Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ὅ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «τί στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ
16.1.2
ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐ τήν», νοεῖται μὲν κατὰ τὴν
16.1.3
ἀκροτάτην ἀρετὴν διὰ τὸ θλιβερὸν καὶ διὰ τὸ πόνῳ καὶ ἀγῶνι προσκτᾶσθαι αὐτὴν
16.1.4
ἕκαστον. ὅμως δὲ στενὴν ὅταν λέγῃ ὁδὸν τοῖς μὴ βουλομένοις δι' αὐτῆς πορεύεσθαι,
16.1.5
στενὴ ὁδὸς τοῖς ἐχθροῖς αὐτῆς ἐστι, τοῖς μὴ δυναμένοις βαδίζειν εἰς αὐτήν, καθὼς
16.1.6
γέγραπται· «ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ
16.1.7
ἀκάρδιος»· πολλῆς γὰρ συνέσεως καὶ φρονήσεως καὶ ὑπομονῆς καὶ πίστεως χρεία, ἵνα
16.1.8
τις ἑδραίως καὶ ἀσφαλῶς ἐπὶ τὴν μακαρίαν φθάσῃ καὶ θείαν «τῆς δικαιοσύνης ὁδόν».
16.1.9
ὥσπερ ἐὰν ᾖ ὄρος λίαν ὑψηλὸν καὶ κρημνῶδες καὶ ἔχῃ τρίβον λίαν στενὴν ὡσαν εὶ
16.1.10
περίμετρον βήματος ποδός, καὶ δι' ἐκείνης οὐ δύναται ζῷα τετρά ποδα ἢ ἄλλο τι
16.1.11
διοδεῦσαι καὶ παρελθεῖν ἢ τάχα μόνον πετεινὰ τὰ ὑπὸ τῶν ἰδίων πτερῶν κουφιζόμενα,
16.1.12
οὕτω καὶ αἱ ἀκρόταται ἐντολαὶ τοῦ εὐαγγελίου καὶ «ἡ ὁδὸς» τοῦ θεοῦ «στενὴ καὶ
16.1.13
τεθλιμμένη» ἐστὶ τοῖς ἀνθρώποις τοῦ κόσμου τούτου τοῖς μὴ μετέχουσι πνεύματος
16.1.14
θεοῦ, καὶ ἀδύνατον παρελθεῖν τινας (τουτέστιν ὑπηκόους εὑρεθῆναι καὶ ἀμώμους εἰς
16.1.15
πάσας τὰς εὐαγγελικὰς ἐντολάς), ἐὰν μὴ πτέρυγας τοῦ ἁγίου πνεύματος κτήσωνται, καὶ
16.1.16
τότε κουφιζόμενοι τῷ ἁγίῳ πνεύ ματι εὐκόλως δύνανται διοδεῦσαι τὴν εὐαγγελικὴν
16.1.17
«τῆς δικαιοσύνης ὁδόν», ἵνα «εἰς τὴν ζωὴν εἰσελθεῖν» καταξιωθῶσιν, καθὼς ὁ κύριος
16.1.18
εἴρηκεν· ὅτι «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν», καὶ τότε
16.1.19
γνώσονται ὅτι αἱ ἐντολαὶ Ἰησοῦ βαρεῖαι οὔκ εἰσιν, ὅταν πε πτερωμένοι τῷ πνεύματι τῷ
16.1.20
ἁγίῳ τὴν στενὴν τοῖς λοιποῖς ἀνθρώποις ὁδὸν οὗτοι ἐν κουφότητι πολλῇ καὶ εὐθυμίᾳ
16.1.21
διοδεύωσιν· ἀδύνατον γὰρ χωρὶς τῶν ἁγίων πτερύγων τοῦ πνεύματος παρελθεῖν τινα
16.1.22
τὴν προειρη μένην ὁδόν (τουτέστι πάσας τὰς ἐντολὰς τοῦ κυρίου καθαρῶς καὶ τελείως
16.1.23
καὶ ἀμώμως ἀποπληρῶσαι), καὶ οὕτω καταξιωθῆναι εἰσελθεῖν εἰς τὴν πύλην τῆς
16.1.24
βασιλείας τῶν οὐρανῶν.
16.2.1
Πολλοῖς δὲ καὶ ποικίλοις τρόποις τῆς χάριτος κατὰ προκοπὴν καὶ αὔξησιν
16.2.2
καὶ χρονικῇ παρατάσει εἰς τὰ τέλεια μέτρα τῆς καθαρό τητος ἡ χάρις τοῦ πνεύματος
16.2.3
καταξιοῖ ἐλθεῖν ψυχὰς τὰς ὑπηκόους αὐτῇ κατὰ πάντα. ὃν τρόπον γάρ τινα τῶν ὀρνέων
16.2.4
φοβούμενα τὰ ἐπὶ γῆς θηρία εἰς ἀκρότερον καὶ ὑψηλότερον μέρος ποιεῖται τὸν φωλεὸν
16.2.5
ἢ ἐν στέγει ἢ ἐν δένδρῳ τινὶ ὑψηλῷ, καὶ αὐτὴ ἡ μήτηρ περιερχομένη φέρει τοῖς
16.2.6
νεοσσοῖς τρυφερὰν τροφὴν καθὼς δύνανται ἐπιδέξασθαι διὰ τὸ ἔτι νήπια αὐτὰ εἶναι,
16.2.7
εἶτα κατὰ καιρὸν στερεωτέραν προσφέρει τὴν τροφὴν κατὰ τὴν αὔξησιν τῆς ἡλικίας
16.2.8
τῶν νεοσσῶν, ἅμα καὶ διδάσ κουσα αὐτὰ φυομένων καὶ αὐξανομένων τῶν πτερύγων
16.2.9
γυμνάζεσθαι κατ' ὀλίγον ἐν τῷ ἀέρι τὴν πτῆσιν καὶ μελετᾶν πρῶτον μὲν περὶ τὴν
16.2.10
καλιάν, εἶτα περὶ τοὺς κλάδους τοῦ δένδρου ἀπὸ κλάδου εἰς κλάδον, ἔπειτα ὀλίγον
16.2.11
μηκόθεν, ἕως οὗ ἀνδρωθῇ καὶ τὰ πτερὰ στερεοποιηθῇ, καὶ λοιπὸν ἀπὸ βουνοῦ εἰς
16.2.12
βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος, εὐμαρῶς καὶ ἀκόπως ἐν ἀναπαύσει ἀνίπτανταιοὕτω καὶ
16.2.13
τὰ τέκνα τοῦ θεοῦ, ἅπερ γεννᾷ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῆς αὐτοῦ δυνάμεως, πρῶτον μὲν
16.2.14
ἐν ταῖς ἀρχαῖς δίδωσι τροφὴν γάλακτος πνευματικήν, γλυκύτητος καὶ πόθου
16.2.15
ἐπουρανίου μεστὴν ἐν τῇ καρδίᾳ· «γάλα» γὰρ «ὑμᾶς ἐπότισα», φησὶν ὁ ἀπόστολος, «καὶ
16.2.16
οὐ βρῶμα», καὶ ὁ Πέτρος δὲ οὕτως ἔφη· «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον
16.2.17
γάλα ἐπιποθήσατε». εἶτα κατὰ προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς ἀνακαινιζομένης
16.2.18
στερεω τέραν τοῦ πνεύματος δίδωσι τροφήν, ἅμα τε καὶ αἱ τῆς χάριτος πτέρυγες
16.2.19
(τουτέστιν ἡ δύναμις τοῦ πνεύματος) προκοπτούσης τε ἐν ἀγαθοῖς ἔργοις τῆς ψυχῆς
16.2.20
αὐξάνονται ἐν αὐτῇ. εἶτα διδάσκει ἡ θεία χάρις (ἡ ἀγαθὴ καὶ ἐπουράνιος μήτηρ) τὴν
16.2.21
διάνοιαν ἵπτασθαι πρῶτον μὲν περὶ τὴν νοσσιὰν τῆς καρδίας ἤτοι τῶν λογισμῶν
16.2.22
(τουτέστιν ἀρεμ βάστως κατὰ θεὸν εὔχεσθαι δυνάμει πνεύματος). εἶτα ὅσῳ τροφὴν
16.2.23
στερεωτέραν τοῦ πνεύματος τῆς θεότητος λαμβάνει, τοσούτῳ καὶ ἵπτασθαι δύναται
16.2.24
μειζόνως καὶ ἀνωτέρως ὑπὸ τοῦ πνεύματος ὁδηγου μένη καὶ διαβασταζομένη. ἐπὰν δὲ
16.2.25
λοιπὸν ἀνδρωθῇ καὶ «εἰς μέτρον» ἔλθῃ τῆς πνευματικῆς «ἡλικίας», ἀπὸ βουνοῦ εἰς
16.2.26
βουνὸν καὶ ἀπὸ ὄρους εἰς ὄρος (τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου εἰς τὸν ἄνω κόσμον
16.2.27
καὶ ἀπὸ τοῦ αἰῶνος τούτου εἰς τὸν μακάριον καὶ ἄφθαρτον καὶ ἄπειρον αἰῶνα)
16.2.28
εὐκόλως ὁ νοῦς ἵπταται ἐν πολλῇ ἀμεριμνίᾳ καὶ ἀναπαύσει ὑπὸ τῶν πτερύγων τοῦ
16.2.29
πνεύματος βασταζόμενος καὶ ὁδηγούμενος «εἰς ὀπτασίας καὶ ἀποκαλύψεις» μυστηρίων
16.2.30
ἐπουρανίων καὶ εἰς θεω ρίας πνευματικὰς ἀρρήτους, ἅσπερ γλῶσσα σαρκὸς λαλῆσαι οὐ
16.2.31
δύνα ται. λοιπὸν γὰρ τὰ τέκνα τοῦ θεοῦ ἀνώτερα καὶ ὑψηλότερα γίνονται τῆς κακίας
16.2.32
ὑπὸ τοῦ πνεύματος δυναμωθέντα καὶ εἰς οὐρανοὺς τὴν δίαιταν ἔχοντα, μηκέτι
16.2.33
φοβούμενα τὴν τῶν ἀκαθάρτων πνευμάτων ἀγριότητα. ὃν τρόπον τὰ νοσσία
16.2.34
ἀνδρωθέντα καὶ τῶν πτερύγων τε λείως αὐξηθέντων οὐκέτι δέδοικεν ἐπιβουλὴν
16.2.35
θηρίων ἢ ἀνθρώπων διὰ τὸ ἐν τῷ ἀέρι ὡς ἐπὶ τὸ πλεῖστον τὴν δίαιταν αὐτῶν εἶναι, καὶ
16.2.36
ὥσπερ οὐδεὶς ἀνθρώπων γινώσκει τὴν τῶν πτηνῶν ὁμιλίαν, οὕτω καὶ τὴν γλῶσσαν
16.2.37
τοῦ πνεύματος οὐδεὶς ἀνθρώπων τῶν πεπληρωμένων τοῦ πνεύματος «τοῦ κόσμου» ἐν
16.2.38
δυνάμει γινώσκει ἢ μόνον οἱ τοῦ πνεύματος τῆς χάριτος υἱοὶ γινώσκουσι τὴν λαλιὰν
16.2.39
τῆς μητρὸς αὐτῶν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «πνευματικοῖς πνευματικὰ
16.2.40
συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ
16.2.41
αὐτῷ ἐστιν». ὥσπερ γὰρ βάρβαρος τοῖς ἀνθρώ ποις ἡ τῶν χελιδόνων καὶ τῶν λοιπῶν
16.2.42
πετεινῶν φωνή, οὕτω καὶ τοῖς σαρκικοῖς οἱ τῶν πνευματικῶν λόγοι βάρβαροί εἰσιν.
16.2.43
ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς οἱ τῶν σαρκικῶν λόγοι ἤγουν «ἡ σοφία τοῦ κόσμου
16.2.44
μωρία» ἐστὶ καὶ γνωρίζουσι μὲν αὐτοὺς ἀλλ' ἀποστρέφονται ὡς ληρω δίας καὶ
16.2.45
ματαιότητος κόσμου λόγους.
16.3.1
Ταῦτα πάντα διὰ τῶν φαινομένων πραγμάτων ἱστόρηταί μοι διά τε
16.3.2
ὀρνέων καὶ ζῴων καὶ πάντων τῶν ὁρωμένων διὰ τὸ ἄλλως ῥηθῆναι τὰ πνευματικὰ ἢ
16.3.3
ἑρμηνευθῆναι ἀδύνατον, καθὼς καὶ ὁ κύριος ἐν παραβολαῖς τὰ πλεῖστα ἐλάλησεν
16.3.4
ὑποδείγματα ἐκ τῶν ὁρωμένων λαμβάνων «κόκκῳ σινάπεως» καὶ «ζύμῃ» καὶ
16.3.5
«θησαυρῷ» τὴν βασιλείαν παρεικάζων· «ἀνοίξω» (γάρ φησιν) «ἐν παραβολαῖς τὸ στόμα
16.3.6
μου, ἐρεύ ξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». ἄρρητα γάρ ἐστι τὰ πνευ ματικὰ
16.3.7
μὴ δυνάμενα λόγῳ ἀνθρωπίνῳ φρασθῆναι, ἐὰν μὴ αὐτὸ τὸ πνεῦμα πείρᾳ καὶ ἐνεργείᾳ
16.3.8
διδάξῃ τὴν ἀξίαν καὶ πιστὴν ψυχήν. τὴν γὰρ πνευματικὴν ἀναγέννησιν καὶ τὴν
16.3.9
αὔξησιν καὶ τὴν τελείωσιν ὡς δεῖ εἰπεῖν ἀδύνατόν ἐστι ῥηθῆναι ἢ μόνον πιστεύειν, ὅτι
16.3.10
ταῦτα οὕτω ποιεῖ ὁ θεὸς τοῖς ἀνθρώποις τοῖς τὴν εὐάρεστον αὐτῷ ἐπανῃρημένοις
16.3.11
πολιτείαν. οὕτως οὖν καὶ ἡ τῶν πνευματικῶν ὁμιλία βάρβαρός ἐστι τοῖς τοῦ κόσμου
16.3.12
ἀνθρώποις. ὥσπερ γὰρ οἱ ἰχθύες τῆς θαλάσ σης πάντα τὰ ἐν αὐτῇ οἴδασι, τὰς τρίβους καὶ
16.3.13
τὰ βάθη, καὶ οὐκ ἐγ χωρεῖ ἄνθρωπον ἢ θηρία ἢ τὰ λοιπὰ ζῷα τὰ ἐκεῖ γνωρίσαι ἢ ἐγ
16.3.14
χρονίσαι ἐνταῦθα, ἐπεὶ ἀπόλλυνται πνιγέντα, οὕτως ἀδύνατόν ἐστι μὴ γεννηθέντα τινὰ
16.3.15
ἐκ τοῦ ἁγίου πνεύματος ἐξ ἐκείνου τοῦ αἰῶνος τὰ ἐκεῖ γνωρίσαι ὡς ἔστι «καὶ τὰ βάθη
16.3.16
τοῦ θεοῦ» καὶ τὰς τρίβους τοῦ πνεύματος τῆς βασιλείας εἰδέναι, εἰ μὴ οἱ ἐν αὐτῷ τῷ
16.3.17
πνεύματι ἀναστρεφόμενοι καὶ ἐξ αὐτοῦ ζῶντες καὶ μετέχοντες καὶ ἐν αὐτῷ
16.3.18
περιπατοῦντες κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «ἡμῶν δὲ τὸ
16.3.19
πολίτευμα ἐν
16.3.20
οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· οὐδεὶς ἔγνω «τὰ τοῦ θεοῦ» «εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ».
16.3.21
«ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύ ματος αὐτοῦ», καὶ πάλιν φησίν· τὸ πνεῦμα
16.3.22
«ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ». οὕτως ἀδύνατον τῷ ἔχοντι «τὸ πνεῦμα τοῦ κόσμου»
16.3.23
καὶ μὴ γεγεννημένῳ ἐν πνεύματι ἁγίῳ εἰδέναι τι ἐν πείρᾳ γνώσεως τῶν τοῦ πνεύματος
16.3.24
ὡς ἐστίν, κἂν θέλωσιν ἐμβατεύειν, εἰκῇ φυσιοῦνται ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν.
16.3.25
σοφίᾳ γὰρ κοσμικῇ ἐπερειδόμενοι καὶ οἰόμενοι δύνασθαι καταλαμβάνειν τῇ συνέσει
16.3.26
αὐτῶν τὰ πνευματικὰ ἄνευ τῆς ἐπισκέψεως καὶ ἀποκαλύψεως τοῦ πνεύματος,
16.3.27
ἐξαποροῦνται καὶ ἀπόλλυνται μὴ ἔχοντες θεμέλιον ἀληθῆ, (ὅς ἐστιν ὁ κύριος, δι' οὗ οἱ
16.3.28
ἄξιοι πᾶσαν πνευματικὴν γνῶσιν περιλαμβάνουσιν). εἰς ἀδηλό τητα γάρ τινα καὶ εἰς
16.3.29
φαντασίαν στοχασμῶν ὁ νοῦς αὐτῶν καταντᾷ διὰ τῆς ἰδίας συνέσεως καὶ ἰσχύος
16.3.30
νομιζόντων πνευματικὴν καταλαμ βάνειν γνῶσιν, ἀλλὰ κἂν πάσας τὰς γραφὰς ἀπὸ
16.3.31
στόματος ἀπαγγέλλω σιν, οὐκ οἴδασι τὴν δύναμιν ὧν λαλοῦσιν. ὥσπερ γὰρ παιδία
16.3.32
διδασκό μενα παρὰ διδασκάλῳ ἐκμανθάνει τὰ τῶν δεινῶν ῥητόρων διηγήματα καὶ τῷ
16.3.33
μὲν στόματι ἀπαγγέλλουσι τοὺς λόγους τῶν σοφῶν, τὴν δὲ δύναμιν τῶν λόγων οὐκ
16.3.34
ἴσασιν, οὐδὲ ἐπίστανται, τί ἀναγινώσκουσιν ἢ ἀπαγγέλλουσι διὰ τὴν νηπιότηταοὕτω
16.3.35
καὶ οἱ τὰς γραφὰς ἀπαγ γέλλοντες καὶ μελετῶντες ἐὰν μὴ παρὰ πνευματικῶν ἀνδρῶν
16.3.36
παρα λάβωσι τὸν ἐγκείμενον ἀληθῆ νοῦν ἐν αὐταῖς καὶ ἐὰν μὴ ἔχωσιν ἐν ἑαυτοῖς τὴν
16.3.37
ζῶσαν φωνὴν (τουτέστιν αὐτὴν τὴν θεϊκὴν δύναμιν τὴν ὑπαγορεύσασαν τὰς γραφάς),
16.3.38
ὡς ἔδει ὠφεληθῆναι οὐκ ὠφελήθησαν. ἔτι γάρ εἰσιν ἐνδεδυμένοι «τὸν παλαιὸν
16.3.39
ἄνθρωπον», τουτέστι «τὸ πνεῦμα τοῦ κόσμου» (ὅπερ ἐστὶν ὁ νόμος «τῆς ἁμαρτίας» ὁ
16.3.40
ἀντιστρατευό μενος «τῷ νόμῳ τοῦ νοός»). ὥσπερ δὲ ὁ μὴ γεννώμενος ἐν τῷ κόσμῳ
16.3.41
τούτῳ οὐκ ἔστιν, ὅταν δὲ γεννηθῇ τότε ἔστιν εἰς τὸν αἰῶνα τοῦτον, οὕτω καὶ ὁ μὴ ἐν
16.3.42
πνεύματι ἁγίῳ γεννηθεὶς οὐκ ἔστιν εἰς τὸν αἰῶνα
16.3.43
τοῦ πνεύματος οὔτε ἐκεῖ
16.3.44
καταντῆσαι δύναται. ἐὰν μὴ οὖν τὸ νέον καὶ ἐπουράνιον γέννημα ἀπεντεῦθεν δέξηται
16.3.45
(τουτέστιν ἐν τῷ αἰῶνι ἐκείνῳ ἐκ πνεύματος ἡ ψυχὴ γεννηθῇ κἀκεῖθεν τραφῇ καὶ
16.3.46
αὐξηθῇ καὶ τελειωθῇ ἐν πνεύματι), εἰς ἐκεῖνον τὸν αἰῶνα οὐ καταντᾷ. οὕτω γάρ εἰσι
16.3.47
δεδογματισμένα τὰ δόγματα ὑπὸ τοῦ κυρίου καὶ οὕτως ηὐδόκησε καὶ ἀπεφήνατο· «ἐὰν
16.3.48
μή τις ἀναγεννηθῇ ἄνωθεν», οὐ μὴ εἰσέλθῃ «εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· τὸ γὰρ
16.3.49
γεννηθὲν «ἐκ πνεύ ματος πνεῦμά ἐστιν», ὥσπερ καὶ «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς
16.3.50
σάρξ ἐστιν». ἠθέλησε γὰρ τὸ πνεῦμα τὸ ἅγιον συγκερασθῆναι τῇ ψυχῇ καὶ καθαρίσαι
16.3.51
αὐτὴν ἀπὸ τοῦ πνεύματος τῆς ἁμαρτίας τοῦ ὄντος «ἐν τοῖς μέλεσιν» αὐτῆς καὶ γενέσθαι
16.3.52
μετ' αὐτῆς εἰς ἓν πνεῦμα, ἵνα νύμφην καθαρὰν καὶ ἄμωμον αὐτὴν ἑαυτῷ
16.3.53
παραστήσῃΔόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ κτισθεῖσαν,
16.3.54
τῷ λυτρωσαμένῳ αὐτὴν ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ μεταστή σαντι αὐτὴν εἰς τὴν
16.3.55
βασιλείαν τοῦ φωτὸς τῆς ζωῆς.
16.4.1
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα γεννήσῃ
16.4.2
ἡμᾶς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου καὶ λυτρώσηται ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» καὶ
16.4.3
εἰσαγάγῃ εἰς κόσμον θεότητος τοῦ ἁγίου πνεύματος ἀπὸ τοῦ νῦν. μήπως ὁ θάνατος (ὅ
16.4.4
ἐστιν «τὸ πνεῦμα τοῦ κόσμου», «τὸ φρόνημα τῆς σαρκὸς») κατάσχῃ ἡμᾶς ὑπὸ τὴν
16.4.5
ἑαυτοῦ ἐξουσίαν καὶ γεέννῃ αἰωνίῳ παραδοθῶμεν καὶ τότε ἀνωφέλητα μετα
16.4.6
νοήσωμεν, ὅτι ἔχοντες καιρὸν οὐκ ᾐτήσαμεν λύτρωσιν καὶ ἔλεος παρ' αὐτοῦ, καίπερ
16.4.7
ἑτοίμως (ἐάν τις αἰτήσῃ καὶ ζητήσῃ καὶ κρούσῃ) τὰς ἰδίας ἐπαγγελίας φιλανθρώπως
16.4.8
παρεχομένου· «πιστὸς γάρ» ἐστι καὶ ἀληθὴς «ὁ ἐπαγγειλάμενος» διδόναι τὴν ἑαυτοῦ
16.4.9
χάριν καὶ τὴν ζωὴν τοῖς μετὰ πίστεως αἰτοῦσιν αὐτόν. προσδεξώμεθα τοίνυν ἀεὶ τὸν κύ
16.4.10
ριον, τὸν ἀληθινὸν ζωοποιόν, ὃς μόνος δύναται ἐλθὼν λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν
16.4.11
ἐκ τῶν ἀοράτων ἐχθρῶν, τῶν παθῶν τῆς «ἀτιμίας», τὴν ἀναστροφὴν ἡμῶν ἄσπιλον καὶ
16.4.12
ἄμωμον ἐν πάσαις ἀρεταῖς ποιού μενοι. μὴ γινώμεθα ὥσπερ αἱ πονηραὶ καὶ μίσανδροι
16.4.13
γυναῖκες, αἵ
16.4.14
τινες ἐπὰν ἔλθῃ ὁ ἀνὴρ κεκοπιακὼς πρὸς τὸ ἀναπαῆναι ἐν τῷ οἴκῳ
16.4.15
αὐτοῦ, αὐταὶ τοὺς οἴκους αὐτῶν καταλιμπάνουσαι ἀλλαχοῦ ἀπερχό μεναι ῥέμβονται.
16.4.16
πολὺ γὰρ βούλεται ἀναπαῆναι εἰς τὸν ἑαυτοῦ οἶκον, εἰς τὰ σώματα καὶ τὰς ψυχὰς
16.4.17
ἡμῶν, αὐτὸς ὁ καλὸς καὶ μόνος ἀνὴρ Χριστός, ὁ κεκοπιακὼς πολλὰ δι' ἡμᾶς καὶ
16.4.18
ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ αὐτοῦ αἵματι, κρούει ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα
16.4.19
ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν καὶ «μονὴν» παρ' ἡμῖν
16.4.20
ποιήσῃ, ἵνα μὴ μεμπταῖοι γενώμεθα· ὥσπερ ἐκεῖ ὀνειδίζει ὁ κύριος τῷ μὴ νίψαντι καὶ
16.4.21
ἀλείψαντι «τοὺς πόδας» αὐτοῦ καὶ μὴ ἀναπαύσαντι αὐτόν, καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ
16.4.22
κύριος· «ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις» «ἀνοίξῃ» μοι «εἰσελεύσομαι
16.4.23
πρὸς αὐτὸν καὶ δειπ νήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ». τοιγαροῦν ἡμεῖς
16.4.24
μακρύνομεν ἑαυτοὺς ἀπ' αὐτοῦ μὴ κατὰ ἀλήθειαν ζητοῦντες αὐτόν· αὐτὸς γὰρ ἀεὶ
16.4.25
ἐγγίζει ταῖς ψυχαῖς ἡμῶν κρούων καὶ ζητῶν εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν ἡμῖν. διὰ
16.4.26
τοῦτο γὰρ καὶ πολλὰ παθεῖν ὑπέμεινε δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἀγοράσας
16.4.27
ἡμᾶς ἐκ τῆς δουλείας τοῦ σκότους, ἵνα ἐν ἑκάστῃ ψυχῇ εἰσελθὼν «μονὴν» ποιήσῃ καὶ
16.4.28
ἀναπαῇ πολλὰ κεκοπιακὼς δι' αὐτήν. τοῦτο ἐγένετο θέλημα τῆς εὐδοκίας αὐτοῦ, ἵνα
16.4.29
ἔτι ὄντων ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν ἡμῖν κατὰ τὴν
16.4.30
ἐπαγγελίαν αὐτοῦ. ἐκείνοις γὰρ τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπὸ τοῦ κυρίου
16.4.31
πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου τοῦτό φησιν· «ξένος ἤμην καὶ οὐκ
16.4.32
ἐδέξασθέ με, γυμνὸς καὶ οὐ περιεβά λετέ με, ἠσθένησα καὶ οὐκ ἐπεσκέψασθέ με»,
16.4.33
«ἐπείνων καὶ οὐκ ἐδώ κατέ μοι φαγεῖν, ἐδίψων καὶ οὐκ ἐποτίσατέ με», «ἐν φυλακῇ
16.4.34
ἤμην καὶ οὐκ ἤλθατε πρός με». τοῦτο μὲν εἰς τὸ προφανὲς περὶ τῶν εὐ ποιιῶν νοεῖται
16.4.35
εἰς ἑαυτὸν τοῦ κυρίου ὑποδεχομένου τὴν εἰς τοὺς δούλους αὐτοῦ διακονίαν, τὸ δ'
16.4.36
ἀληθέστερον καὶ βαθύτερον κατὰ τὸν ἔσω ἄνθρωπον ἑκάστου νοεῖται· ἡ γὰρ ἀληθὴς
16.4.37
τροφὴ αὐτοῦ καὶ ἡ πόσις καὶ τὸ ἀμφίον καὶ ἡ στέγη καὶ ἡ ἀνάπαυσις αἱ ψυχαὶ ἡμῶν
16.4.38
εἰσιν, ἵνα δεξαμένη ἡ ψυχὴ τὸν κύριον ἐν ἑαυτῇ καὶ κοινωνήσασα τῷ πνεύματι αὐτοῦ
16.4.39
γένηται μετ' αὐτοῦ εἰς «ἓν πνεῦμα», καὶ ἀνακαινισμὸς καὶ ἀλ λοίωσις τῆς καρδίας
16.4.40
γένηται καὶ παθῶν κατάργησις καὶ σβέσις, ἐνέρ γεια δὲ πνεύματος ἁγίου καὶ ἀρετῶν
16.4.41
ἔργα ἐν ἡμῖν εὑρεθῇ. αὕτη ἐστὶν ἡ ἀληθὴς τοῦ κυρίου βρῶσις καὶ πόσις. πεινᾷ οὖν ὁ
16.4.42
κύριος καὶ διψᾷ τὰς ψυχὰς ἡμῶν καὶ ὥσπερ ξένος καὶ ἀσθενής ἐστιν ἐν ἡμῖν μηδέπω
16.4.43
ἀναπαυσάμενος μηδὲ «μονὴν» ἔχων ἐν ταῖς ψυχαῖς ἡμῶν. ἀεὶ τοίνυν κρούει
16.4.44
βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς καὶ ἀναπαῆναι καὶ πᾶσαν πρό νοιαν ἡμῶν ποιεῖται
16.4.45
ταύτης ἕνεκα τῆς ὑποθέσεως.
16.5.1
Δεξώμεθα τοίνυν αὐτὸν ἐν πίστει καὶ ἀγάπῃ πολλῇ καὶ εἰσαγάγωμεν
16.5.2
αὐτὸν ἔνδον ἡμῶν καὶ ξενίσωμεν καὶ θρέψωμεν αὐτὸν καὶ ποτίσωμεν καὶ ἀμφιάσωμεν
16.5.3
αὐτὰς τὰς προαιρέσεις ἡμῶν ἐξ ὅλου αὐτῷ ἐκδότους ἀποδόντες καὶ τῷ θελήματι τοῦ
16.5.4
πνεύματος αὐτοῦ ἐξακολουθοῦντες, μᾶλλον δὲ τραφῶμεν καὶ ποτισθῶμεν τὸ πνεῦμα
16.5.5
αὐτοῦ καὶ ἀμφιασθῶ μεν αὐτὸν τὸν κύριον, αὐτὸς γάρ ἐστιν ἡ τροφὴ καὶ ἡ πόσις καὶ τὸ
16.5.6
ἀμφίον ἡμῶν καὶ ὁ θησαυρὸς καὶ ἡ κληρονομία καὶ ἡ κτῆσις ἡμῶν καὶ ἡ ἀνάπαυσις καὶ
16.5.7
ὁ οἶκος ἡμῶν καὶ τὸ πᾶν ἡ ζωὴ ἡ αἰώνιος αὐτὸς ἡμῶν ἐστιν, καὶ πᾶσα ψυχὴ ἡ μὴ
16.5.8
δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀνα παύσασα διὰ τῶν τῆς ἀρετῆς καρπῶν, μᾶλλον δὲ
16.5.9
ἀναπαεῖσα καὶ ζήσασα ζωὴν πνεύματος, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων
16.5.10
κληρο νομίαν οὐκ ἔχει καὶ εἰς τὴν ἐπουράνιον πόλιν τῶν «πρωτοτόκων» εἰσελ θεῖν οὐ
16.5.11
δύναται. εἰ γὰρ ἐν τῇ συκῇ ἐλθὼν ὁ κύριος τραφῆναι καὶ μὴ εὑρὼν καρπὸν ἐν αὐτῇ
16.5.12
τιμωρίαν αὐτῇ κατεδίκασε καὶ παραχρῆμα ἐξηράνθη («μηκέτι» γάρ φησιν «ἐκ σοῦ
16.5.13
καρπὸς γένηται εἰς τὸν αἰῶνα»), πόσῳ μᾶλλον ψυχῆς, ἧς μὴ εὑρίσκεται καρπὸς
16.5.14
προαιρέσεως καὶ τρό ποι εὐθύτητος πρὸς βρῶσιν τοῦ κυρίου, τί πάθῃ ἢ ποίαν τιμωρίαν
16.5.15
ὑποστῇ εἰπεῖν οὐκ ἔστιν· αἰώνιος γάρ ἐστιν, ὥς φησιν ὁ ἀπόστολος· «εἰ γὰρ ὁ δι'
16.5.16
ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παρά βασις καὶ παρακοὴ ἔλαβεν
16.5.17
ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκ φευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας»;
16.5.18
καρπὸν τοίνυν ἀγα θὸν παρ' ἡμῶν ζητεῖ ὁ κύριος τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν καὶ ὅλον
16.5.19
τὸ θέλημα ἡμῶν τὸ ἐξ ὅλης ψυχῆς αὐτὸν ἀγαπῆσαι, ἵνα λαβὼν ὥσπερ καλὸν βρῶμα
16.5.20
τὰς ἀρετὰς τῶν ψυχῶν ἡμῶν καρποὺς ἐν ἡμῖν ἀτρέπτους καὶ ἀληθινοὺς ποιήσῃ φέρειν
16.5.21
τοῦ πνεύματος θεϊκοὺς καὶ ζωῆς αἰωνίου μεστούς. ὥσπερ γὰρ «οὐκ ἦν» ἐκεῖ «καιρὸς
16.5.22
σύκων» καὶ ἐζητήθη καρπὸς ἐν αὐτῇ, οὕτω καὶ ἐνταῦθα πρὸ τῆς τοῦ πνεύματος
16.5.23
κοινωνίας ἔρχεται ὁ κύριος ζητῶν καρπὸν ἀγαθῆς προαιρέσεως παρὰ τῆς ψυχῆς. ἐκεῖ
16.5.24
μὲν γὰρ εἰς τὸ προφανὲς ἐν τῷ Ἰσραὴλ νοεῖται, ὅτι «καρπὸν ἄξιον» τῷ κυρίῳ οὐκ
16.5.25
ἔδωκαν μὴ πιστεύσαντες αὐτῷ. ἐν ἑκάστῃ δὲ ψυχῇ τοῦτο σημαίνει, ὅτι πρὸ τῆς
16.5.26
ἐνεργείας τῆς χάριτος καὶ πρὸ τοῦ τοὺς καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν
16.5.27
ζητεῖ ὁ κύριος καρπόν τινα ἴδιον αὐτῆς τῆς ψυχῆς, αὐτὸ τὸ θέλημα καὶ τὴν προαίρεσιν
16.5.28
καὶ πίστιν καὶ ἀγάπην ὅλην αὐτῷ ἀποδοῦναι καὶ ὅση δύναμίς ἐστιν ἀγα θῶν ἔργων
16.5.29
ἐπιτηδειότητα, ἤτοι ἔνδοθεν ἢ ἔξωθεν. ταῦτα παρ' ἡμῶν ὁ κύριος ἐπιζητεῖ καὶ τὴν πρὸς
16.5.30
αὐτὸν ἀδιάλειπτον ζήτησιν καὶ ὅταν ἴδῃ τὴν τοιαύτην τῆς ψυχῆς ἀγαθὴν προαίρεσιν
16.5.31
καὶ ὀρθὴν πρὸς κύριον ζήτησιν, τότε δίδωσιν αὐτῇ τὴν χάριν ἐρχόμενος καὶ κατοικῶν
16.5.32
ἐν ἡμῖν, καὶ τότε καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν καταξιοῖ εἰς καιρὸν
16.5.33
σύκων ὥριμον γενομένην. ἐν ἑκάστῃ γὰρ ψυχῇ περιέρχε ται ὁ κύριος ζητῶν καρπὸν τοῦ
16.5.34
εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν αὐτῇ, ὑπὲρ πάντων γὰρ ἀπέθανεν καὶ πᾶν γένος Ἀδὰμ
16.5.35
ἠγόρασεν τῷ ἰδίῳ θανάτῳ. πᾶσα οὖν ψυχὴ χρεωστεῖ ἀποθανεῖν ἑαυτῇ καὶ αὐτῷ ζῆσαι
16.5.36
καὶ δέξα σθαι αὐτὸν καὶ καταρτίσαι καὶ ἑτοιμάσαι οἶκον ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς τῷ
16.5.37
κυρίῳ, ἵνα εἰσελθὼν καὶ ἀνάπαυσιν εὑρὼν ἐν τοῖς ἀγαθοῖς τῆς προαιρέσεως ἡμῶν
16.5.38
τρόποις καὶ τραφεὶς καὶ ποτισθεὶς καὶ ἀμφι ασθεὶς καὶ ἀναπαεὶς ἐν ταῖς ἀρεταῖς τῆς
16.5.39
ψυχῆς ἡμῶν ἐρῇ ἡμῖν τότε· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν
16.5.40
ἡτοιμασ μένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώ κατέ μοι
16.5.41
φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς.
16.6.1
Ἔχοντες τοίνυν τοιαύτην προσδοκίαν καὶ τοιαύτην ἐλπίδα τοῦ εἰσελθεῖν
16.6.2
καὶ ἀναπαῆναι τὸν κύριον εἰς τὰς ψυχὰς ἡμῶν, μᾶλλον δὲ ἀναπαῆναι τὰς ψυχὰς ἡμῶν
16.6.3
ἐν τῷ κυρίῳ, πᾶν ὃ βλέπεις ἐν τῷ κόσμῳ τούτῳ γινόμενον νοερῷ ὀφθαλμῷ καὶ ἀγαθῇ
16.6.4
προαιρέσει εἰς τὴν πνευ ματικὴν ὠφέλειαν μεταβάλλειν ὀφείλεις. οἷον ἐὰν ἴδῃς
16.6.5
πλοῦτον ἐπί γειον, σὺ τὸν πνευματικὸν πλοῦτον ἐννοῶν ἐπιθύμει. ἐὰν ἴδῃς χαρὰν ἐν
16.6.6
κόσμῳ καὶ ἑορτὰς γινομένας, εἰπὲ πρὸς ἑαυτόν· πότε καταξιωθῇ ἡ ψυχή μου ἑορτάσαι
16.6.7
τὴν πνευματικὴν τῆς χάριτος ἑορτὴν καὶ μετὰ ἁγίων ἀγγέλων καὶ μετὰ οὐρανίων
16.6.8
δυνάμεων τὸν ἔσω μου ἄνθρωπον ἐγκαταλλαγῆναι; καὶ πάντα τὰ τούτῳ τῷ τρόπῳ
16.6.9
ἐχόμενα προσέχων τοῖς φαινομένοις σὺ τὴν τῶν ἀφθάρτων καὶ ἀοράτων ἐπιθυμίαν
16.6.10
λάμ βανε, ἵνα καὶ ἀπ' αὐτῶν τῶν ὁρωμένων οὐ βλάβος ἀλλὰ μᾶλλον ὠφέ λειαν
16.6.11
καρπώσῃ, ἐὰν ἀοράτῳ καὶ νοερῷ ὀφθαλμῷ τὴν διάνοιαν εὐθύνῃς, ἐκ τῶν ὁρωμένων
16.6.12
πραγμάτων τὴν τῶν ἐπουρανίων ἀγαθῶν κατανόησιν λαμβάνων. {{Σπουδάσωμεν
16.6.13
τοίνυν ἐν πᾶσιν εὐαρεστοῦντες τῷ κυρίῳ καὶ τὴν προσδοκίαν τῆς χάριτος ἐν πίστει
16.6.14
ἀδιαλείπτῳ ἔχοντες, ἐν ἀγαθοῖς τρόποις ἀναστρεφόμενοι ἐξ ὅλης καρδίας πιστεῦσαι
16.6.15
ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις (ὅτι ἀληθής ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ ἀγα
16.6.16
πῆσαι αὐτὸν καὶ σπουδάσαι παντοίως ἐν πάσῃ ἀρετῇ καὶ αἰτήσει ἐπι μόνως καὶ
16.6.17
ἐνδελεχῶς δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ, ὁλοκλήρως καὶ τελείως, ἵνα
16.6.18
ζῳοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν ὡς ἔτι ἐν σαρκί ἐσμεν. ἐὰν γὰρ μὴ ἐν τῷ κόσμῳ τούτῳ ἡ
16.6.19
ψυχὴ δέξηται τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως καὶ κοινω
16.6.20
νὸς θείας φύσεως γένηται ἀνακερασθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἐπιτελεῖν
16.6.21
δυνήσεται, ἀποίητός ἐστι τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἐκτήσατο
16.6.22
ἀγαθόν, αὐτὸ «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» ἔσται αὐτῷ ζωή.}} 16. 7 Σπουδάσωμεν τοίνυν ἐν
16.6.23
ἀδιστάκτῳ πίστει δεόμενοι τοῦ κυρίου τυχεῖν τῆς ἐπαγγελίας «τοῦ πνεύματος», ὅπερ
16.6.24
ἐστὶ ζῳοποίησις ψυχῆς. εἰ γὰρ ὁ προσαίτης οὗτος διὰ τὸν σωματικὸν ἄρτον ἀναιδεύεται
16.6.25
κρούων τὴν θύραν καὶ αἰτῶν καὶ ἐὰν μὴ λάβῃ ἐνδότερον εἰσέρχεται καὶ ἀναιδεστέρως
16.6.26
αἰτεῖ ἄρτον ἢ ἔνδυμα ἢ ὑπόδημα εἰς ἀνάπαυσιν τοῦ σώματος αὐτοῦ καὶ ἕως οὗ λάβῃ
16.6.27
οὐκ ἀφίσταται κἂν διώκωσιν αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀληθινὸν καὶ
16.6.28
ἐπουράνιον ἄρτον ζητοῦντες λαβεῖν εἰς δυνάμωσιν ψυχῆς καὶ τὰ οὐράνια τοῦ φωτὸς
16.6.29
ἐνδύματα ἐνδύσασθαι ἐπιποθοῦντες καὶ τὰ νοερὰ ὑποδήματα τοῦ πνεύματος
16.6.30
ὑποδήσασθαι ἐπιθυμοῦντες εἰς ἀνάπαυσιν ἀθανάτου ψυχῆς.
16.6.31
πῶς ὀφείλομεν
16.6.32
ἀπερικακήτως καὶ ἐνδελεχῶς μετὰ πίστεως καὶ ἀγάπης καὶ μακροθυμεῖν ἀεὶ καὶ
16.6.33
κρούειν τὴν πνευματικὴν θύραν τοῦ θεοῦ καὶ αἰτεῖν ἐν πάσῃ ὑπομονῇ ἀξιωθῆναι ἡμᾶς
16.6.34
τῆς αἰωνίου ζωῆς, καθὼς καὶ ὁ κύριος «παραβολὴν» ἔλεγε «πρὸς τὸ δεῖν πάντοτε
16.6.35
προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» καὶ διεξελθὼν τὸν λόγον ἐπάγει λέγων· πόσῳ μᾶλλον
16.6.36
ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν» «τῶν βοώντων» πρὸς αὐτὸν
16.6.37
«νυκτὸς καὶ ἡμέρας», καὶ πάλιν περὶ τοῦ φίλου λέγων· κἂν «διὰ τὸ φίλον εἶναι» «οὐ
16.6.38
δώσει αὐτῷ», «διά γε τὴν ἀναίδειαν αὐτοῦ» ἀναστὰς «δώσει αὐτῷ ὅσων χρῄζει» καὶ
16.6.39
ἐπιφέρει· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται
16.6.40
ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμ βάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».
16.6.41
καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς
16.6.42
τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς
16.6.43
αἰτοῦσιν αὐτόν». διὰ τοῦτο πάντοτε αἰτεῖν ἀπερικακήτως καὶ ἐπιμόνως παραινεῖ ἡμῖν ὁ
16.6.44
κύριος καὶ ζητεῖν καὶ κρούειν πάντοτε· τοῖς γὰρ αἰτοῦσι καὶ ζητοῦσι καὶ κρούουσιν
16.6.45
ἐπηγγεί λατο δοῦναι, οὐ τοῖς οὐκ αἰτοῦσιν· αἰτούμενος γὰρ καὶ παρακαλού μενος καὶ
16.6.46
ἀγαπώμενος θέλει δοῦναι ἡμῖν τὴν αἰώνιον ζωήν.
16.8.1
Προσέλθωμεν αὐτῷ τοίνυν, τῇ πνευματικῇ θύρᾳ, καὶ κρούσωμεν, ἵνα
16.8.2
ἀνοίξῃ ἡμῖν, αἰτήσωμεν αὐτόν, τὸν ἄρτον τῆς ζωῆς, εἴπωμεν αὐτῷ· δός μοι, κύριε,
16.8.3
ἄρτον τῆς ζωῆς, ἵνα ζήσω, ὅτι λιμῷ κακίας δεινῶς συνεχό μενος ἀπόλλυμαι. δός μοι
16.8.4
ἀμφίον τοῦ φωτὸς τῆς σωτηρίας, ἵνα καλύψω τὴν ἀσχημοσύνην τῆς ψυχῆς μου, ὅτι
16.8.5
γυμνὸς ὢν τῆς δυνάμεως τοῦ πνεύματός σου αἰσχρῶς τοῖς πάθεσιν ἀσχημονῶ. καὶ ἐὰν
16.8.6
ἐρῇ σοι· εἶχες ἀμφίον, τί αὐτὸ πεποίηκας; ἀποκρίθητι λέγων· «λῃσταῖς» περι έπεσα καὶ
16.8.7
γυμνώσαντές με ἀφῆκαν «ἡμιθανῆ» καὶ «ἐκδύσαντες» ἦραν
16.8.8
αὐτὸ ἀπ' ἐμοῦ. δός μοι
16.8.9
ὑποδήματα πνευματικά, ὅτι τοῖς νοεροῖς ποσὶν ἀκάνθαις περιπείρομαι καὶ τριβόλοις ἐν
16.8.10
ἐρημίᾳ μου πελαζομένου περι πατῆσαι οὐ δύναμαι. δός μοι βλέψιν καρδίας, ἵνα
16.8.11
ἀναβλέψω, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅτι ἐτύφλωσάν με οἱ ἀόρατοι
16.8.12
ἐχθροί μου καλύμματι σκότους καλύψαντες καὶ οὐ δύναμαι ἐνορᾶν σου τὸ οὐράνιον
16.8.13
καὶ ἐπιθυμητὸν πρόσωπον. δός μοι ἀκοὴν πνευματικήν, ὅτι κεκώφωμαι τῇ διανοίᾳ καὶ
16.8.14
ἀκούειν σου οὐ δύναμαι τῆς ἡδείας καὶ χρηστῆς ὁμιλίας. δός μοι «ἔλαιον ἀγαλλιάσεως»
16.8.15
καὶ οἶνον εὐφροσύνης πνευματικῆς, ἵνα ἐπιθῶ εἰς τὰ τραύματά μου καὶ ἀναψύξαι
16.8.16
δυνηθῶ. ἴασαί με καὶ ὑγιῆ με ποίησον, ὅτι «ἡμιθανῆ» με ποιήσαντες οἱ ἐχθροί μου καὶ
16.8.17
χαλεποὶ λῃσταὶ ἀφῆκαν με κατακεῖσθαι. μακαρία ἡ ψυχὴ ἡ ἀπερικακήτως ἀεὶ αἰτοῦσα
16.8.18
καὶ παραμόνως καὶ πιστῶς ὡς πτωχὴ καὶ τετραυματισμένη, ὅτι λήψεται τὰ αἰτήματα
16.8.19
αὐτῆς καὶ τεύξεται τῆς αἰωνίου ἰάσεως καὶ θεραπείας καὶ ἐκδικηθήσεται ἐκ τῶν ἐχθρῶν
16.8.20
αὐτῆς τῶν παθῶν τῆς «ἁμαρτίας»· «πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος» θεός, ὃς καὶ
16.8.21
παράσχοι τὰ αἰτήματα ἡμῶν. Δόξα τῇ ἀγαθότητι αὐτοῦ.
16.9.1
Ὥσπερ γὰρ ἐν πόλει ἄρχων προέρχεται πεπικραμένος κατὰ τῶν κα
16.9.2
κοποιῶν καὶ ἐπιβούλων, καὶ ἐὰν προσέλθῃ αὐτῷ τις συληθεὶς ὑπὸ λῃστῶν ἢ κλεπτῶν
16.9.3
καὶ εἴπῃ· δέομαι τῆς σῆς βοηθείας, ὁ ἐχθρός μου ἥρπασέ με καὶ ἐσύλησε καὶ ἐτραυμάτισέ
16.9.4
με καὶ τάδε καὶ τάδε μοι πέπραχε, καὶ καθεζόμενος ἐπὶ τοῦ βήματος ὁ ἄρχων εὐθέως
16.9.5
ἀναζητεῖ τὸν ἐχθρὸν καὶ κακοποιὸν καὶ εὑρὼν βασάνοις καὶ τιμωρίαις αἰκίζει οὕτω καὶ
16.9.6
δύνανται οἱ ἄνθρωποι βοηθείας τῆς ἄνωθεν καὶ ἐκδικήσεως τυχεῖν προσελθόντες καὶ
16.9.7
ἐντυχόντες τῷ κυρίῳ καὶ παρακαλοῦντες παραμόνως. αὐτὸς γὰρ δύναται καὶ τὴν
16.9.8
νοερὰν γῆν τῆς ψυχῆς τὴν ὑπὸ τὴν θάλασσαν τῶν παθῶν τῆς πικρίας τοῦ σκότους τῶν
16.9.9
πονηρῶν δυνάμεων τυγχάνουσαν κουφίσαι καὶ ἄνωθεν τῆς θαλάσσης ποιῆσαι εἶναι,
16.9.10
τῆς ψυχῆς μέντοι πιστευούσης ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ ἀγα πώσης καὶ
16.9.11
ἐπικαλουμένης αὐτὸν ἐν ἀληθείᾳ καὶ προσδοκώσης ἀεὶ τὴν
16.9.12
διὰ τοῦ πνεύματος
16.9.13
λύτρωσιν τῶν παθῶν παντελῆ ἐν αὐτῇ γενέσθαι διὰ τὴν ἄπειρον ἀγάπην αὐτοῦ. Δόξα
16.9.14
τῇ μεγαλειότητι αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.