Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Οἱ «ἐπὶ τὴν ἄμμον» τὴν οἰκοδομὴν τῆς ἑαυτῶν καρδίας ποιούμενοι καὶ οἱ
17.1.2
ἐπὶ τὴν πετρώδη τῆς σκληρᾶς καρδίας γῆν τὸν σπόρον τοῦ λόγου δεξάμενοι ἀληθινὸν
17.1.3
«θεμέλιον» ἐν ἑαυτοῖς οὐ κέκτηνται οὔτε πειρασμοὺς θλίψεων τοῦ πονηροῦ ὑπομένειν
17.1.4
δύνανται, ἀλλ' ἀνυπομο νήτως πάσας τὰς ἐπερχομένας αὐτοῖς θλίψεις φέρουσι, μὴ
17.1.5
δυνάμενοι ὑποφέρειν τὰς ἐπαναστάσεις καὶ τοὺς πειρασμοὺς τῶν πονηρῶν πνευ μάτων
17.1.6
τοὺς διὰ τὴν ζήτησιν τῆς βασιλείας αὐτοῖς ἐπερχομένους. αἱ γὰρ τῶν τοιούτων
17.1.7
προαιρέσεις τοιαῦταί εἰσιν· ἐὰν μή (φησίν) εὐθέως προσλάβω τὴν χάριν τοῦ πνεύματος,
17.1.8
ἀπέρχομαι, ἀδυνάτως ἔχω παραμένειν, οὐ δύναμαι μακροθυμῆσαι χρόνοις πολλοῖς· εἰ
17.1.9
δὲ λάβω, τότε παραμενῶ. οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως
17.1.10
φέρειν οὐ δύναται, μὴ προευτρεπίσας ἑαυτὸν εἰς αὐτὸ τοῦτο. μὴ γὰρ μετὰ τὴν
17.1.11
μετάληψιν τῆς χάριτος οὐκέτι πόλεμος, οὐκέτι θλῖψις, οὐκέτι κλύδωνες τοῦ πονηροῦ
17.1.12
ἐπεγείρονται; τότε πλείονες
17.1.13
δοκιμασίαι, τότε μεγάλοι ἱδρῶτες, τότε μεγάλαι
17.1.14
ἐπαναστάσεις. κατὰ γὰρ τὴν τῆς ψυχῆς ἐν χάριτι προκοπὴν τοσοῦτον καὶ οἱ πειρασμοὶ
17.1.15
τοῦ πονηροῦ ἐπανίστανται, καὶ τοσοῦτον ἐπαφίεται ἡ τῆς κακίας δύ ναμις πειράσαι τὴν
17.1.16
ψυχήν, καθόσον δυνατῶς ἔχει τοῦ ὑπομεῖναι. οἱ γὰρ προειρημένοι ὡς ἐπὶ μισθῷ
17.1.17
δουλεύειν προσῆλθον τῷ κυρίῳ, ὡς ἀλλότριοι καὶ ξένοι, καὶ οὐχ ὡς πιστοὶ καὶ οἰκεῖοι
17.1.18
δοῦλοι εὐαρεστεῖν καὶ πονεῖν ἐν τῇ δεσποτικῇ οἰκίᾳ προῄρηνται. οὗτοι καὶ μήπω
17.1.19
ἐργασάμενοι μισθὸν ἀπαιτοῦσιν, δέον ὡς χρεῶσται καὶ εὐνόητοι καὶ πιστοὶ δοῦλοι τοῦ
17.1.20
κυρίου αὐτῶν καὶ ἑκόντας καὶ ἄκοντας ἑαυτοὺς ἄγχειν εἰς τὴν ἀγαθὴν καὶ καλὴν τῶν
17.1.21
ἐντολῶν τοῦ Χριστοῦ δουλείαν καὶ πᾶσαν εὐαρέστησιν τοῦ θεοῦ τὴν ἀδιάλειπτον εἴτε
17.1.22
λαμβάνοντας ἤδη τι δόμα παρ' αὐτοῦ, εἴτε μηδέπω λαμβάνοντας, καὶ δέον κρίνειν, ὅτι
17.1.23
τῷ δεσπότῃ μου κεχρεώστηται παρ' ἐμοῦ πᾶσα εὔνοια τοῦ δουλεύειν καὶ εὐαρεστεῖν
17.1.24
πάντοτε, καὶ εἴτε δίδωσί μοι τὴν χάριν τοῦ πνεύματος αὐτοῦ, εἴτε οὐδέπω δίδωσιν, οὐκ
17.1.25
ἀφίημί μου τὸν δρόμον καὶ τὴν διακονίαν ὅσον τὸ ἐν ἐμοὶ δυνατόν, καὶ τῆς ἐλπίδος τοῦ
17.1.26
κυρίου μου οὐκ ἐξίσταμαι (ἀληθὴς γάρ ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ πάντοτε αὐτῷ
17.1.27
εὐχαριστεῖν ὑπὲρ ὧν ἤδη κεχάρισται, αὐτοῦ εἶναί με καὶ ὑπ' αὐτοῦ οἰκονομεῖσθαι καὶ
17.1.28
πάσης προνοίας αὐτοῦ καταξιοῦσθαι καὶ εἰς ταύτην τὴν διαγωγὴν καὶ τὸν βίον τοῦτον
17.1.29
τῆς ἀσκήσεως ἐλθεῖν με δι' αὐτοῦ. δυνατός ἐστι καὶ τῆς χάριτος αὐτοῦ πληρῶσαί με
17.1.30
(«πιστὸς γάρ» ἐστι
17.1.31
καὶ ἀληθὴς) καὶ ἃ ἐπήγγελται παρέχει ἐμοῦ εἰς τέλος
17.1.32
μακροθυμοῦντος ἐν πίστει καὶ ἐν πάσαις ἀρεταῖς ὅση δύναμις ἀναστρεφομένου. ἔτι δὲ
17.1.33
καὶ τοῦτο λογισάμενος· τίς γάρ εἰμι ἐγὼ καὶ ποίας ἀξίας τυγχάνω, ὅτι κἂν τὸ ὄνομα
17.1.34
αὐτοῦ ἐπικληθῇ ἐπ' ἐμοί, ἀχρείου μου κατὰ πάντα τυγχάνοντος; παραμείνας οὖν καὶ
17.1.35
εὐαρεστήσας προθύμως εἰς τέλος ἐν πάσῃ σπουδῇ καὶ δουλεύσας αὐτῷ ἐν πάσαις
17.1.36
ἀρεταῖς χρηστὸς ὢν καὶ δίκαιος ὁτεδήποτε ποιεῖ τὰς ἐπαγγελίας αὐτοῦ, ὅτι ἀψευδὴς
17.1.37
τυγχάνει· εἰ δὲ καὶ γεέννῃ βούλεταί με παραδοῦναι διὰ τὰς ἁμαρτίας μου τοῦ
17.1.38
κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτὸν καὶ τῆς πρὸς αὐτὸν ἀγάπης οὐκ ἐξίσταμαι, ὡς καὶ
17.1.39
ὁ μακάριος Ἰώβ φησιν· καὶ ἐὰν ἀποκτενῇς με, οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ
17.1.40
ἐκσταίην. ὁ τοιοῦτος ὡς δοῦλος πιστὸς καὶ οἰκονόμος ἀγαθὸς καὶ μόνῳ τῷ ἑαυτοῦ
17.1.41
δεσπότῃ εὔνοιαν ἐνδειξάμενος, πολλὰ πονέσας καὶ θλιβεὶς καὶ τῆς ἀγαθῆς δια κονίας
17.1.42
ἐν πάσαις ἀρεταῖς μηδὲν ἐλλείψας, δίκαιος καὶ ὅσιος ὢν κληρονόμος τῆς ζωῆς γίνεται,
17.1.43
ὅτι οὐχ ὡς ἐπὶ μισθῷ προσῆλθε δουλεύειν καὶ εὐαρεστεῖν, ἀλλ' ἑαυτὸν εἰς τέλος
17.1.44
ἐξέδωκε προθύμως εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι τῷ ἑαυτοῦ δεσπότῃ, καὶ διὰ τοῦτο τῆς
17.1.45
υἱοθεσίας τοῦ πνεύματος τυχεῖν καταξιοῦται καὶ κληρονόμος τῆς βασιλείας γίνεται. «ὁ
17.1.46
ποιμὴν» (γάρ φησιν) «ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων»
17.1.47
(τουτέστιν ὁ ὑπὲρ τῆς βασιλείας ἀγωνιζόμενος καὶ τὴν ἑαυτοῦ ψυχὴν περιποιούμενος),
17.1.48
ἕως θανάτου ἑαυτὸν ἐκδίδωσιν, «ὁ δὲ μισθωτὸς καὶ μὴ ὢν ποιμήν», ἐπὰν ἴδῃ «τὸν
17.1.49
λύκον ἐρχόμενον» (τουτέστι θλίψεις καὶ πειρασμούς), ἀφίστα ται «καὶ φεύγει» τῆς τοῦ
17.1.50
θεοῦ λατρείας καὶ παραφυλακῆς τῆς καρδίας αὐτοῦ περὶ τὰς ἁγίας ἐντολάς.
17.2.1
Σπουδάσωμεν τοίνυν ἐν ἐλπίδι καὶ πίστει καὶ πάσῃ ὑπομονῇ τελεί ους
17.2.2
ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι ἐν πάσαις ἐντολαῖς ἐνεχόμενοι καὶ παντὶ πρόπῳ ἀγαθῷ
17.2.3
καταρτιζόμενοι, καὶ αὐτὸς τὰς ἰδίας ἐπαγγελίας τάχιον ποιεῖ μεθ' ἡμῶν (ἀψευδὴς γάρ
17.2.4
ἐστιν), μόνον ἡμεῖς ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι τὴν ἐξ αὐτεξουσίου προαιρέσεως
17.2.5
πᾶσαν εὐαρέστησιν ἐν σπουδῇ ἀδιαλείπτῳ ἐπιτελέσωμεν καὶ οὕτω τῆς χάριτος καταξιω
17.2.6
θέντες καὶ θεμέλιον ἀληθῆ ἐν τῇ ἑαυτῶν καρδίᾳ τὴν δύναμιν τοῦ πνεύματος
17.2.7
κτησάμενοι πάντας πειρασμοὺς καὶ θλίψεις ὑπομένειν δυ νησόμεθα, καὶ οὕτως ἄμωμοι
17.2.8
διὰ τοῦ πνεύματος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν ἄξιοι γενησόμεθα εἰς τοὺς
17.2.9
αἰῶνας τῶν αἰώνων. Ἀμήν.