Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ἐρώτησις. Πῶς λέγει Παῦλος· «ἔθνη τὰ μὴ νόμον ἔχοντα» «ἑαυτοῖς εἰσι
1.1.2
νόμος»; εἰ μὴ εἶχον τὸν φυσικόν, πῶς ἐγίνοντο ἑαυτοῖς νόμος; Ἀπόκρισις. Διακρίσεως
1.1.3
χρῄζει ὁ λόγος· καὶ ἠμαύρωται ὁ ἔσω ἄνθρωπος καὶ οὐκ ἠμαύρωται, καὶ τετύφλωται
1.1.4
καὶ μερικῶς διήνοικται, καὶ νεκρός ἐστι καὶ ἐν τῇ φύσει ζῇ. οὐκ ἐγχωρεῖ δέ τινα
1.1.5
«εἰσελθεῖν εἰς τὴν ζωήν», εἰ μὴ διὰ πολλῶν πειρατηρίων, διὰ πολλῶν γυμνασιῶν διὰ
1.1.6
πολλῶν ἀτιμιῶν. οὕτω γὰρ δεῖ τὸ σκεῦος τοῦτο γυμνασθὲν «εἰσελ θεῖν εἰς τὴν
1.1.7
βασιλείαν», ἀγύμναστος δὲ οὐδεὶς εἰσέρχεται. ὥσπερ γὰρ ἵνα ᾖ σκεῦος ἀπόσκληρον καὶ
1.1.8
λάβῃ αὐτὸ τεχνίτης, καὶ εἰσενέγκας αὐτὸ εἰς τὸ πῦρ πάλιν αὐτὸ ἐκβάλλει, σφυροκοπεῖ,
1.1.9
πάλιν αὐτὸ εἰσφέρει, ἕως ἂν γένηται ἁπαλὸν καὶ σκεῦος τίμιον ἀποτελεσθῇ καὶ
1.1.10
προχωρήσῃ εἰς ὑπηρεσίαν τῷ δεσπότῃ· ἢ ὥσπερ ἵνα ᾖ κηρός, οὗτος ὢν ἐν ψυχρῷ ἀέρι
1.1.11
ἀπόσκληρός ἐστιν, ὅταν δὲ βληθῇ εἰς πῦρ καὶ ἄρχηται μαλάσσεσθαι καὶ ἁπαλύνεσθαι,
1.1.12
τότε λαμβάνει τύπον καὶ εἰκόνα τελείαν τῆς σφρα γῖδοςοὕτω καὶ αὐτὴ ἡ ψυχὴ πολλάκις
1.1.13
εἰσερχομένη εἰς πῦρ καὶ δοκιμαζομένη χρῄζει παιδαγωγίας πολλῆς, ἵν' οὕτω δυνηθῇ
1.1.14
τὴν τε λείαν εἰκόνα ἐντυπωθῆναι τοῦ Χριστοῦ καὶ σφραγῖδα ἐπουράνιον. καὶ τὰ
1.1.15
«σκεύη» δὲ τὰ «ὀστράκινα» ὁ κεραμεὺς βάλλει εἰς πῦρ καὶ ὕδωρ καὶ οὕτω δοκιμάζει,
1.1.16
κἀκεῖ τὰ μὲν αὐτῶν γίνεται χρήσιμα, τὰ δὲ λύεται καὶ ἀφανίζεται. οὕτω καὶ οἱ
1.1.17
βαίνοντες εἰς τὰ πειρατήρια καὶ εἰς τὴν γυμνασίαν τοῦ πολέμου ὄντες τῶν δύο τὸ
1.1.18
ἕτερον ἢ νικῶσιν ἢ καταπίπ τουσι καὶ ἀπόλλυνται καὶ γίνονται μακρὰν τοῦ θεοῦ καὶ
1.1.19
ἀλλότριοι τῆς ζωῆς. οἱ δὲ ὑπομένοντες τὰ πειρατήρια καὶ τὰς θλίψεις, πίπτοντες
1.1.20
ἐγειρόμενοι, οἰκοδομοῦντες καταστρεφόμενοι, λαμβάνουσι τὰ νικη τήρια καὶ οὕτω
1.1.21
λοιπὸν ἄπτωτοί εἰσι καὶ ἀνίκητοι. οὕτω γάρ ἐστιν ἡ ψυχὴ γυμναζομένη· ποτὲ πίπτει
1.1.22
ποτὲ ἐγείρεται, οἰκοδομεῖ κατα στρέφεται, ἕως οὗ τὰ νικητήρια ἀπενέγκηται. καὶ γὰρ ἐν
1.1.23
τοῖς φαινο μένοις τὰ παιδία πολλὰ ὁμοῦ ἀπέρχονται εἰς τὴν σχολήν· ἀλλ' οἱ μὲν αὐτῶν
1.1.24
ἄτακτοι, οἱ δὲ θεατρικοί, οἱ δὲ ἀσελγεῖς, οἱ δὲ κυνηγοί, οἱ δὲ σχολαστικοὶ καὶ ἐξκέπτορες
1.1.25
ἐξέρχονται· οὕτω καὶ εἰς τὰ μο ναστήρια πολλοὶ ὁμοῦ εἰσιν ἀδελφοὶ καὶ διὰ τοῦ
1.1.26
αὐτεξουσίου τινὲς αὐτῶν εἰσέρχονται εἰς τὴν ζωήν, τινὲς δὲ οὔ. ὥσπερ γὰρ τὸ φυτόν,
1.1.27
ἕως ὅτε νήπιον ἐστιν, καὶ χαυνοῦται καὶ οὐ δύναται ῥιζωθῆναι εἰς τὴν γῆν, καὶ ἐὰν
1.1.28
καταλάβωσιν ἀέρες σκληροί, ἀποκναίεται, καὶ ἄνεμοι ὅταν ἐπέλθωσιν, συσσείουσι καὶ
1.1.29
καταρρίπτουσιν, ὅταν δὲ ὄντως ῥιζωθῇ κατὰ βάθους εἰς τὴν γῆν, οὔτε ἀέρες οὔτε
1.1.30
χειμῶνες βλάψαι δύνανται, ἐπειδὴ κατὰ βάθους ἐρρίζωται καὶ ἔστιν ἰσχυρόν. οὕτω καὶ
1.1.31
οἱ ἀδελφοὶ ἀκμὴν παιδία εἰσί, νήπιοι χρῄζοντες πολλῆς παιδαγωγίας, οἱ γὰρ
1.1.32
μαθητευόμενοι «τῇ βασιλείᾳ τῶν οὐρανῶν» πάντοτε χρῄζουσιν ὁδηγῶν τῶν
1.1.33
προδιοδευσάντων, ἕως ὅταν ῥιζωθῶσιν εἰς τὴν χάριν καὶ γένωνται ἄπτωτοι καὶ
1.1.34
ἀσάλευτοι .
1.2.1
Οἱ γὰρ Χριστιανοὶ ἀνώτεροι γίνονται παθῶν καὶ δαιμόνων, δεσπόται εἰσὶ
1.2.2
τῶν «ἀκαθάρτων πνευμάτων» καὶ νυμφῶνος υἱοὶ τοῦ Χριστοῦ καὶ «κληρονόμοι θεοῦ»,
1.2.3
οὗτοι ἔφθασαν εἰς τὴν τελειότητα τοῦ Χριστοῦ,
1.2.4
«εἰς ἄνδρα τέλειον, εἰς μέτρον
1.2.5
ἡλικίας» καὶ οὔτε πόνοι σωματικοὶ ἢ πυρετοὶ ἢ δαίμονες βλάψαι αὐτοὺς δύνανται·
1.2.6
πάντων γὰρ δεσπόται εἰσὶ καὶ τὰ ἰοβόλα θηρία ὑποτέτακται αὐτοῖς. καὶ γὰρ αὐτὸς «ὁ
1.2.7
πρῶ τος ἄνθρωπος», δεσπότης ὢν τῶν κτισμάτων, παθῶν τε καὶ δαιμόνων ἐκυρίευεν,
1.2.8
μετὰ δὲ τὸ παραβῆναι αὐτὸν δοῦλος γέγονε παθῶν καὶ δαι μόνων καὶ πυρὸς καὶ ξίφους.
1.2.9
πάλιν δὲ ἐπελθόντος τοῦ Χριστοῦ οἱ ἄν θρωποι διὰ τῆς δυνάμεως τοῦ βαπτίσματος
1.2.10
φθάνουσιν εἰς τὸ πρότερον μέτρον τοῦ Ἀδάμ, δεσπόται δαιμόνων καὶ παθῶν γίνονται,
1.2.11
ὁ «ἔσχα τος ἐχθρὸς» «ὁ θάνατος» «ὑπὸ τοὺς πόδας» Ἀδὰμ κατετέθη. χρὴ γὰρ τὸν
1.2.12
Χριστιανὸν μακρὰν γενέσθαι τῶν βελῶν τῆς κακίας καὶ ζητεῖν σωθῆναι καὶ εἰς ὅλα τὰ
1.2.13
ἆθλα συγκερασθῆναι. εἰ δὲ τὸν μὲν ὀφθαλμὸν ἔχων τέλειον καὶ τὸ πρόσωπον τῆς
1.2.14
ὄψεως αὐτοῦ, τὰς δὲ χεῖρας ἢ πόδας πέπληκται, οὗτος δύο μέλη ἔσχε σῶα καὶ τὰ ἄλλα
1.2.15
ἀσθενῆ εἰσιν. ἀλλὰ χρὴ τὸν Χριστιανὸν ὅλα τὰ μέλη σῶα καὶ ὑγιῆ ἔχειν. τὸ ἅρμα καὶ τὸ
1.2.16
ὅπλον τοῦ Χριστιανισμοῦ καὶ ἡ ἕνωσις καὶ ἡ διαγωγὴ ὅλη ἐκτός ἐστι τοῦ κόσμου
1.2.17
τούτου καὶ διὰ τοῦτο οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ οἴδασι τί ζητοῦσιν. γῆς τεχνῖται
1.2.18
γίνονται εἰς οὐρανὸν οὐκ ἀτε νίζοντες, οὐδὲ ζητοῦσι μαθεῖν τέχνην εἰς οὐρανοὺς
1.2.19
ἀνάγειν δυναμένην. καὶ εἰ εὑρίσκεις ἐμπόρους πολλάκις εἴτε φιλοσόφους, εὑρίσκεις ὅτι
1.2.20
τοῦ αἰῶνος τούτου εἰσίν. «τὸ» δὲ «μυστήριον» τοῦ Χριστιανισμοῦ «μέγα ἐστὶ» καὶ
1.2.21
περισπούδαστον μόνοις τοῖς ἐκτὸς τοῦ κόσμου εὑρισκο μένοις. ὥσπερ ἵνα ᾖ πόλις
1.2.22
μεγάλη καὶ ἐν αὐτῇ τῇ πόλει ὅλοι ὦσιν εὐγενεῖς, ὅλοι βασιλεῖς, ὅλοι ἱερεῖς, ὅλοι
1.2.23
πλούσιοι, συμβῇ δὲ τούτοις διαμερισθῆναι ἕνα ἕνα εἰς πατρίδας τινάς, λοιπὸν ὅλοι οἱ
1.2.24
οἰκήτορες τῶν μερῶν ἐκείνων, ἔνθα αὐτοῖς ἀπαντῶσιν, ὡς βάρβαροι καὶ ξένοι αὐτοῖς
1.2.25
ὅταν ἴδωσιν
1.2.26
παραφαίνονται, ἀλλὰ καὶ οὗτοι ἐκείνοις. μόνον δὲ ἀλλήλους
1.2.27
ἐπιγινώσκουσιν, ὅτι ὁμόγλωσσοί εἰσι καὶ μιᾶς πόλεως. οὗτοι γὰρ ἄλλου κόσμου εἰσίν,
1.2.28
ἄλλης πόλεως πολῖται εἰσὶ (τῆς τῶν ἁγίων), ἄλλου αἰῶνος (ὅσοι γὰρ «ἐν Χριστῷ, καινὴ
1.2.29
κτίσις»), ἄλλης σοφίας, ἄλλου πνεύματός εἰσι μέτοχοι, ἄλλης αἰνέσεως, ἄλλου
1.2.30
πλούτου, ἄλλου ἀξιώματος, ἄλλης προαιρέσεως, ἄλλον «νοῦν» ἔχουσιν («Χριστοῦ»),
1.2.31
υἱοί εἰσι «φωτός», υἱοὶ «νυμφῶνος», υἱοὶ «παρακλήσεως», υἱοὶ «δια θήκης» καινῆς.
1.3.1
Ἀληθῶς οὖν τοῖς πολλοῖς ἀγνοεῖται τὰ τῶν ἀφθάρτων ἐν οὐρανοῖς καὶ μὴ
1.3.2
παρερχομένων. ὑπόθου, ὅτι ἐστὶ βασιλεύς, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; ῥήτωρ ἐστὶν ἢ
1.3.3
φιλόσοφος, οὐ τοῦ αἰῶνος τούτου ἐστίν; εἰ δέ ἐστιν ἐκείνου τοῦ αἰῶνος, οἶδεν ἐκείνην
1.3.4
τὴν γλῶτταν καὶ μέτοχός ἐστιν ἐκείνης τῆς σοφίας· ἅπερ γὰρ ἀπὸ τοῦ οὐρανοῦ καὶ τῆς
1.3.5
γῆς οὐχ εὑρίσκεται, οὔτε ἐστὶν οὔτε ἀληθῶς δύναται ἔργῳ καὶ δυνάμει γνωρισθῆναι,
1.3.6
ὅτι φαντασία ἐστὶ καὶ ὀφθαλμῶν πλάνη πάντα τὰ φαινό μενα. καὶ διὰ πόσων δεῖ
1.3.7
παρελθεῖν τινα καὶ ἐπιτυχεῖν τῆς ζωῆς; διὰ πολλῶν πειρατηρίων. οὐκ ἐγχωρεῖ γάρ τινα
1.3.8
«εἰσελθεῖν εἰς τὴν ζωήν», ἐὰν μὴ παρέλθῃ τὴν τραχείαν ὁδὸν καὶ τοὺς φοβεροὺς
1.3.9
τόπους. ὥσπερ γὰρ ἡ ὀμίχλη ἐπίκειται τῷ ἀέρι, οὕτως ἡ δύναμις τοῦ σατανᾶ ἐπλήρωσε
1.3.10
τὰς καρδίας τοῦ Ἀδὰμ καὶ ἐπίκειται ὅλαις ταῖς προαιρέ σεσιν ὁ καπνός. καὶ λοιπόν εἰσι
1.3.11
φιλαλήθεις καίτοι συνόντος τοῦ καπνοῦ σπουδάζοντες ἀντιστήκειν καὶ ἀγωνίζεσθαι,
1.3.12
ἀλλ' οὐκ εὐθέως γίνονται τοῦ ἀγαθοῦ μέρους, εἰ μὴ διὰ πολλοῦ δρόμου καὶ ἀγῶνος.
1.3.13
οὗτοι τῶν μὴ ἀγωνιζομένων καλλίονες εἰσιν. ὅμως πολλοὶ μικρᾶς ἀναπαύσεως
1.3.14
τυγχάνοντες καὶ αὐξανόμενοι ἐν χάριτι ἐπήρθησαν καὶ ἐτυφώθησαν καὶ ἐνόμισαν εἰς
1.3.15
τὴν ἐλευθερίαν ἐφθακέναι καὶ εἶπαν ἑαυτοὺς τελείους, οἱ δὲ ὑποκλέπτονται ὑπὸ τῆς
1.3.16
κακίας καὶ οὐκ οἴδασιν. οὐδὲν γὰρ ἄλλο ἀπώλεσε τὸ γένος τῶν Χριστιανῶν, εἰ μὴ ἡ
1.3.17
ἔπαρσις· καὶ γὰρ καὶ τὸν Ἀδὰμ ὁ ὄφις ἐπλάνησεν, ὅτι «ὡς θεοὶ» γίνεσθε. πάνυ γὰρ τὸ
1.3.18
θεῖον ἀντιτάσσεται τῇ ἐπάρσει· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστιν· ὃν
1.3.19
βλέπεις πεινῶντα, διψῶντα, ἔχοντα πόνον, πτωχὸν «τῷ πνεύματι», τεταπεινωμένον
1.3.20
παρ' ἑαυτῷ, ἐπιζητοῦντα συνεχῶς νυκτὸς καὶ ἡμέρας, οὗτος ἐν ἀληθείᾳ στήκει· εἰ δέ τις
1.3.21
κεκόρεσται καὶ οὐκέτι δέεται, ἀλλὰ πλουτεῖ, οὗτος τῆς πλάνης ἐστὶ μέλος, ὥς φησιν·
1.3.22
«ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε»· καὶ πάλιν λέγει· «οὐαὶ ὑμῖν τοῖς
1.3.23
πλουσίοις» τοῦ κόσμου τούτου, ἀλλὰ καὶ τοῖς ἤδη περὶ ἑαυτῶν ἔχουσιν, ὅτι ἐσμέν τι. τῷ
1.3.24
δὲ θεῷ ἡ δόξα.