Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
Δύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου
13.1.2
βασιλέως εἶ, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἐὰν φιλιάζῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ
13.1.3
κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν». ἔχεις
13.1.4
γὰρ ἴδιον θέλημα καὶ ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δίδως, ἐκείνου γίνῃ κτῆμα καὶ
13.1.5
υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ συνήδῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι
13.1.6
σοι καὶ προσκολλῶνται. εὐπερίστατος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ παραγίνεται·
13.1.7
ἄρχων γάρ ἐστιν ἐπὶ κακοπραξίᾳ ἀνθρώ πων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ
13.1.8
συνήδῃ τῷ ἀγαθῷ, πάλιν καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλ' ὧδε μετὰ ἀγῶνος
13.1.9
πολλοῦ προστέτακται, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα «τέλος»· διὰ τοῦτο τὸ τίμιον
13.1.10
σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως
13.1.11
πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ
13.1.12
ἀγὼν πρόκειται καὶ
13.1.13
ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν
13.1.14
πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, οἱ
13.1.15
γὰρ τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ εἰσέρχονται εἰς
13.1.16
λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τῶν ἁγίων καὶ «εἰς τὴν κατάπαυσιν». ὥσπερ γάρ
13.1.17
ἐστιν οὐρανὸς φαινό μενος ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος
13.1.18
οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων (εἰ καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ
13.1.19
ἄγγελοι σωματικοῖς ὁρίοις οὐ περιγράφονται), καὶ ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος.
13.1.20
ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ
13.1.21
ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ
13.1.22
νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ οὖν οὐκ ἐγχωρεῖ τοὺς πάντας τῷ ἔξω ὀφθαλ μῷ
13.1.23
κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τὸ στερέωμα τοῦτο,
13.1.24
ἵνα μὴ ἐξῇ τινι ἁπλῶς καθορᾶν εἰ μὴ τοῖς καθα ροῖς τὴν καρδίαν καὶ τὸν νοῦν
13.1.25
ἡγιασμένοις, τοῖς συμπολίταις καὶ συμ μύσταις τῶν ἁγίων. καὶ ὅταν συσταλῇ τοῦτο,
13.1.26
τότε ἐκεῖνα τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ
13.1.27
μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελει ῶσθαι καὶ
13.1.28
μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπι βουλὴν ἔπαθον, ὡς ἂν
13.1.29
στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν
13.1.30
ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες οἱ ἐχθροὶ καὶ ἄφνω ἐπιστάντες τοὺς μὲν
13.1.31
φονεύσωσιν, τοὺς δὲ δήσωσιν, ἄλλους αἰχμαλώτους λάβωσιν. οὕτω καὶ ἡ ἁμαρτία
13.1.32
ἐπικινηθεῖσα παρεχρήσατο καὶ τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ τοὺς βρόχους
13.1.33
τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ «πάθη» τῆς «ἀτιμίας». πάντες οὖν οἱ
13.1.34
ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, ἐὰν μὴ διὰ τοῦ νόμου «τοῦ πνεύματος»
13.1.35
(τουτέστιν διὰ Ἰησοῦ Χριστοῦ) ἐλεύθεροι γένωνται, οὐ δύνανται ἐλευθερωθῆναι τῶν
13.1.36
κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς κατα δυναστείας τοῦ διαβόλου. λέγει γὰρ Παῦλος
13.1.37
διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ
13.1.38
τοῦ θανάτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ», ὅτι «ὁ νόμος τοῦ πνεύ ματος τῆς
13.1.39
ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».
13.2.1
Ὥσπερ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδεῖ, οὕτως οἱ ἔχοντες τὰς
13.2.2
προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἐὰν λαλήσωσιν,
13.2.3
οἱ μὲν ἀκούσαντες πίστει ὠφελοῦνται, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. τοῖς
13.2.4
γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις
13.2.5
ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ αὐτοῖς καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, καὶ
13.2.6
ὅταν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ
13.2.7
πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία. λέγει γὰρ ὁ κύριος· «εὖ, δοῦλε
13.2.8
ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν
13.2.9
τοῦ κυρίου σου». πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες
13.2.10
ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν καὶ εἰς μέτρα μεγάλα προχωροῦσιν· εἰσὶ δὲ ἄλλοι
13.2.11
οἵτινες λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καὶ οὗτοι καίτοι συνούσης τῆς χάριτος
13.2.12
ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.
13.3.1
Ἐρώτησις. Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς
13.3.2
ἀφίσταται; Ἀπόκρισις. Συμβαίνει ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώ που διὰ τὸ
13.3.3
φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ χωρισθῇ τοῦ σώματος ἡ ψυχή,
13.3.4
τότε καὶ ἡ χάρις ἀφίσταται καὶ ἡ ψυχὴ χωρεῖ εἰς τὸ ἴδιον μέρος παραδιδομένη τοῖς
13.3.5
πονηροῖς πνεύμασιν. οἱ γὰρ δύο νόμοι εἰσὶν ἐν τῷ ἀνθρώπῳ, ὁ νόμος τῆς κακίας
13.3.6
κλέπτων εἰς τὸ ἴδιον μέρος καὶ ὁ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια. ὅσῳ γὰρ
13.3.7
εἰσέρχεταί τις εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμε λιοῦται καὶ γίνεται πέτρα
13.3.8
ἄπτωτος, καὶ ὁ τοιοῦτος νοῦς, στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς νῶτα τῷ πολεμίῳ
13.3.9
ἀλλ' ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνουσιν αὐτὸν οἱ δεξιοὶ
13.3.10
ἄγγελοι εἰς τὸ μέρος τῆς βασιλείας καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν. ὥσπερ ἐν τοῖς
13.3.11
φαινομένοις ἵνα ᾖ βασιλεὺς διδοὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ, οἱ μὲν
13.3.12
λαμβάνοντες εἰς πορνείας καὶ ἀσελγείας καὶ γαστριμαργίας ἀναλίσκουσιν, ἄλλοι δὲ
13.3.13
λαμβάνοντες συντηροῦσι καὶ προσκτῶνται ἑαυ τοῖς σκεύη τίμια, οὗτοί εἰσιν ἔνδοξοι οἱ
13.3.14
πολυπλασιάσαντες ἐκ τῶν παρασχεθέντων αὐτοῖς χαρισμάτων τὴν ἑαυτῶν οὐσίαν. ἐξ
13.3.15
ἀληθείας γὰρ οἱ γευσάμενοι ἐκείνης τῆς γλυκύτητος καὶ ἡδύτητος οὗτοι βλέ ποντες
13.3.16
βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξιώματα καὶ θησαυροὺς ὁρῶντες,
13.3.17
ὥσπερ δυσωδίαν ἡγοῦνται καὶ βδελυκτὰ καὶ τα πεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ
13.3.18
εἰσῆλθαν εἰς βασιλικοὺς καὶ ἐπου ρανίους οἴκους τοῦ Χριστοῦ καὶ ἀνεῴχθησαν αὐτοῖς
13.3.19
θησαυροὶ ἐπου
13.3.20
ράνιοι καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον, ἄλλου ἀξιώματος γενό
13.3.21
μενοι, υἱοὶ φωτὸς ἐπουρανίου, αἰῶνος ἀπεράντου. συγκρίνοντες οὖν τὰ ἐπίγεια τοῖς
13.3.22
ἐπουρανίοις τότε γινώσκουσι τὸ χάος τὸ ἐν μέσῳ καὶ τὴν διαφοράν. ὥσπερ γὰρ ἵνα ᾖ τις
13.3.23
συνεχόμενος ὑπὸ πυρετοῦ, ἔτι ἀκμαζούσης τῆς κακώσεως ἐὰν προσενέγκῃς τῷ τοιούτῳ
13.3.24
ἐδέσματα διάφορα ἢ γλύκασμά τι ἢ ἑτέραν τροφήν, σικχαίνει καὶ ἀηδίζηται καὶ
13.3.25
ἀποστρέφεται, κεκορεσμένος ὢν καὶ μεμεθυσμένος ἐκ τοῦ πυρετοῦ καὶ ὥσπερ τροφὴν
13.3.26
αὐτὸν ἔχων. οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καῦσιν τῆς ἐπουρανίου ἀγάπης καὶ
13.3.27
τοῦ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃς τὰ φαινόμενα τοῦ κόσμου τούτου, εἴτε
13.3.28
ἀξιώματα εἴτε βασιλείαν εἴτε πλοῦτον εἴτε δόξαν, σικχαίνουσι καὶ βδελύσσονται,
13.3.29
ὥσπερ τις ἀηδίζεται διοδεύων ἔνθα εἰσὶ νεκριμαῖα καὶ δυσωδία πολλή. τὸν αὐτὸν
13.3.30
τρόπον πάλιν καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος
13.3.31
τοῦ κόσμου, οὗτοι λαλουμένου λόγου πνευ ματικοῦ περὶ φωτός, περὶ βασιλείας, περὶ
13.3.32
αἰῶνος ἄλλου καὶ δυνάμεως θείας, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιῶσι μὴ δυνάμενοι
13.3.33
χωρῆσαι τὸν λόγον «τοῦ θεοῦ». ἐξ ἀληθείας γὰρ οὗτοί εἰσι σοφοὶ καὶ ἀνδρεῖοι, οὗτοι
13.3.34
πολεμισταὶ οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς
13.3.35
ἐπιθυμίαις καὶ ἡδοναῖς καὶ ἀντιπράττοντες τῷ νόμῳ τῆς κακίας καὶ ὑπήκοοι γινόμενοι
13.3.36
καὶ συνηδόμενοι «τῷ νόμῳ τοῦ θεοῦ». τί οὖν ἔστιν ὁ ῥήτωρ ἢ φιλόσοφος; ἐπανίσταται
13.3.37
αὐτῷ ἐπι θυμία καὶ μοιχεύει† καὶ ἐπὶ πλεονεξίᾳ ἁρπάζεται καὶ† ἐλαύνεται ὁ νοῦς ὑπὸ
13.3.38
τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ποῦ αὐτῶν ἡ σοφία ἡ πολλή;
13.4.1
Ἐρώτησις. Διὰ τί ὅταν ἀπέρχωμαι εἰς τὴν εὐχήν, πολλοῖς λογισ μοῖς
13.4.2
συνέχομαι καὶ ῥεμβασμοῖς;
13.4.3
Ἀπόκρισις. Ἀνδρείως καὶ προθύμως προσέρχου καὶ μὴ
13.4.4
νωθρῶς καὶ ὡς ἐγκοιμώμενος, ἀλλὰ νηφούσῃ τῇ διανοίᾳ, ὡς ἔργον ἔχων καὶ μὴ ὡς
13.4.5
μηδὲν πράσσων ῥέμβου τοῖς λογισμοῖς. ὥσπερ γὰρ σαρκικὸν ἔργον ποιῶν ὅλος ἐξ ὅλου
13.4.6
ἐκεῖ εἶ τῷ νοῒ καὶ τοῖς λογισμοῖς καὶ τῷ σώματι, τὸν αὐτὸν τρόπον ὀφείλεις τῇ εὐχῇ
13.4.7
προσέρχεσθαι ὡς ἔργον πνευματικὸν προσδοκῶν ἐκτελέσαι· ὁ θεὸς γὰρ νοῦν ὁρᾷ καὶ
13.4.8
λογισ μοῖς προσέχει. σπούδαζε ἐπισυνάγειν πάντοτε ἑαυτὸν εἰς τὸ ἔργον καὶ εἰς τὴν
13.4.9
ζήτησιν καὶ εἰς πόθον θεοῦ, ἐκεῖ ἐκτείνου καὶ ἐνθυμοῦ καὶ μελέτα, ὅπου τὸ σῶμα
13.4.10
εὔχεται, ἤτοι βοῆς χρεία ἢ σιγῆς ἢ ὡσδη ποτοῦν, μόνον νηφούσῃ καὶ προσεχούσῃ
13.4.11
διανοίᾳ. καθάπερ γὰρ ὁ εἰκονογράφος ὁ τὴν εἰκόνα τοῦ βασιλέως γράφων, ὅλα τὰ μέλη
13.4.12
ἐὰν καλῶς ποιήσῃ, ἐν τῷ ὀφθαλμῷ δὲ ἐὰν ὀλίγον ἐλλείψῃ ἢ ἀφανίσῃ καὶ μὴ ὡς δέοι
13.4.13
γράψας, ὅλον ἠφανίσθη τὸ ἔργον· βασιλικὴν εἰκόνα ἠφάνισε καὶ τιμωρίαις ὑπεύθυνος
13.4.14
καθίσταται διὰ τὴν ῥαθυμίαν αὐτοῦὡσαύτως καὶ τὴν εἰκόνα τῶν νοημάτων εὐθείως
13.4.15
καὶ ὀρθῶς γραφέτω ἕκαστος τοῦ ἐπουρανίου βασιλέως ἐν τῇ ψυχῇ καὶ πᾶσιν ἀγαθοῖς
13.4.16
νοήμασι κοσ μείτω. ἢ ὡς ὁ οἰκοδόμος μετρεῖ τὸ εὐθὲς τοῦ κανόνος, μή τι παρα τραπῇ, ἢ
13.4.17
ὡς ὁ γεωργὸς τὴν αὔλακα προσέχων οὐδαμῆ ἀσχολεῖται, ἀλλ' ὅλος ἐκεῖ ἐστιν, ἵνα
13.4.18
ὀρθῶς τὰς αὔλακας ποιήσῃ. εἰ οὖν εἰς τὰ σωματικὰ οὕτως, πόσῳ μᾶλλον ἡ ψυχὴ
13.4.19
ὀφείλει ἐν τῇ εὐχῇ ὡς ἀληθινῷ ἔργῳ προσέχειν καὶ εὐθύνειν μετὰ πολλῆς νήψεως τὰ
13.4.20
νοήματα καὶ τοὺς λογισμοὺς πρὸς θεὸν πάντοτε «εἰς τὸ ἀγαθόν». οὕτω γὰρ δυνή σεται
13.4.21
τὴν εὐθύτητα τοῦ νοὸς ἐμπόνως διορθωσάμενος ἐπαίνου ἀξιω θῆναι καὶ πνευματικῶν
13.4.22
δωρεῶν ἐπιτυχεῖν, καὶ οὕτω τοὺς πόνους αὐτοῦ εἰς ἀνάπαυσιν ἐνεγκεῖν δύναται,
13.4.23
ὁσημέραι προκόπτων καὶ βελτι ούμενος καὶ πολλῶν «αἴτιος σωτηρίας» γινόμενος, ὡς
13.4.24
φιλόθεος δὲ καὶ εὐάρεστος τῷ θεῷ ἀποδειχθεὶς τῆς τῶν οὐρανῶν βασιλείας
13.4.25
κληρονόμος καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
13.4.26
Ἀμήν .