Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 18 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ὁ τὸν οἰκοδεσπότην ἰδὼν καὶ εὑρὼν πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ εἶδε καὶ
18.1.2
εὗρεν. τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν κύριον ζητῶν καὶ εὑρίσκων πάντα τὰ ἐπουράνια
18.1.3
ἀγαθὰ εὗρεν· ἐν αὐτῷ γάρ «εἰσι πάντες οἱ θη σαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» οἱ
18.1.4
«ἀπόκρυφοι». τί οὖν ἐροῦμεν· ποῦ ἐστιν ὁ θεὸς ὁ μὴ ὁρώμενος; ἆρα ἐπὶ γῆς; ἆρα ἐν
18.1.5
οὐρανοῖς; ἆρα ὑπὸ τὴν θάλασσαν; ἆρα ὑπὸ τὴν γῆν; τίς δύναται αὐτὸν κρατῆσαι ἢ ἰδεῖν;
18.1.6
οὐδὲ ἓν τῶν κτισμάτων. ψυχῇ πιστῇ καὶ ἀγαπώσῃ αὐτὸν κρατητὸν ἑαυτὸν παρέσχεν,
18.1.7
«οὕτως ἠγάπησε» τὸ κτίσμα τοῦτο, τὴν ψυχήν. ὡσαύ τως πάλιν ψυχὴν τίς δύναται ἰδεῖν
18.1.8
ἢ κρατῆσαι; ἢ ποία ἐστίν; οὐ φαίνεται. αὐτὸς ὁ ἄνθρωπος ἑαυτὸν οὐ γινώσκει, ἕως οὗ ὁ
18.1.9
κύριος αὐτῷ ἀποκαλύψει. ποῦ γὰρ οὐκ ἔστι τοῖς λογισμοῖς; καθώς φησιν ἡ Σοφία·
18.1.10
«ἄβυσσον καὶ καρδίαν τίς ἐξερευνήσει»; καὶ πάλιν ὁ ψαλμῳδός φησίν· «ἄβυσσος
18.1.11
ἄβυσσον ἐπικαλεῖται». μόνος οὖν ὁ θεὸς συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς δύναται καὶ
18.1.12
κρατῆσαι αὐτὴν εἰς τὸ ἴδιον θέλημα. ψυχὴ οὖν θεὸν κρατεῖ (ὡς προείρηται) τῇ ἀγάπῃ
18.1.13
αὐτῆς· ἑαυτὸν γὰρ κρατητὸν ψυχῇ πιστῇ ὁ κύριος θελήσας ἐποίησε καὶ θεὸς ψυχὴν
18.1.14
τὸ
18.1.15
κρατεῖ εἰς ἑαυτὸν καὶ τοὺς λογισμοὺς πάντας εὐθύνει καὶ ὁδηγεῖ, καὶ χωρίζει
18.1.16
μεμιγμένον ἀλλότριον αὐτῆς ἐγκόσμιον πνεῦμα. ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως
18.1.17
πᾶν γένος ἀνθρώπων εἰς τὴν φύσιν αὐτῶν (τὴν ψυχὴν καὶ τὸ σῶμα) ἐδέξαντο
18.1.18
φάρμακον πικρὸν θανάτου, σκότους, ἁμαρτίας, ἐξαμαρτάνειν προτρεπόμενον, καὶ
18.1.19
ποῦτο οὐδεὶς δύναται θε ραπεῦσαι καὶ ἐξελέσθαι καὶ ἰάσασθαι τὴν ἀνθρωπότητα καὶ
18.1.20
φονεῦσαι τὸν φονέα ἡμῶν, ἢ μόνον τὸ τοῦ θεοῦ πνεῦμα· ἰδού (γάρ φησιν) «ὁ ἀμνὸς
18.1.21
τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἐπειδὴ οὖν οἶδε τὸ κακὸν τὸ συνὸν τῷ
18.1.22
ἀνθρώπῳ, τίς δύναται μόνος φονεῦσαι αὐτό, χαυνοῖ καὶ ἐξυδαροῖ τὸν νοῦν ἐπὶ κοσμικά
18.1.23
τινα πράγματα προτρεπό μενον ἢ καί τινα ἕτερα εὔλογα, μόνον ἵνα ἐκκλίνῃ αὐτὸν ἐξ
18.1.24
ἐκείνης τῆς ζητήσεως καὶ ἐξ ἐκείνου τοῦ πόνου. οἶδε γὰρ ὅτι, ἐὰν ἐκεῖνο ζητῇ, ὃ
18.1.25
φονεύσει αὐτόν, ἀπολεῖται ταχέως. λοιπὸν οὖν παντὶ τρόπῳ ἀγωνί ζεται ἐξυδαροῦν τὴν
18.1.26
προαίρεσιν καὶ συμβουλίας εὐλογοφανεῖς ὑπο σπείρειν, μόνον ἵνα ἐκεῖθεν ἀποσπάσῃ
18.1.27
καὶ ἐκκλίνῃ καὶ μετεωρίσῃ τοῦ μὴ ζητεῖν τὸ φονεῦον τὴν ἁμαρτίαν. ἡμεῖς τοίνυν,
18.1.28
ἀγαπητοί, πάντοτε τὸν σκοπὸν ἡμῶν καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον ἐκεῖ ἔχωμεν
18.1.29
μηδεμίαν ὥραν διδόντες ἑαυτοῖς ἄνεσιν καὶ μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ πράγματι
18.1.30
ὑπακούσωμεν ταῖς συμβουλίαις αὐτοῦ, ὅπως ἐκείνη ἡ πνευ ματικὴ καὶ ἐνυπόστατος
18.1.31
ἐργασία γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἐν ἡμῖν κακίαν. λόγοι γὰρ μύριοι οὐδὲν
18.1.32
ὠφελοῦσιν, ἐργασίας πνευμα τικῆς χρεία ἐνυποστάτου. ἄλλος γάρ ἐστιν ὁ λόγον
18.1.33
ἀκούων καὶ χα ροποιούμενος καὶ ἄλλος ὁ ἐνέργειαν θείας δυνάμεως αἰσθανόμενος ἐν
18.1.34
ἑαυτῷ, δι' οὗ ἀποκτέννεται ἡ ἁμαρτία. ἄλλος οὗτος καὶ ἄλλος ἐκεῖνος. κἀκεῖνο μὲν
18.1.35
καλόν, ἀλλ' ὁ δυνάμεως θείας ἐνέργειαν αἰσθανόμενος οὗτος ἐγγίζει καὶ κοινωνεῖ
18.1.36
φύσει θείᾳ κατὰ τὸ γεγραμμένον· ὅπως «γένησθε φύσεως θείας κοινωνοί», καὶ
18.1.37
«σπέρμα» θεοῦ ἔχων ἐν ἑαυτῷ «πνεύματος ἁγίου» μέτοχος τυγχάνει, ὥσπερ υἱὸς ὢν
18.1.38
ἤδη «τῆς ἀληθείας».
18.2.1
Μόνος οὖν ὁ θεὸς δύναται κρατῆσαι τὴν ψυχὴν καὶ συναγαγεῖν τοὺς
18.2.2
λογισμοὺς αὐτῆς (καθὼς προλαβόντες ἀνωτέρω εἰρήκαμεν), ἄλλῳ δὲ τοῦτο ποιῆσαι
18.2.3
ἀδύνατον. ποῦ οὖν ἐστιν ἡ ψυχή; ἰδοὺ γὰρ ὅλη ἐν τῷ σώματί ἐστι καὶ ὅλη ἔξω τοῦ
18.2.4
σώματός ἐστιν, νοεῖ τὰ μέλλοντα, περὶ τῶν ἐρχομένων διαλογίζεται. ἐπὶ γῆς ἐστι τῷ
18.2.5
σώματι καὶ τῇ διανοίᾳ ἐν οὐρανοῖς ἐστιν ἡ ἀξία καὶ πιστή, ὁμοίως καὶ ἡ τοῦ ἁμαρτωλοῦ
18.2.6
ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ ἔξω εἰς πορρωτέρας πατρίδας κακὰ ἀποτελεῖ. ἡ δὲ ἀξία ἐπὶ
18.2.7
γῆς οὖσα τῷ σώματι «ἐν οὐρανοῖς» πολιτεύεται τῷ φρονήματι, καὶ ὁ κύριος ἐν
18.2.8
οὐρανοῖς ὢν τὴν εἰκόνα αὐτοῦ ἐν τῷ σώ ματι αὐτῆς ἐνέθηκεν. Δόξα τῇ μεγαλωσύνῃ
18.2.9
αὐτοῦ τοῦ «οὕτως» ἀγαπήσαντος τὸ γένος τῶν ἀνθρώπων. τίς γὰρ δύναται συνάξαι τὴν
18.2.10
ὑδαρότητα τοῦ γάλακτος εἰς ἕνωσιν καὶ πῆξιν, εἰ μὴ τὸ ἐμβαλλό μενον ἡ πυτία; οὕτω τίς
18.2.11
δύναται καὶ ψυχὴν ἐσκορπισμένην τοῖς λογισμοῖς καὶ φύσει κτίσμα οὖσαν ἐλαφρῦναι
18.2.12
καὶ εἰς οὐρανοὺς ἀναγαγεῖν καὶ εἰς σύμπηξιν καὶ στερεότητα καὶ ἕνωσιν τοὺς λογισ
18.2.13
μοὺς ἐνέγκαι, ἐὰν μὴ τὸ τοῦ θεοῦ πνεῦμα ὥσπερ πτερὰ γινόμενον κουφίσῃ τὴν ψυχὴν
18.2.14
καὶ ὑπὲρ τὴν φύσιν ἐνέγκῃ καὶ συνάξῃ τοὺς λογισ μοὺς εἰς ἕνα λογισμὸν ἔνθεον;
18.2.15
«ἐτυρώθη» (γάρ φησιν ὁ προφήτης) «ὡς γάλα ἡ καρδία αὐτῶν». δύο τυρώσεις ἐνταῦθα
18.2.16
νόει, ψυχὰς τυρου μένας εἰς τὸν θεὸν καὶ πηγνυμένας εἰς τὴν χάριν καὶ εἰς τὸν ἄνω
18.2.17
κόσμον, καὶ ψυχὰς τυρουμένας εἰς τὴν κακίαν καὶ πηγνυμένας εἰς τὸν αἰῶνα τοῦτον
18.2.18
καὶ τὸ ὅλον τῆς κακίας γινομένας. ὥσπερ γὰρ οὗτοι πήγνυνται καὶ στερεοῦνται ἐν τῇ
18.2.19
κακίᾳ, οὕτω κἀκεῖνοι πήγνυνται καὶ στερεοῦνται ἐν τῷ κυρίῳ. ὥσπερ γὰρ τοῦ πετεινοῦ
18.2.20
ἡ γῆ ὁ ἀήρ ἐστιν εἰς ὃν διαιτᾶται, οὕτω καὶ οἱ λογισμοὶ καὶ ὁ νοῦς τῶν ἁμαρτωλῶν· ἐν
18.2.21
γῇ σκοτεινῇ καὶ γνοφερᾷ ἐνδιατρίβουσι μετὰ τῶν τῆς πονηρίας πνευμάτων ἐν
18.2.22
λογισμοῖς κακοῖς πάντοτε τυγχάνοντες, κἀκεῖ περι πατοῦσι καὶ διαιτῶνται. ὡσαύτως
18.2.23
καὶ ὁ νοῦς καὶ οἱ λογισμοὶ τῶν δικαίων ἐν γῇ ζωῆς, ἐν γῇ φωτεινῇ τοῦ πνεύματος
18.2.24
ἐνδιατρίβουσι κἀκεῖ περιπατοῦσι κἀκεῖ ἀπὸ τοῦ νῦν διαιτῶνται ἐν ἀγαθοῖς λογισ μοῖς
18.2.25
καὶ οὐρανίοις πάντοτε τυγχάνοντες. τοῦτο ἔλεγεν ὁ κύριος· «καὶ μείζονα ἔργα ποιήσει»
18.2.26
ὁ υἱός, «ἵνα ὑμεῖς θαυμάσητε», ἔργα ζωῆς ἀθά νατα καὶ μὴ παρερχόμενα τῇ ψυχῇ καὶ τῷ
18.2.27
νῷ τῶν πιστῶν, ἔνθα ἐμ
18.2.28
περιπατοῦσι καὶ ἐρείδουσι τὰ ἴχνη τῶν λογισμῶν. «γῆν
18.2.29
καινὴν» φωτὸς καὶ «οὐρανὸν καινὸν» πνεύματος καὶ ἁπαξαπλῶς κόσμον καινὸν
18.2.30
κατεσκεύασε (καὶ αἰώνιον βασιλείαν), εἰς ὃν εἰσήνεγκε τὰς αὐτὸν ἐκδεχομένας καὶ
18.2.31
ἀγαπώσας ψυχὰς ἀπὸ γῆς θανάτου καὶ σκοτεινῆς πνευμάτων πονηρίας, ἔνθα οἱ
18.2.32
λογισμοὶ αὐτῶν διέτριβον, εἰς γῆν ζωῆς καὶ φωτὸς πνευμάτων ἁγίων, εἰς ἣν ἐρείδει τὰ
18.2.33
ἴχνη ὁ νοῦς καὶ οἱ λογισμοὶ περιπατοῦσιν εἰς ζωὴν αἰώνιον μετατιθέμενοι ἐκ θανάτου.
18.2.34
τοῦτο ἐπηγγείλατο ὁ κύριος ποιεῖν «ἔργα μείζονα» ἅπερ ἀκμὴν οὐκ ἦν, ἐπεὶ ὅσον ἐν
18.2.35
τοῖς φαινομένοις πᾶσα κατασκευὴ ἐν κόσμῳ ἦν, τὰ ὄρη, δένδρα, νεφέλαι, οὐρανός,
18.2.36
ἥλιος, ἄστρα, σελήνη, ἄνθρωποι, ζῷα, ὕδατα, θάλασσα, ποταμοί, καὶ πᾶσα ἡ
18.2.37
διακόσμησις ἦν. τὰ ἔργα οὖν τὰ καινὰ καὶ αἰώνια τὴν τῆς ψυχῆς μεταβολὴν καὶ ὑγείαν
18.2.38
νόει καὶ ἴασιν αἰώνιον καὶ τῶν ἐκ πνεύματος τεκταινομένων αἰωνίων κατασκευῶν, ἃ
18.2.39
ἐδωρήσατο τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ. Παρακαλέσωμεν οὖν τὸν κύριον
18.2.40
καὶ
18.2.41
προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει, ὅπως ἡ ἐνυπόστατος ἐργασία τοῦ ἁγίου
18.2.42
πνεύματος γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἁμαρτίαν, ἵνα ἐντεῦθεν καθαρισθέντες
18.2.43
καὶ ἁγιασθέντες ἄξιοι τῆς ἐπου ρανίου βασιλείας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ
18.2.44
ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note