19
«ἀμετακίνητοί» εἰσιν, εἰ ἀπὸ τῶν ὀλίγων κατορθωμάτων καὶ εἰς τὰ ἀσθενέστερα οὐ
12.1.20
σκανδαλίζονται. διὰ τί; «τότε» δύνανται «ὅτε» ἀσθενοῦσιν. ὁ γὰρ Χριστιανισμὸς λίθος
12.1.21
ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου». οὕτω καὶ οἱ ἐν χάριτι ὄντες σύνεστιν
12.1.22
αὐτοῖς θησαυρὸς καὶ ἀνάπαυσις καὶ ὅμως ἐν καιρῷ ὑποστέλλει πρὸς τὸ δοκιμασθῆναι
12.1.23
καὶ πολεμηθῆναι.
12.2.1
Ἐρώτησις. Διὰ τί ἐν τῷ αὐτῷ σκεύει τοῦ σώματος ἐνεργούσης τῆς χάριτος
12.2.2
πάλιν ἐνεργεῖ καὶ ἡ ἁμαρτία; Ἀπόκρισις. Πρῶτον μὲν ὁ γευσάμενος χάριτος ἀνέψυξεν
12.2.3
αὐτοῦ ἡ ψυχὴ καὶ ἀνεπάη ἀναπαύσει ἐπουρανίῳ ξένῃ τοῦ αἰῶνος τούτου, ἵνα τὴν
12.2.4
γλυκύτητα τοῦ ἀγαθοῦ πείρᾳ γνῷ. ἔπειτα ἐὰν ὀλίγον μετεωρισθῇ ἢ ὁμιλῇ ὁ νοῦς ἢ
12.2.5
ἄλλο τι ποιῇ, πάλιν πληροῦται τῆς ἁμαρτίας, ἵνα θλιβῇ καὶ πείρᾳ μάθῃ τὴν πικρότητα
12.2.6
αὐτῆς, καὶ τότε ὀξέως καταφύγῃ ζητῶν ἐκείνην τὴν ἄρρητον παράκλησιν καὶ
12.2.7
ἀνάπαυσιν. καὶ πάλιν ἐπιτυγχάνει καὶ ἀναψύξας καὶ ἀναπαεὶς ὀλίγον, πάλιν ἐὰν
12.2.8
ἀμελήσῃ, νομὴν εὑρίσκει ἡ κακία καὶ θλίβει πικρῶς τὸν ἄνθρωπον παραχωρού σης τῆς
12.2.9
χάριτος, ἵνα πείρᾳ γνῷ τὴν ταύτης ἡδύτητα καὶ ἀνάπαυσιν καὶ παράκλησιν καὶ τὴν
12.2.10
πικρίαν καὶ ὀδύνην καὶ θλῖψιν τῆς ἁμαρτίας, ἵνα σπουδαιοτέρως αὐτὴν (εἴγε βούλεται
12.2.11
σωθῆναι) φύγῃ καὶ προσ κολληθῇ ὅλος ἐξ ὅλου τῇ χάριτι, ἀποδιδοὺς ἑαυτὸν πάντοτε
12.2.12
καὶ ἀναρ τῶν τῷ κυρίῳ, ἵνα τῇ ἐκείνης πικρότητι καὶ αἰσχρότητι καὶ θλίψει ἐπιθυμητὴ
12.2.13
μᾶλλον καὶ ἐπιπόθητος γένηται ἡ τῆς χάριτος γλυκύτης καὶ ἀντίληψις καὶ ἀνάπαυσις
12.2.14
καὶ ἀγαλλίασις, ἵνα αὐτῇ πείρᾳ τῶν δύο φύσεων τῆς ἁμαρτίας τὴν πικρίαν καὶ τῆς
12.2.15
χάριτος τὴν γλυκύτητα ἡ ψυχὴ γευσαμένη πλεονάκις αἰσθητικωτέρα γένηται καὶ
12.2.16
νηπτικωτέρα
12.2.17
εἰς τὸ παντελῶς φυγεῖν τὴν κακίαν καὶ προσκολληθῆναι ὅλη ἐξ ὅλου
12.2.18
τῷ κυρίῳ, ἕως οὗ γένηται μετ' αὐτοῦ εἰς «ἓν πνεῦμα». εἰ γὰρ ἦν πάντοτε ἡ γλυκύτης
12.2.19
καὶ ἡ ἀνάπαυσις καὶ ἡ χαρὰ τῇ ψυχῇ, οὐκ ἐγί νωσκε τὴν διαφοράν, οὐκ ᾔδει τί κέκτηται
12.2.20
καὶ ἀμελεστέρα ἐγίνετο, τὴν ὑπερβολὴν τοῦ ἀγαθοῦ ἠγνόει καὶ τὴν ὑπερβολὴν «τῆς
12.2.21
χρηστό τητος» τοῦ κυρίου καὶ τὴν ἀπόλαυσιν οὐκ ἠπίστατο, κἂν ἐκέκτητο αὐτὰ οὐκ
12.2.22
ᾔδει τί κέκτηται, καὶ τὴν ὑπερβολὴν τῆς πικρίας καὶ δει νότητα τῆς ἁμαρτίας οὐκ ᾔδει
12.2.23
καὶ τὴν πονηρίαν αὐτῆς οὐκ ἠπίστατο. ἀλλ' οὕτως ἡ σοφία ἡ ἄρρητος τοῦ θεοῦ
12.2.24
οἰκονομεῖ τὰ πράγματα, ἵνα καὶ τὸ ἴδιον ἀγαθὸν τῇ πείρᾳ γνωσθῇ συγκρίσει καὶ
12.2.25
παραθέσει τῆς πικρίας τοῦ πονηροῦ, καὶ αὐτὴ ἡ ψυχὴ κατὰ δύο τρόπους τὴν ὠφέ λειαν
12.2.26
δέξηται· ἐν τῷ πεῖραν λαμβάνουσαν τῆς πικρίας καὶ θλίψεως τῆς ἁμαρτίας γεγευμένην
12.2.27
τῆς χρηστότητος τοῦ κυρίου. καὶ φεύγειν παντὶ σθένει τὸ πονηρὸν θέλει καὶ σπουδαία
12.2.28
εἶναι ἀεὶ καὶ εὔτονος εἰς τὸ ἀγαθὸν καὶ μὴ νηπία καὶ ἄπειρος καὶ ἄγνωστος τοῦ τε
12.2.29
καλοῦ καὶ τοῦ κακοῦ, ἀλλ' ἔχει τελείαν τῶν ἀμφοτέρων πείρᾳ καὶ ἐνεργείᾳ καὶ
12.2.30
αἰσθήσει τὴν γνῶσιν, καὶ οὕτω παιδευθεῖσα καὶ τέλειον δρόμον δραμοῦσα διὰ τῆς
12.2.31
πολλῆς τῆς ἐπὶ τὸ ἀγαθὸν σπουδῆς καὶ ἐπιθυμίας
12.2.32
τελείως «τὰ αἰσθητήρια
12.2.33
γεγυμνασμένα» ἔχουσα (κατὰ τὸ εἰρημένον) «πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ» τέλειον
12.2.34
καὶ «τὸν στέφανον» ἀπο λήψεται καὶ «εἰς μέτρον ἡλικίας» πνευματικῆς ἐλθοῦσα τῆς
12.2.35
βασιλείας κληρονόμος κατασταθήσεται. τοιούτῳ τινὶ τρόπῳ τὸ πρᾶγμα ἔοικε, τούτου
12.2.36
γὰρ ἕνεκεν ὀλίγον κατ' ὀλίγον γεύεται τῆς βασιλείας, ἵνα ὅλῳ θελήματι καὶ ὅλῃ
12.2.37
προαιρέσει ἐκ τοῦ αὐτεξουσίου ᾖ ἀγαπήσασα τὸν θεὸν καὶ ἵνα ἡ αὐτεξούσιος προαίρεσις
12.2.38
φανῇ (ποίῳ μέρει προσκολλᾶται
12.2.39
καὶ τί αἰδεῖται), ἵνα καὶ δικαίως τὴν βασιλείαν
12.2.40
κληρονομήσῃ καὶ αὐτὴ ὅλη ἀγωνισαμένη καὶ δραμοῦσα ἔχῃ μεγάλην παρρησίαν πρὸς
12.2.41
τὸν κύριον εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note