Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ἐρώτησις. Διὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται
14.1.2
ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον; Ἀπόκρισις. Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς
14.1.3
μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ
14.1.4
γεννηθέντες ἐκ τῆς μήτρας τοῦ πνεύματος κἂν ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον
14.1.5
φαίνωνται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ σὺν τῷ κυρίῳ
14.1.6
ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον
14.1.7
παραδοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. εἰ δέ
14.1.8
τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύνανται λόγον πνευματικὸν παραδοῦναι, ἐπειδὴ
14.1.9
οὐκ ἔχουσι ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. ὥσπερ ἵνα ᾖ παιδίον ἐκ
14.1.10
μήτρας γινόμενον ἐπίμωμον ἢ τυφλὸν ἀπὸ γενετῆς ἢ χωλόν, ὡς τέρας ἐστὶ καὶ σημεῖον
14.1.11
τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες διερμηνευταὶ τῶν γραφῶν εἶναι μὴ
14.1.12
ἔχοντες τὸ οὐράνιον πνεῦμα, μήτε κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες
14.1.13
ὑγιῆ τὰ μέλη, ἀλλ' ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. ὥσπερ ἵνα ᾖ νόμισμα,
14.1.14
ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα, εἰς ἄλλο δὲ μέρος βεβλαμμένον
14.1.15
ἐστὶ καὶ
14.1.16
ἄχρηστον, οὕτως εἰσὶ καὶ οἱ ὄντες βεβλαμμένοι ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ τοῦ νοὸς αὐτῶν
14.1.17
ἤτοι τῆς σοφίας θέλουσι λαλεῖν τὰ ἐπουράνια, ὅθεν οὐκ ἐγεννήθησαν. ἐπεὶ ὑπόστησόν
14.1.18
μοι πρόσωπον ἕν, ὅτι ἔστι σοφός, παρθένος καὶ ἐν τοῖς φαινόμενοις ἀνεπίληπτος,
14.1.19
νηστεύ ων, ἀγρυπνῶν, ἀποταξάμενος τῷ κόσμῳ, εὐχόμενος. λοιπὸν διαλέγομαι ἐγὼ
14.1.20
πρὸς τοῦτον· παρθένος εἶ σύ; μᾶλλον σοῦ ἐγώ. εἰς τὸ φαινόμενον νηστεύεις; μᾶλλον
14.1.21
σοῦ ἐγώ. πτωχὸς εἶ; περισσότερον σοῦ ἐγώ. ὅτι οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις
14.1.22
τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς
14.1.23
ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον ἀνακερασθῆναι αὐτῷ
14.1.24
καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ ἐπουράνιον δῶρον, τὸ ὑπὲρ τὴν φύσιν σου, τοῖς
14.1.25
φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς καθαρῶς ᾖς ποιῶν. ὥσπερ ἐὰν ᾖ
14.1.26
βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορ φύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς
14.1.27
βασιλεύς, οὕτω καὶ σύ, εἰ καὶ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ταῦτα ἔχων ἐνδύσῃ τὴν
14.1.28
πορφύραν τοῦ πνεύματος, ὃ ὑπὲρ τὴν φύσιν σοῦ ἐστιν, οὐ στεφανοῦσθαι οὐδὲ εἰς
14.1.29
θρόνον βασιλικὸν καθεσθῆναι δύνασαι.
14.2.1
Ἀλλ' ἀποκρινῇ μοι, ὅτι ἐὰν εἰς τριάκοντα ἔτη ἢ τεσσαράκοντα μὴ δέξωμαι
14.2.2
τὴν θείαν δύναμιν καὶ συμβῇ με ἐξελθεῖν τοῦ βίου, τί;
14.2.3
Κἀγώ σοι πρὸς τοῦτο
14.2.4
ἀποκρίνομαι, ὅτι οὐ κρίνει σε ὁ θεὸς ὡς βλάσφημον, καθότι περισσοτέραν σπουδὴν
14.2.5
ἐνεδείξω εἰς τὸ ἀγαθόν.
14.2.6
εἰπεῖν σοι ἔχει ὁ θεός· ἐπειδὴ ἐξῆλθες ὀπίσω μου καὶ
14.2.7
ἔκλαυσας καὶ ἐζήτησας νυκτὸς καὶ ἡμέρας καὶ παρ' ὃ ἦς τὸ πρότερον ἀμεριμνῶν ἐν τοῖς
14.2.8
φαινομένοις καὶ φυσιούμενος ἐπ' αὐτοῖς, νῦν πλέον ἐσπούδασας κατὰ τὰς γραφὰς
14.2.9
ζητῶν τὴν ἀλήθειαν καὶ ἐπιθυμῶν δέξασθαι τὴν θείαν δύναμιν ἐν ἑαυτῷ, οὐ κρίνω σε
14.2.10
ἐν τούτῳ ὡς βλάσφημον· μὴ γένοιτο, ἀλλὰ ἀποδέχομαί σε ὡς καλλίονα ἑαυτοῦ
14.2.11
γενόμενον παρ' ὃ ἦς τὸ πρότερον. καὶ σὺ δὲ αὐτὸς δοκίμασον ἐν ἑαυτῷ καὶ διάκρινον
14.2.12
ὅτι ἡ νῦν σου πολιτεία καὶ ἐργασία ἀνωτέρα ἐστίν. ἐγὼ δέ σοι λέγω κατὰ τὰς γραφάς,
14.2.13
ὅτι «ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Ἀλλὰ
14.2.14
λέγεις μοι ὅτι· ἀπόδειξόν μοι, πῶς σύνεστί τισιν ἡ θεία δύναμις ἐν τῷ νῦν αἰῶνι.
14.2.15
Ἀποκρίνομαί σοι κἀγώ· πῶς σε πείσω, ὅτι ἡ θεία δύναμις τοῖς πιστοῖς σύνεστιν, ἀπὸ τῆς
14.2.16
παλαιᾶς διαθήκης ἢ ἀπὸ τῆς καινῆς; ἔλθωμεν πρῶτον ἐπὶ τὴν σκιάν. τίς ἐνεδυνάμωσε
14.2.17
τὸν Ἀβραὰμ γέροντα ὄντα καὶ ἔχοντα τὸ «σῶμα νενεκρωμένον» ἐλθεῖν εἰς
14.2.18
ἀνακαινισμὸν καὶ γεννῆσαι τὸν υἱόν; ἀλλὰ λέγεις μοι· τὰς μὲν θυσίας αὐτοῦ ἐδέξατο,
14.2.19
πρὸς αὐτὸν δὲ οὐκ ἦν. καὶ τίς φίλος βουλόμενος συντυχεῖν τῷ φίλῳ αὐτοῦ πρῶτον εἰς
14.2.20
τὴν ὕπαρξιν αὐτοῦ διακινεῖ, εἰς χώραν ἢ εἰς ἄμπελον, καὶ τότε αὐτὸν ὁρᾷ καὶ
14.2.21
καταφιλεῖ; καὶ ὁ θεὸς ἄρα τὰς μὲν θυσίας τοῦ Ἀβραὰμ ἐδέξατο καὶ τὰ ὑπάρχοντα, πρὸς
14.2.22
αὐτὸν δὲ οὐκ ἦν καὶ οὐκ ᾤκει ἐντὸς αὐτοῦ; καὶ ὅτε συνέβαλεν εἰς πόλεμον, τίς ἦν ὁ
14.2.23
νικῶν; ἡ φύσις αὐτοῦ μόνη ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ οἰκῶν καὶ ποιῶν τὴν νίκην; ἔλθωμεν
14.2.24
ἐπὶ τὸν Νῶε. τίς ἦν ὁ ὑποτάξας ἔμπροσθεν αὐτοῦ ὅλα τὰ γένη τῶν θηρίων; ἡ φύσις
14.2.25
αὐτοῦ ἢ οὐράνιόν τι συνὸν αὐτῷ τὸ ὑπὲρ τὴν φύσιν,
14.2.26
ὅπερ ἔκτισεν αὐτὰ τὰ ζῴα καὶ
14.2.27
αὐτὸν καὶ ὑπέταξεν ἔμπροσθεν αὐτοῦ τὰ θηρία; ὁ Ἰακὼβ ἄρα ἀπὸ ἰδίας δυνάμεως
14.2.28
τοιοῦτον λίθον ἠδύνατο ἀποκυλίσαι ἢ ἡ θεία δύναμις συνῆν αὐτῷ ἡ ἀποκυλίσασα τὸ
14.2.29
βάρος τοῦ λίθου; τοσοῦτον δὲ ἀδιαλείπτως συνῆν αὐτῷ ὁ θεός, ὅτι οὐδὲ εἰ ἐκοιμᾶτο
14.2.30
ἤφιεν αὐτόν. ἤνοιξε γὰρ τὰς θύρας τῶν οὐρανῶν καὶ ἔδειξεν αὐτῷ τὸν οὐράνιον οἶκον,
14.2.31
εἰς τύπον κλίμακος ἐφαίνετο αὐτῷ. εἶτα ἐπάλαισεν αὐτῷ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον.