Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Οἱ τοῦ Χριστοῦ ἄξιοι Χριστιανοὶ οὐκ ἀπὸ γράμματος μανθάνουσι καὶ
15.1.2
λαλοῦσιν, ἀλλὰ ἀπὸ πνεύματος θεοῦ πάντα ἐκδιδάσκονται, «οὐκ ἐν διδακτοῖς»
15.1.3
γράμμασιν (ὥς φησιν ὁ ἀπόστολος) «ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς
15.1.4
πνεύματος ἁγίου». ἡ διαθήκη γὰρ αὐτῶν καὶ ὁ νόμος καὶ ἡ βίβλος αὐτῶν πνεῦμά ἐστιν,
15.1.5
καθώς φησι τὸ πνεῦμα διὰ τοῦ προφήτου· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις
15.1.6
«διαθήσομαι» «διαθήκην καινὴν» τῷ οἴκῳ Ἰακώβ, «οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην
15.1.7
τοῖς πατράσιν αὐτῶν», ἀλλὰ «αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ»,
15.1.8
«διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω
15.1.9
αὐτοὺς» καὶ τὰ ἑξῆς. ὡς γὰρ οἱ πάλαι ἀπὸ τῆς παλαιᾶς διαθήκης ἀνεγίνωσκον τοῖς
15.1.10
σωματικοῖς ὀφθαλμοῖς τὰ σωματικὰ γράμματα, οὕτως οἱ Χριστιανοὶ τοῖς ἔσωθεν
15.1.11
ὀφθαλμοῖς τῆς ψυχῆς ἀναγινώσκουσι καὶ μανθάνουσιν ἐκ τῆς διαθήκης τοῦ πνεύ ματος
15.1.12
καὶ τῇ ἔσωθεν γλώσσῃ καινῇ λαλοῦσι καὶ τοῖς ἔσωθεν ὠσὶν ἀκούουσιν. οὕτω γὰρ καὶ
15.1.13
τοὺς ἀποστόλους ὁ κύριος ἐξελέξατο, ἄνδρας ἰδιώτας καὶ ἀγραμμάτους, καὶ ἐπλήρωσε
15.1.14
πνεύματος ἁγίου, καὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος ἐλάλουν διδάσκοντες σοφοὺς καὶ
15.1.15
γραμ ματεῖς· κἂν γὰρ «οὗτοι» (φησὶ) «σιωπήσουσιν, οἱ λίθοι κεκράξονται». προέλεγε δὲ
15.1.16
τοῦτο ὁ κύριος ἤτοι περὶ τῶν ἀποστόλων ἢ περὶ πασῶν ψυχῶν τῶν λυτρουμένων ἐκ
15.1.17
τοῦ βαρυτάτου λίθου τῆς ἁμαρτίας τοῦ ἐπικειμένου αὐταῖς, ἐπὰν δὲ ἀρθῇ, κράζουσιν
15.1.18
αἰνοῦσαι τὸν θεόν.
15.1.19
ὥσπερ γὰρ οἱ λίθοι τότε καὶ «αἱ πέτραι» θεωροῦσαι τὸν κύριον
15.1.20
ἐσχί ζοντο καὶ διηνοίγοντο «τὰ μνήματα», οὕτως ἐπὰν ἐπιλάμψῃ καὶ ἐπι φάνῃ «τὸ
15.1.21
πρόσωπον αὐτοῦ» τὸ ἀγαθὸν ὁ κύριος Ἰησοῦς Χριστὸς ἐν τῇ ψυχῇ, ἀποσχίζεται ὁ βαρὺς
15.1.22
λίθος τῆς ἁμαρτίας διδοὺς τόπον τῷ δεσπότῃ, ἵνα εἰσελθὼν ἐνοικήσῃ αὐτὸς εἰς αὐτήν.
15.1.23
ἐπὰν οὖν ἴδωσιν αἱ ὥσπερ λίθος ψυχαὶ τὸ ἐπιθυμητὸν πρόσωπον τοῦ Χριστοῦ, τότε
15.1.24
κράζουσιν. καὶ ὥσπερ ὄρος ἐὰν ᾖ μὴ ἔχον ἔνδον οἰκητήρια ἀλλὰ ὂν λίθος, καὶ ἔλθῃ
15.1.25
ἀνήρ τις τεχνίτης εἰδὼς λατομεῖν καὶ ἀπεργάσηται ἐκεῖ οἴκους καλλίστους, τὸν αὐτὸν
15.1.26
τρόπον καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς καὶ καλὸς τεχνίτης ἔρχεται πρὸς τὰς ἀγαπώσας αὐτὸν
15.1.27
ψυχὰς καὶ λατομεῖ καὶ ἀποτέμνει ἐξ αὐτῶν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ καταρ τίζει
15.1.28
ἑαυτῷ παλάτια καὶ μονὴν ἐν αὐταῖς ποιεῖται. κράζουσι τοίνυν αἱ ὥσπερ λίθος ψυχαί,
15.1.29
ὅταν ἐπιφάνῃ κύριος «τὸ πρόσωπον αὐτοῦ». περὶ δὲ τῶν ἀποστόλων ὅτι ἔκραξαν
15.1.30
θέλοντες καὶ μὴ θέλοντες ὥσπερ αὐλὸς ἐπὰν πνέῃ τὸ πνεῦμα (ὡς θέλει ὁ πνέων οὕτω
15.1.31
λαλεῖ ὁ αὐλός), οὕτω καὶ οἱ ἀπόστολοι καὶ οἱ ὅμοιοι αὐτοῖς γεννηθέντες «ἄνωθεν» καὶ
15.1.32
λαβόντες τὸ παράκλητον πνεῦμα, ὡς ἤθελεν αὐτὸ τὸ πνεῦμα ἐν αὐτοῖς ἐλάλει. τῷ γὰρ
15.1.33
Νικοδήμῳ ὁ κύριος περὶ τοῦ «ἄνωθεν» γεννω μένου διηγούμενος ἔλεγε· «τὸ πνεῦμα
15.1.34
ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ
15.1.35
ὑπάγει». ὡς τοῦ πνεύματος τοῦ ἀνέμου οὐδεὶς οἶδε τὸν οἶκον, πόθεν ἔρχεται, ἢ τὸ
15.1.36
πλήρωμα αὐτοῦ, ποῦ καταντᾷ, οὔτε κωλῦσαί τις δύναται οὔτε μετρῆ σαι οὔτε
15.1.37
καταλαβεῖν, ὁμοίως ὡς τὰ τῶν ποταμῶν ῥεύματα οὐδεὶς δύναται ἐπισχεῖν ἢ
15.1.38
καταλαβεῖντὸ αὐτὸ καὶ ἐπὶ τῆς ψυχῆς· οὐδεὶς δύναται καταλαβεῖν τοὺς λογισμοὺς ἢ
15.1.39
πάλιν κωλῦσαι τὰ ῥεύματα τοῦ νοὸς ἢ ἐπισχεῖν ἢ εἰδέναι τὴν πηγὴν τῶν λογισμῶν τῆς
15.1.40
διανοίας, πόθεν ἐξέρχεται, ἢ καταλαβεῖν, ποῦ ἀπέρχεται. ὅπου γὰρ οὔκ ἐστιν ἐνταῦθα
15.1.41
καθέζεται καὶ ἀλλαχοῦ τῷ νῷ καὶ τῇ διανοίᾳ ἐστὶν εἰς μακρὰς χώρας. εἰ οὖν, φησί, τὰ
15.1.42
ἐπίγεια τὰ ἐνταῦθα ἐν χερσὶ τοι αῦτά ἐστι καὶ τοσοῦτον ἀκατάληπτα, πόσῳ μᾶλλον ὁ
15.1.43
γεννηθεὶς «ἄνω θεν» καὶ δεξάμενος τὸ ἐπουράνιον πνεῦμα τοῦ κυρίου καὶ κραθεὶς
15.1.44
αὐτῷ «κατὰ τὸν ἔσω ἄνθρωπον» πόσον ἐστὶν ἀκατάληπτος ἡ ψυχὴ ἐκείνου; ὅπου γὰρ
15.1.45
βούλεται, ἰδοὺ ἐκεῖ ἐστιν, ἐνταῦθα γὰρ οὖσα, ἐλθὸν τὸ οὐράνιον καὶ θεῖον πνεῦμα
15.1.46
ὡδήγησεν αὐτὴν εἰς τὰ ἐπουράνια καὶ ἐδί δαξε καὶ πανταχοῦ ἀκατάληπτός ἐστιν ἐκείνη
15.1.47
ἡ ψυχή. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.