Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1.1
Μέγα γὰρ καὶ τίμιον κτίσμα παρὰ θεῷ ἡ ψυχὴ τυγχάνει. τοιούτῳ δέ τινι
19.1.2
τρόπῳ τὴν κατασκευὴν τῆς λεπτότητος αὐτῆς παραπλησιάσωμεν, ὥσπερ ἐὰν ᾖ πόλις
19.1.3
ἔχουσα πλατείας, βουλευτήρια, δημόσια, ῥύμας, ἀμφόδια, παλάτια καὶ ἕτερα πολλὰ
19.1.4
κατασκευάσματα, καὶ εἰσὶ τόποι ἐπιτήδειοι πρὸς τὸ συνέρχεσθαι ἐκεῖ τοὺς πρώτους τῆς
19.1.5
πόλεως καὶ πᾶν τὸ πολίτευμα, καὶ ἐκεῖ καθέζεται κριτὴς καὶ δικάζει καὶ κατακρίνει
19.1.6
πάντας τοὺς ἐν τῇ πόλει κακοποιοὺς καὶ λῃστὰς καὶ κλέπτας ἢ φαρ μακοὺς ἢ μοιχοὺς ἢ
19.1.7
ἐπιβούλους, ὁ δὲ κριτὴς ἐν τῇ πόλει ἐξουσίαν λαβὼν βασιλικήν, τουτέστι τὰς βασιλικὰς
19.1.8
εἰκόνας καὶ τὰ σίγνα, οὕτω δύναται κρίνειν καὶ ἀναιρεῖν διὰ τῆς βασιλικῆς ἐξουσίας
19.1.9
τοὺς κακο ποιούςοὕτω καὶ ἡ μεγάλη νοερὰ πόλις τοῦ θεοῦ, ἡ ψυχὴ καὶ τὸ ἐν αὐτῇ
19.1.10
πολίτευμα τῶν λογισμῶν, ἐπὰν λάβῃ τὴν ἄνωθεν ἐξουσίαν διὰ τῆς πίστεως καὶ τῆς
19.1.11
ἐναρέτου αὐτῆς πολιτείας «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ τὴν ἐπουράνιον τοῦ
19.1.12
Χριστοῦ εἰκόνα καὶ τὰ οὐράνια τοῦ φωτὸς πνευματικὰ σίγνα, τότε δύναται ἀναιρεῖν καὶ
19.1.13
κατακρίνειν τοὺς ἐν αὐτῇ ἐχθροὺς καὶ κακοποιοὺς καὶ ἐπιβούλους καὶ λῃστάς
19.1.14
(τουτέστι τὰ πνεύματα «τῆς πονηρίας»). ἀλλὰ καὶ ἐπὶ τοῦ κυρίου τοῦτο ἐν ἑτέρῳ τρόπῳ
19.1.15
λαμβάνεται· ὥσπερ ἐκ πόλεως καταπονουμένης ὑπὸ ἐχθρῶν καὶ ἐπιβούλων, μὴ
19.1.16
ἐχούσης κριτὴν ἢ ἄρχοντα, εὑρεθῇ δὲ εἷς ἐκ τοῦ γένους ἐκείνης τῆς πόλεως, καὶ
19.1.17
προσελθὼν τῷ βασιλεῖ καὶ δοὺς ἑαυτοῦ τὰ ὑπάρχοντα ἔλαβεν ἐξουσίαν καὶ οὕτως
19.1.18
ἐλθὼν διεχειρίσατο καὶ ἀνῄρησε τοὺς ἐν τῇ πόλει ἐχθροὺς καὶ κακοποιούςτὸν αὐτὸν
19.1.19
τρόπον καὶ ὁ κύριος, «ὁ» δεύτερος «Ἀδάμ», ἐκ τοῦ γένους Ἀδὰμ μόνος εὑρέθη καὶ
19.1.20
ἔδωκε τὸ ἑαυτοῦ σῶμα ὑπὲρ παντὸς γένους τῶν ἀνθρώπων καὶ ἔλαβε τὴν ἐξουσίαν καὶ
19.1.21
τὴν βασιλείαν καὶ τὴν δυναστείαν καὶ ἀνῄρησε πᾶσαν τυραννικὴν δύναμιν τῆς
19.1.22
πονηρίας καὶ «τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας» ἐθριάμβευσε «προσηλώσας» αὐτὰς «τῷ
19.1.23
σταυρῷ», ἀναλαβὼν γὰρ τὸ σῶμα καὶ δι' αὐτοῦ νικήσας τὸν ἐχθρὸν καὶ κατακρίνας
19.1.24
αὐτὸν «διὰ τῆς σαρκὸς» ἀνελθὼν ἐκάθισεν ἐν οὐρανοῖς προσκυνούμενος ὑπὸ πάντων
19.1.25
τῶν «οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω λοι πὸν ταῖς νοεραῖς αὐτοῦ
19.1.26
πόλεσιν, ταῖς ζητούσαις αὐτὸν ψυχαῖς καὶ ὑπο τασσομέναις αὐτῷ καὶ ὑπ' αὐτοῦ
19.1.27
βασιλεύεσθαι ἐπιθυμούσαις, ἄνωθεν ἀποστέλλει τὴν ἑαυτοῦ φωτεινὴν καὶ θείαν τοῦ
19.1.28
πνεύματος εἰκόνα, τὸν ἐπουράνιον ἄνθρωπον, ἵνα ἐντυπωθέντος καὶ κραθέντος ἐν
19.1.29
αὐταῖς εἰρη νεύωσι καὶ χαίρωσι καὶ ἀγαλλιῶνται ἀγαλλιάσει «ἀνεκλαλήτῳ», καὶ οὕτως
19.1.30
οἱ ἐχθροὶ τῆς ψυχῆς ἀναιροῦνται ἐλθόντος τοῦ ἐπουρανίου κριτοῦ καὶ ἡ πόλις ἡ νοητὴ
19.1.31
εἰρήνην μεγάλην λαμβάνει. ὥσπερ γὰρ ἐὰν μὴ λάβῃ τις τὴν βασιλικὴν ἐξουσίαν καὶ τὴν
19.1.32
μάχαιραν καὶ τὰ σίγνα, κρίνειν τοὺς κακοποιοὺς καὶ ἀναιρεῖν οὐ δύναται, ἀλλ' ἔστιν
19.1.33
ὅμοιος πάντων, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ δέξηται ἐν ἑαυτῇ τὴν τοῦ Χριστοῦ ἐπουράνιον
19.1.34
εἰκόνα καὶ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα καὶ τὰ ἐπου ράνια τῶν δωρεῶν τοῦ
19.1.35
πνεύματος σίγνα, ἀναιρῆσαι καὶ κατακρῖναι τοὺς ἑαυτῆς ἐχθροὺς καὶ ἐπιβούλους οὐ
19.1.36
δύναται. καὶ ἤδη ἀκούουσα τὴν ἐπιδημίαν τοῦ ἐπουρανίου ἄρχοντος, χαίρει καὶ
19.1.37
ἀγαλλιᾷ, οἱ δὲ ἐχθροὶ αὐτῆς τὰ πνεύματα «τῆς πονηρίας» φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ
19.1.38
συν έχονται. ὥσπερ ἐν πόλει ἐρχομένου ἄρχοντος κρῖναι καὶ ἀναιρῆσαι τοὺς ἐν αὐτῇ
19.1.39
εὑρισκομένους λῃστὰς καὶ κακοποιοὺς χαίρουσι μὲν οἱ πολῖται τῆς πόλεως, οἱ δὲ ἐχθροὶ
19.1.40
δειλίᾳ καὶ φόβῳ συνέχονται, καὶ ἐπὰν εἰς πρόσωπον τοῦ ἄρχοντος ἔλθωσιν,
19.1.41
αἰσχύνονται καὶ τρέμουσιν, οἱ δὲ πολῖται παρρησίαν καὶ χαρὰν μεγίστην ἔχουσιν, ὅτι
19.1.42
ἀναιροῦνται τῆς πόλεως οἱ κακοποιοὶ καὶ ἐχθροὶ καὶ ἐπίβουλοι, οὕτως ὅταν ἐνδη μήσῃ
19.1.43
καὶ ἐπιφανῇ ὁ ἀληθινὸς καὶ ἐπουράνιος ἄρχων Χριστὸς ἐν τῇ
19.1.44
πόλει τῆς ψυχῆς,
19.1.45
παρρησίαν καὶ χαρὰν μεγίστην λαμβάνει σὺν παντὶ τῷ πολιτεύματι τῶν ἰδίων αὐτῆς
19.1.46
λογισμῶν, οἱ δὲ ἐπίβουλοι αὐτῆς καὶ ἐχθροί, τὰ πάθη τῆς κακίας, ἐν αἰσχύνῃ καὶ τρόμῳ
19.1.47
καὶ δειλίᾳ τυγ χάνουσιν. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ὅπως τύχωμεν τῆς
19.1.48
«ἐπουρανίου» δωρεᾶς τοῦ «πνεύματος» καὶ τὰ ἐν ἡμῖν ἀλλότρια τῆς κακίας πάθη
19.1.49
θανατώσωμεν, ἵν' οὕτως εὐάρεστοι αὐτῷ καταστάντες καὶ τὰς ἐντολὰς αὐτοῦ ἀμώμως
19.1.50
ἐπιτελέσαντες τῆς αὐτοῦ βασιλείας ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ
19.1.51
Ὡς «ὁ πατὴρ ἀγαπᾷ τὸν
19.1.52
ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19.1.53
υἱόν, καὶ πάντα» διδάσκει αὐτὸν αὐτὸς «ὁ πατήρ», οὕτω καὶ οἱ Χριστιανοὶ ἀγαπῶντες
19.1.54
τὸν κύριον· αὐτὸς ὁ καιρὸς καὶ τὸ ἔργον καὶ ὁ κύριος διδάσκει αὐτοὺς τὴν ἐπουράνιον
19.1.55
διδασκαλίαν καὶ ἐπιστήμην. ὥσπερ γὰρ ἐν βίῳ εἴ τις ἔχει χρυσόν, ἄργυρον, κτήματα,
19.1.56
πλοῦτον πολύν, οὗτος θέλει γεννῆσαι ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα, ἵνα κληρονομήσῃ
19.1.57
τὰ τοῦ πατρός, ἐὰν δὲ μὴ σχῇ κλη ρονόμον, λυπεῖται καὶ θλίβεταιοὕτω καὶ ὁ κύριος,
19.1.58
ποιήσας τὸν Ἀδάμ, τὴν γῆν ταύτην καὶ τὸν οὐρανὸν οἶκον αὐτῷ κατεσκεύασε καὶ
19.1.59
βασιλέα πάντων αὐτὸν κατέστησε τῶν κτισμάτων, εὐτρεπίσας αὐτῷ καὶ τὴν
19.1.60
ἐπουράνιον κληρονομίαν, ἵνα γένηται φίλος καὶ ἀδελφὸς Χρι στοῦ, νύμφη καὶ
19.1.61
κοινωνὸς τοῦ ἁγίου πνεύματος. ὡς γὰρ ὑμεῖς «ἐξ ὅλης καρδίας» ἀγαπᾶτε τὸν κύριον
19.1.62
καὶ ξένοι γίνεσθε καὶ θλῖψιν φέ ρετε, οὕτω καὶ ὁ κύριος ἐξ ὅλης καρδίας ἡμᾶς ἠγάπησε
19.1.63
καὶ ἔπαθε καὶ ἐσταυρώθη, ἵνα εἰς τὴν ἑαυτοῦ κληρονομίαν καὶ ζωὴν εἰσαγάγῃ τοὺς
19.1.64
ἀνθρώπους· διὰ τοὺς ἁμαρτωλοὺς γὰρ κατῆλθεν. καὶ λυπεῖται ὁ κύριος, ὁ ἐπουράνιος
19.1.65
πατήρ, ἐὰν μὴ γεννήσῃ τέκνα ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ δῷ αὐτοῖς κληρονομίαν, τὴν
19.1.66
βασιλείαν τῶν οὐρανῶν, ἣν αὐτοῖς ἡτοίμασεν. πάντες γὰρ οἱ γενόμενοι δίκαιοι,
19.1.67
ἄνθρωποι ὄντες ὡς καὶ οἱ λοιποὶ καὶ σάρκα περιβεβλημένοι, ἔργον μέγα παρὰ τοὺς
19.1.68
λοιποὺς ἀνθρώπους ἐποίησαν ἐπὶ τῆς γῆς· ἐβασίλευσαν γὰρ τῆς κτί σεως καὶ τοῦ
19.1.69
θανάτου. εἶπε Μωϋσῆς τῷ ὕδατι καὶ μετεβλήθη εἰς
19.1.70
αἷμα, εἶπε τῇ γῇ καὶ ἀνῆλθον
19.1.71
βάτραχοι, εἶπε τῷ θανάτῳ· μὴ εἰσέλθῃς εἰς τὰ πρόθυρα, καὶ ὑπετάγη ὁ θάνατος καὶ
19.1.72
ἐποίησε τὸ θέλημα Μωϋσέως, καὶ λοιπὸν ἔγνω ὁ θάνατος, ὅτι ἀπὸ τότε οὐκέτι
19.1.73
βασιλεύει, ἐξ οὗ ἐφοβήθη τὸ πρόσταγμα Μωϋσέως καὶ ὑπήκουσεν αὐτῷ. καὶ γὰρ καὶ
19.1.74
σίγνον ἦν εἰς τὸ πρόσωπον Μωϋσέως τῆς δόξης τοῦ φωτὸς τοῦ θεϊκοῦ, ὅπερ σίγνον ὁ
19.1.75
Ἀδὰμ πρὸ τῆς παραβάσεως ἦν περιβεβλημένος, δόξαν γὰρ θεοῦ καὶ ἔνδυμα θεϊκὸν ἦν
19.1.76
ἠμφιεσμένος αὐτὸς ὁ Ἀδάμ. ἕως οὖν Μωϋσέως οὐδεὶς ἔσχε τοῦτο τὸ σημεῖον εἰς τὸ
19.1.77
πρόσωπον εἰ μὴ μόνον Μωϋσῆς. ἐξεπλάγη οὖν ὁ θάνατος θεασά μενος τὸ σημεῖον, ὅτι
19.1.78
ἀπὸ τοῦ Ἀδὰμ ἕως ἄρτι οὐδεὶς ἔσχε τὸ σημεῖον τοῦτο, καὶ περὶ ἑαυτοῦ προεφήτευσεν,
19.1.79
ὅτι μέλλει βασιλεύεσθαι καὶ ὑποτάσσεσθαι τῷ γένει τῶν ἀνθρώπων, ὃ καὶ οὕτω
19.1.80
γέγονεν. ἐπεφάνη γὰρ λοιπὸν καὶ ὁ ἐπουράνιος Ἀδὰμ καὶ διὰ τοῦ σταυροῦ κατέκρινε
19.1.81
τὸν θάνατον καὶ κατῆλθεν εἰς τὰ μνημεῖα καὶ ἐνεφανίσθη τοῖς προ κεκοιμημένοις
19.1.82
προφήταις καὶ δικαίοις. ἐπειδὴ ἦσαν λυπούμενοι ὡς μὴ τυγχάνοντες τῶν ἐπαγγελιῶν,
19.1.83
ἤγειρεν αὐτοὺς ἐκ τῶν τάφων καὶ
19.1.84
περιέβαλεν αὐτοὺς δόξαν θεϊκὴν καὶ
19.1.85
«ἐνεφανίσθησαν» ἐν τῇ πόλει Ἰερουσαλὴμ καὶ εἶδον τοὺς ἑαυτῶν φίλους καὶ συγγενεῖς
19.1.86
καὶ πάλιν ἐκοι μήθησαν· ἐκεῖ γὰρ τὰς συμπήξεις καὶ τὰς ἁλύσεις τοῦ πονηροῦ διέρ ρηξεν
19.1.87
ὁ κύριος καὶ ἐθανάτωσε τὸν διάβολον. ὁ Ἠλίας ἐξουσιαστικῶς ἔδησε τὰς κλεῖς τῶν
19.1.88
οὐρανῶν καὶ οὐκ ἔβρεξεν. πῶς τοῦτο ἴσχυσε ποιῆ σαι; προσέσχε πρὸς τὸν θεόν,
19.1.89
ἐπίστευσεν, ἠγάπησεν. οὔτε γὰρ λέγω σοι ὅτι τὰς χεῖρας αὐτοῦ ἐξέτεινεν εἰς τὸν
19.1.90
οὐρανόν, οὔτε αὐτὸς τῇ δυ νάμει αὐτοῦ τὸ οὐράνιον πῦρ ἤνεγκε καὶ ἔκαυσε τὸ
19.1.91
θυσιαστήριον καὶ τοὺς ψευδοπροφῆτας, ἀλλὰ τῇ ἀγάπῃ αὐτοῦ καὶ τῇ πίστει συνήργησε
19.1.92
θεϊκὴ δύναμις, ἥτις ταῦτα δι' αὐτοῦ ἐπετέλεσεν. εἶπε λόγον καὶ ἄλλος δίκαιος «καὶ ἔστη
19.1.93
ὁ ἥλιος», ἄλλος ἔφραξε «στόματα λεόντων». 20. 2 Ὁρᾷς πῶς οἱ δίκαιοι βασιλεῖς εἰσι
19.1.94
τῶν κτισμάτων καὶ πάντα τὰ κτίσματα τρέχει κατέναντι αὐτῶν. ἡ «αἱμορροοῦσα»,
19.1.95
«ἥτις οὐκ ἴσχυσε θεραπευθῆναι» ὑπὸ ἰατρῶν, μὴ ὁ κύριος ἀπῆλθε πρὸς αὐτήν; οὐχὶ
19.1.96
αὐτὴ «ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ»; ὁ «ἀπὸ γενετῆς» τυφλὸς οὐχὶ αὐτὸς
19.1.97
πρῶτος ἔκραξεν; ὁ Ζακχαῖος οὐχὶ αὐτὸς πρῶτος ἀνῆλθεν εἰς τὸ δένδρον; καὶ νῦν οἱ
19.1.98
ἄνθρωποι ζῶντες νεκροί εἰσιν, καὶ εἰς τοὺς πιστεύοντας ἔρχεται ὁ κύριος καὶ
19.1.99
κατασκηνοῖ εἰς τὰς ψυ χὰς αὐτῶν καὶ ἐκτινάσσει τὰς καρδίας αὐτῶν ἐκ τῶν λίθων καὶ
19.1.100
ἐκ τῶν μνημείων τῶν ἀκαθάρτων πνευμάτων καὶ ἀπαθανατίζει τὰς ψυ χὰς αὐτῶν καὶ
19.1.101
ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως αὐτῶν. ὥσπερ οὖν οἱ πρῶτοι δίκαιοι ἐπίστευσαν τῷ κυρίῳ
19.1.102
καὶ προσέδραμον αὐτῷ, οὕτω καὶ ἡμεῖς ἀγαπῆσαι ὀφείλομεν τὸν θεὸν «ἐξ ὅλης
19.1.103
καρδίας» καὶ πιστεῦ σαι καὶ ἀκοῦσαι, καὶ οὕτως ἔρχεται εἰς τοὺς διαλογισμοὺς καὶ τὰ
19.1.104
διανοήματα καὶ πᾶσαν τὴν τοῦ σατανᾶ ἁρμολογίαν καὶ τοὺς δεσμοὺς καὶ τὰ
19.1.105
συμπήγματα διαλύει καὶ καθαρίζει τὰς καρδίας ἡμῶν ἐκ τῆς λέπρας καὶ ζῳοποιεῖ ἐκ τῆς
19.1.106
νεκρώσεως καὶ φωτίζει τὸν νοῦν ἐκ τῆς τυφλώσεως. πάντα γὰρ τὰ κτίσματα, ἃ
19.1.107
ἐποίησεν ὁ θεός, ἐξ ἀρχῆς ἦν, καὶ ποταμοὶ καὶ ὄρη καὶ βουνοὶ καὶ τὰ ζῷα καὶ πηγαί.
19.1.108
λοιπὸν τί ἐστιν, ὅπερ ἐρχόμενος καὶ ἐνδυόμενος τὸ σῶμα ὁ κύριος ποιεῖ ἔργον μεῖζον
19.1.109
τούτων,† ὡς† ἐν τοῖς φαινομένοις οὐδὲν ἔλειπε τῇ κτίσει; τί οὖν ἐστιν ὃ εἶπεν· «ὁ πατήρ
19.1.110
μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά ζομαι», καὶ «μείζονα τούτων» «ἔργα» ποιῶ, εἰ γῆ ἦν
19.1.111
ἐσπαρμένη καὶ φυτεῖαι καὶ οὐρανοὶ καὶ ἥλιος καὶ σελήνη; ἀλλὰ δῆλον ὅτι μειζότερον
19.1.112
ἔργον τῶν φαινομένων ἔρχεται ποιῆσαι, μὴ φαινόμενον τοῖς σαρκικοῖς ὀφθαλμοῖς. τὰς
19.1.113
γὰρ διεφθαρμένας διανοίας ἐν τῷ κρυπτῷ ὑπὸ τοῦ σατανᾶ ἔρχεται διορθώσασθαι καὶ
19.1.114
σπεῖραι σπόρον οὐράνιον ἐν τῇ γῇ τῆς ψυχῆς, ὥσπερ ὁ γεωργὸς ἐν τοῖς φαινομένοις
19.1.115
σπείρει τὴν γῆν. μὴ ἆρα βοῦς ζεύγνυσιν; οὐχ οὕτως. μὴ ἆρα φυτείαν φαινομένην
19.1.116
φυτεύει; οὐχ οὕτως. ἄμπελος γάρ ἐστιν ἡ ψυχὴ τῷ κυρίῳ (καὶ ὁ κύριος τῇ ψυχῇ) καὶ
19.1.117
φυτεύει ἐκεῖ ῥίζας ἀγάπης, χαρᾶς γλυκείας καὶ πηγὰς ζωῆς βρυ ούσας ἐν τῇ καρδίᾳ,
19.1.118
«οὐρανοὺς καινοὺς καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους· εἰ γὰρ τὰ ἄνθη τῆς γῆς
19.1.119
τοσαύτην δόξαν περιβάλλει καὶ τὰ ἴα ἐνδύει πορφύραν, πόσῳ μᾶλλον τὴν λογικὴν
19.1.120
ψυχὴν δοξάζει καὶ καλ λωπίζει διακοσμήσει πνευματικῇ καὶ ἐνδύει τὴν πορφύραν τοῦ
19.1.121
πνεύ ματος. οὕτω γὰρ ηὐδόκησεν, καὶ τοῦτο τὸ ἔργον ἐν ταῖς ψυχαῖς ἐργά ζεται, ἵνα ἡ
19.1.122
ψυχὴ κερασθῇ τῷ ἐπουρανίῳ πνεύματι καὶ μῖξις γένηται καὶ κοινωνία τῶν ἐπιγείων
19.1.123
μετὰ τῶν ἐπουρανίων, μόνον ἵνα ἀγαπή σωμεν ἀλλήλους καὶ πιστεύσωμεν τῷ θεῷ, καὶ
19.1.124
δίδωσιν ἡμῖν τὴν ἑαυτοῦ κληρονομίαν. αὐτὸς γὰρ σβέννυσι τὸ πῦρ τὸ ἐν ἡμῖν, ἡμεῖς
19.1.125
μόνον ἀγαπήσωμεν αὐτόν, καὶ ὃ οὐ δυνάμεθα ποιῆσαι, αὐτὸς ἔρχεται καὶ ἐξολοθρεύει
19.1.126
τὸν θάνατον. οὔτε γὰρ «τὰ τείχη Ἰεριχὼ» ἴσχυσαν ἄνθρωποι καθελεῖν, ἀλλὰ δυνάμει
19.1.127
θεϊκῇ ἔπεσαν. ὥσπερ ἵνα ᾖ ἄρχων καὶ ἔχῃ τὸ σίγνον καὶ τὴν εἰκόνα ἔμπροσθεν αὐτοῦ,
19.1.128
λοιπὸν διὰ τὸ προη γεῖσθαι τὴν εἰκόνα ἐξουσιαστικῶς πάντας ἀποκτέννει καὶ ἐξορίζει
19.1.129
τοὺς ἀτάκτους. καὶ εἰ ἡ νεκρὰ εἰκὼν τοσοῦτον ἔχει φόβον καὶ ἀξίωμα, πόσῳ μᾶλλον ἡ
19.1.130
εἰκὼν ἡ ἐπουράνιος καὶ ἡ ζῶσα δύναμις τοῦ θεοῦ καὶ τὸ σίγνον τὸ ἐπουράνιον καὶ
19.1.131
θεῖον, ἐὰν ζωγραφηθῇ ἐν ταῖς καρδίαις, ἀναιρεῖ καὶ φονεύει τὰς δυνάμεις τοῦ σκότους
19.1.132
τὰς μεμιγμένας κρυπ τῶς ἐν τῇ καρδίᾳ καὶ «πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν»
19.1.133
ἐξολοθρεύει. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ εἰς τοὺς
19.1.134
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.