Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 21 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ θεμέλιος καὶ αὐτός ἐστι τὸ
21.1.2
συμπλήρωμα, ὁ ἀκρογωνιαῖος. ἀπὸ γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἐστιν ὁ κύριος· ἐξ
21.1.3
οὐρανοῦ γὰρ θεὸς ἦλθε καὶ ἔλαβε τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ συνεκεράσθη τῷ
21.1.4
ἀνθρώπῳ. ἴδε ἀπ' οὐρανοῦ καὶ ἴδε ἀπὸ γῆς, ἴδε ὁ θεμέλιος καὶ ἴδε ὁ ἀκρογωνιαῖος.
21.1.5
οὕτως ηὐδόκησε ποιῆσαι καὶ τοῖς οὖσιν ἀπὸ γῆς ἔδωκε πνεῦμα ἅγιον ἐξ οὐρανοῦ, ἵνα
21.1.6
τοὺς ἄνω καὶ τοὺς κάτω ποιήσῃ μίαν ἐκκλησίαν συγκεράσας τὴν θεότητα τῇ
21.1.7
ἀνθρωπότητι. ὅταν δὲ ἀκούσῃς θεμέλιον, τὸν κύριον νόησον· αὐτὸς γὰρ ὁ θεμέλιος
21.1.8
μεμέτρηται καὶ οἱ ἐποικοδομούμενοι λίθοι πρὸς ἰσόμετρον τοῦ θεμελίου ὀφείλουσιν
21.1.9
εἶναι, ἵνα ἡ οἰκοδομὴ ὑπὸ μίαν ἁρμολογίαν γένηται· οὔτε γὰρ κολοβοὶ δύνανται
21.1.10
προχωρῆσαι ἐκεῖ οὔτε μακροί, ἀλλ' ἴσοι τοῦ μέτρου τοῦ θεμελίου ἁρμόζουσιν. οὕτω καὶ
21.1.11
ὁ Χριστὸς ὢν ἀληθινὸς θεμέλιος καὶ ἀκρογωνιαῖος εἰς ἐκεῖνο τὸ μέτρον τῆς
21.1.12
τελειότητος τοῦ Χριστοῦ ἐκάλεσεν ἐλθεῖν πάντας ἀνθρώπους. τοῦτο ἔλεγεν ὁ
21.1.13
ἀπόστολος· «ἄχρι καταντήσωμεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ
21.1.14
πληρώματος τοῦ Χριστοῦ», καὶ πάλιν· «ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν
21.1.15
Χριστῷ», καὶ πάλιν· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα» τοῦ Χριστοῦ. εἰς ταῦτα τὰ
21.1.16
μέτρα ἐκάλεσεν ὁ Χριστὸς τὸ γένος τῶν ἀνθρώπων ἐλθεῖν, εἰς ταύτην τὴν οἰκοδομὴν
21.1.17
προσκέκληται πρὸς ἴσον τοῦ θεμελίου, ὅς ἐστιν αὐτὸς ὁ κύριοςΔόξα τῇ μεγαλειότητι
21.1.18
αὐτοῦ. ὁ κόσμος ὅλος εἰς τὴν φαινομένην διακονίαν ἕστηκεν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι
21.1.19
ἀόρατον ἔχουσι τὴν διακονίαν ἐν μυστηρίῳ καὶ οὐκ ἴσασιν οἱ ἄνθρωποι. ὥσπερ γὰρ ἡ
21.1.20
ἀγγελικὴ φύσις ἀόρατος οὖσα διακονεῖ ἐν τοῖς ἀοράτοις τῷ ἀοράτῳ θεῷ, οὕτω καὶ ἡ
21.1.21
ψυχὴ οὖσα πνεῦμα ἀοράτως διακονεῖ τῷ θεῷ τῷ ἀοράτῳ. καὶ ὁ σατανᾶς πνεῦμα ὢν καὶ
21.1.22
αὐτὸς κρυπτῶς ἐν τῷ βάθει τῆς καρδίας πολεμεῖ. οἱ δὲ νῦν ἔχοντες ἔργον πνευματικὸν
21.1.23
κατὰ τὸν ἀπόστολον οὐ «πρὸς αἷμα καὶ σάρκα» ἔχουσι τὴν πάλην, ἀλλὰ «πρὸς τὰς
21.1.24
ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους». αὕτη ἡ δύναμις τῆς
21.1.25
θεότητος· ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν φαινόμενον. καὶ ἡ ψυχὴ ὁμοίως ἀόρατος
21.1.26
οὖσα ἔκτισε κόσμον τὸν μὴ φαινόμενον. τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς
21.1.27
δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας.
21.2.1
Ἐρώτησις. Τί ἐστιν ὅτι ἐρωτώμενος ὁ διάβολος «πόθεν παραγέγο νας»
21.2.2
ἀπεκρίνατο· «ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι»; Ἀπόκρισις. Τὰ μὲν πλείονα
21.2.3
τούτων ἐστὶν ἀκατάληπτα, πλὴν τοῦτο ἐκ φήμης ἀκήκοα, ὅτι οἱ γόητες ἐν ὑποταγῇ
21.2.4
ἔχουσι τοὺς δαίμονας· λοιπὸν συμβαίνει ἐν μίᾳ ὥρᾳ εἴκοσι ἢ καὶ τριάκοντα διὰ τῶν
21.2.5
ἐπαοι δῶν καὶ τῆς γοητείας τοὺς αὐτοὺς δαίμονας ἐπικαλεῖσθαι εἰς τὸ κα κοποιῆσαι, καὶ
21.2.6
ἕκαστος αὐτῶν, εἰς τὰ μέρη τῆς δύσεως ἢ τῆς ἀνατολῆς ὤν, φθάνει ἐν τῇ αὐτῇ ὥρᾳ τοῖς
21.2.7
πᾶσιν ἐμφανισθῆναι καὶ ἐνεργῆσαι εἰς τὸ κακόν. εἰ οὖν τὸ κακὸν οὕτω φθάνει ἐν ῥοπῇ
21.2.8
ὥρας πᾶσιν ὑπ ακούειν, πόσῳ μᾶλλον τὸ ἀγαθὸν δύναται ἐμφανίζεσθαι καὶ βοηθεῖν
21.2.9
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτό. 21. 3 Τὰ οὖν πλείονα τούτων ὑπερβαίνει τὴν ἡμετέραν
21.2.10
ἀσθένειαν. ὥσπερ δὲ σκεῦος βασιλικὸν κατασκευαζόμενον οὐχὶ ἀπὸ μιᾶς τελειοῦται,
21.2.11
ἀλλὰ πλεονάκις εἰσέρχεται εἰς τὸ πῦρ, εἶθ' οὕτω σφυροκοπεῖται καὶ πολυτρόπως
21.2.12
κοσμεῖται, καὶ τότε ἀπαρτίζεται σκεῦος τίμιον προχω ροῦν εἰς τράπεζαν βασιλικήν, τὸν
21.2.13
αὐτὸν τρόπον καὶ ἡ ψυχὴ διαφόρως κοσμουμένη καὶ γυμναζομένη τίμιον σκεῦος τοῦ
21.2.14
βασιλέως τοῦ ἐπου ρανίου γίνεται. ἔστι τις ἔχων ἀρετὰς πολλὰς βίου, ἀκτημοσύνας,
21.2.15
νηστείας, ἀγρυπνίας, ἀλλ' ἐπειδὴ διὰ δόξαν ἀνθρωπίνην ποιεῖ καὶ οὐ διὰ θεόν, ὧδε τὸν
21.2.16
μισθὸν ἀπολαμβάνει· οἱ γὰρ δοξάζοντες αὐτὸν ἄνθρωποι οὗτοί εἰσιν αὐτοῦ θεοί. καὶ
21.2.17
ἔστιν ἄλλος θέλων λανθάνειν ἀνθρώπους καὶ εὐαρεστεῖν θεῷ καὶ πολλάκις τινὰ
21.2.18
ἀδιαφόρως ποιεῖ καὶ ἁπλουστάτως παρ' ἐκεῖνον τὸν δὴ ἐν πᾶσιν ἀκριβῆ, καὶ μᾶλλον
21.2.19
οὗτος ἀποδεκτέος ἐστὶ παρὰ θεῷ, ἐπειδὴ διὰ θεὸν ποιεῖ, ἢ ἐκεῖνος ὁ διὰ δόξαν
21.2.20
ἀνθρώπων. ἐπειδὴ τοίνυν υἱὸς εἶ ἐκείνου τοῦ παραβάντος τὴν ἐντολήν, ἀνάγκη ὅτι
21.2.21
υἱὸς ὢν καὶ τὸ παχὺ σκότος καὶ ἡ ἀράχνη καὶ ἡ ἀπείθεια καὶ ἡ μάχαιρα ἐμπέπηκταί σοι
21.2.22
ὡς εἰς πάντας τοὺς υἱοὺς αὐτοῦ, καὶ χρὴ ἐκ τῆς δεινῆς συντροφίας καὶ χαλεπῆς
21.2.23
συνηθείας τῆς ἁμαρτίας χωρισθῆναι καὶ ἀναλαβεῖν διαγωγὴν καὶ συντροφίαν καὶ ἦθος
21.2.24
πνευματικὸν τοῦ δευτέρου Ἀδὰμ τοῦ ἐπουρανίου καὶ «νοῦν Χριστοῦ» κτήσασθαι, ἵνα
21.2.25
γένῃς τούτου υἱὸς καὶ κληρονόμος. καὶ γὰρ ὅλη ἡ νομοθεσία καὶ προφῆται καὶ
21.2.26
ἀπόστολοι καὶ ἄγγελοι καὶ ἡ ἔλευσις κατὰ τοῦ κακοῦ γεγένηται τοῦ παρεισελθόντος καὶ
21.2.27
βασιλεύ σαντος, ὅπως ἀποκόψωσι τὰ κακὰ καὶ θριαμβεύσωσιν· οὐ μὴν ἀλλὰ καὶ οἱ
21.2.28
νόμοι Ῥωμαίων κωλύουσιν (τὸν δὲ σατανᾶν οὔτε προφῆται οὔτε ἀπόστολοι οὔτε
21.2.29
γραφαί). ὅμως ὁρᾷς ἕτοιμα τὰ κακὰ τὰ συνέχοντα τὸν κόσμον καὶ τοὺς συνηδομένους
21.2.30
καὶ κατεχομένους εἰς τὸν θάνατον, καὶ τὸ ἀγαθὸν σπάνιον, ὥστε ἀπὸ πολλῶν ὀλίγους
21.2.31
εἶναι τοὺς σωζο μένους. ἀναγκαῖον οὖν ἐστιν ἡμᾶς τοὺς προσελθόντας τῷ ζῶντι θεῷ δι'
21.2.32
ἐναρέτου πολιτείας τούτῳ συναρμολογεῖσθαι καὶ συγκολλᾶσθαι, ἐπειδὴ «ἡ κεφαλὴ
21.2.33
αὐτός ἐστιν», ὁ μαργαρίτης, ὁ θεμέλιος· καὶ εἴ τις οὐ κτᾶται τὸν θεμέλιον τοῦτον, οὐκ
21.2.34
οἶδε ποῦ οἰκοδομεῖ. εἴ τις γάρ ἐστιν ἐν ἐρημίαις καθεζόμενος καὶ ἀσκεῖ ἔτι ἐγκρατὴς ὢν
21.2.35
καὶ μὴ οἰκοδομῶν ἐπὶ τὸν κύριον, «ἐπὶ τὴν ἄμμον» οἰκοδομεῖ, ἐπὶ πράγματα λυόμενα
21.2.36
καὶ εὔφθαρτα. ὃν τρόπον γὰρ ἀποσπασθείσης κεφαλῆς ἀν θρώπου οὐκ ἐγχωρεῖ τὰ ἄλλα
21.2.37
μέλη συστῆναι, ἀλλ' εὐθέως λύεται καὶ φθείρεται, οὕτως ἄνευ τῆς κεφαλῆς (τουτέστιν
21.2.38
ἄνευ τοῦ Χριστοῦ), ζῆσαι ψυχὴν ἀδύνατον, ὥσπερ οὐδὲ ἰχθὺν ἄνευ ὕδατος ζῆν. ἐκεῖνον
21.2.39
γὰρ ἔχων τὸν θεμέλιον ὡς ἐπὶ «πέτραν» ἐστὶν οἰκοδομῶν τὸ ἔργον αὐτοῦ. Δόξα τοῖς
21.2.40
οἰκτιρμοῖς αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note