Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 22 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Αἱ τῶν λόγων συζητήσεις καὶ ἡ πεποίθησις τῆς γνώσεως οὐδὲν κέρδος τῇ
22.1.2
ψυχῇ προσποιοῦσιν ὅσον περισπασμὸν καὶ ζημίαν, καὶ οἱ ἐν τούτοις κεκρατημένοι τοῖς
22.1.3
πράγμασιν ἐοίκασιν ἀνθρώπῳ χόρτον ἀντὶ ἄρτου ἐσθίοντι, τὸν μὴ ἔχοντα ἡδονήν τινα
22.1.4
μηδὲ τῷ σώματι δύναμιν ποιοῦντα, ἢ ἀνθρώπῳ ἐν τοίχῳ γεγραμμένῳ καὶ σώζοντι μὲν
22.1.5
πᾶσαν τὴν τῶν μελῶν εἰκόνα, μὴ περιπατοῦντι δὲ μηδὲ κινουμένῳ. καὶ γὰρ πᾶσαι αἱ
22.1.6
αἱρέσεις ἀπ' ἀρχῆς ἐντεῦθεν συνέστησαν· οὐ γὰρ ἐπείσθησαν τῷ ἀποστόλῳ λέγοντι· «ὦ
22.1.7
βάθος πλούτου». βουληθέντες γὰρ τὴν τοῦ θεοῦ σοφίαν ἐν λόγοις καταλαβεῖν
22.1.8
ἐπλανήθησαν. «ὦ» (γὰρ) «βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς
22.1.9
ἀνεξηρεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν
22.1.10
κυρίου»; οὔτε οὖν οἱ διὰ μαθημάτων τὴν ἀκριβῆ τοῦ θεοῦ κατάληψιν ζητοῦντες εὑρεῖν
22.1.11
δύνανται, οὔτε οἱ διαβεβαιούμενοι διδάσκαλοι καὶ ἱκανοὺς ἑαυτοὺς λέγοντες εἶναι εἰς
22.1.12
τὴν περὶ θεοῦ ἐξήγησιν φράσαι τι σαφὲς ἢ καταλαβεῖν ἰσχύουσιν, ἀλλὰ ὑπερβαίνει
22.1.13
ὁμοῦ πάντας τοὺς διδασκομένους καὶ τοὺς διδάσκοντας ἡ ἀλήθεια, καὶ λελήθασιν ἑαυ
22.1.14
τοὺς ἀμφότεροι πλανώμενοι. ἐὰν γὰρ εἴπῃ σοι ὁ διδάσκαλος ὅτι πῦρ ἐστιν ὁ θεός,
22.1.15
εὑρήσεις αὐτὸν «ὕδωρ ζωῆς» γινόμενον. ἐὰν εἴπῃ σοι ὅτι ὡς βασιλεὺς ὁρᾶται καὶ
22.1.16
φαίνεται, εὑρήσεις αὐτὸν ὡς σκιὰν ὀπτα νόμενον, ἄλλῳ δὲ ὡς πτωχόν, καὶ οἷς μὲν ὡς
22.1.17
θεὸν οἷς δὲ ὡς ἄνθρωπον ταπεινόν. ἐὰν ζητήσῃς αὐτὸν ἐν οὐρανοῖς, ἐπὶ γῆς εὑρίσκεται·
22.1.18
ἐὰν δὲ ἐπὶ γῆς ζητήσῃς, εἰς οὐρανοὺς μετέρχεται. καὶ τοῖς μὲν πάλιν εὑρίσκε ται
22.1.19
«θλῖψις» κατ' οἰκονομίαν γινόμενος, τοῖς δὲ «ἄνεσις». διὸ παραι τεῖσθαι προσῆκε τὴν
22.1.20
πολυλογίαν καὶ ματαιολογίαν, οὐδὲν γὰρ ἐξ αὐτῆς περᾶναί τις δύναται. ὑπὲρ τῆς κατὰ
22.1.21
φύσιν ἑκάστῳ προσούσης γνώσεως κρινόμεθα μὴ παραδεξάμενοι τὸν λόγον τοῦ θεοῦ.
22.2.1
Παρεάσαντες οὖν ταῦτα ζητήσωμεν, πῶς δύναται ἄνθρωπος ἐλθεῖν καὶ
22.2.2
προσεγγίσαι τῷ θεῷ καὶ μαθεῖν παρ' αὐτοῦ καὶ δέξασθαί τι ξένον τοῦ αἰῶνος τούτου ἐν
22.2.3
τῇ καρδίᾳ, καὶ πεισθῶμεν τῷ εἰρηκότι· οὐδεὶς «ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ
22.2.4
τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». εἰ οὖν ἄνθρωπος ὁμοιοπαθὴς τὴν σὴν βουλὴν
22.2.5
γνῶναι ἢ καταλαβεῖν οὐ δύναται, πῶς θεοῦ βουλὴν ἐξερευνᾶν ἢ καταλαβεῖν ἄν θρωποι
22.2.6
φθαρτοὶ ἐκβιάζονται; καὶ «οὐδεὶς» ἀνθρώπων οἶδε «τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ
22.2.7
θεοῦ» τὸ ἐν αὐτῷ. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἀπὸ
22.2.8
τοῦ θεοῦ, ἵνα γνῶμεν τὰ ἀπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν». ζητήσωμεν
22.2.9
οὖν τὸν κύριον, καὶ αὐτὸς ἡμᾶς ὁδηγήσει καὶ διδάξει καὶ δυνησόμεθα γνῶναι τὰ τοῦ
22.2.10
θεοῦ μυστήρια, ὅσον ἀνθρώπῳ γνῶναι δυνατόν, οὐχ ὅσον ἔστιν ὁ θεός. ἡμέτερον οὖν
22.2.11
ἐστι μαθεῖν, πῶς γεννᾶται ἄνθρω πος ἐκ «πνεύματος», πῶς δεῖ ἀνθίστασθαι τοῖς
22.2.12
πνεύμασι «τῆς πονη ρίας», καὶ διδαχθῆναι ζητῆσαι βοήθειαν παρὰ κυρίου καὶ
22.2.13
πολεμῆσαι πρὸς τὸν ἀντικείμενον. χαίρει γὰρ ὁ κύριος ἀκεραίῳ ψυχῇ ἀνθρώπου,
22.2.14
κἀκείνους ἁρπάζει εἰς τὴν βασιλείαν αὐτοῦ τοὺς φόβῳ καὶ ἀκακίᾳ προσερχομένους
22.2.15
αὐτῷ .
22.3.1
Ἓν δέ σοι πάλιν δύναμαι εἰπεῖν, ὅτι ὁ ζητῶν τὸν θεὸν δέχεται δύναμιν
22.3.2
πνεύματος ἁγίου καὶ ἀναλύεται ἡ φύσις αὐτοῦ εἰς ἀφανισμὸν τῆς πλάνης καὶ τῆς
22.3.3
δειλίας, τροφὴν πεσοῦσαν, φύσιν τοῦ ἁγίου πυρός. ὥσπερ γὰρ ξύλον λεῖον καὶ ξηρὸν
22.3.4
καὶ ἄκαρπον ὄζους ἔχον πολλοὺς
22.3.5
ἄχρηστόν ἐστι καὶ πάντες οἱ παριόντες
22.3.6
ἐπικαθεζόμενοι τὰ πεπηλω μένα τῶν ὑποδημάτων ἐπικαθαίρουσιν, ἐὰν δὲ βληθῇ καὶ
22.3.7
εἰσενεχθῇ εἰς πῦρ μεταβαλλόμενον ἄνθραξ γίνεται, τοῦ ξύλου δηλαδὴ ἔνδον τοῦ πυρὸς
22.3.8
ἐνδιαμένοντος ὑποστάσει, καὶ οὐδεὶς λοιπὸν ἅπτεσθαι ἢ
22.3.9
ἐπικαθέζεσθαι
22.3.10
δύναταιτοιαύτην μοι νόει τὴν ἡμετέραν φύσιν ἀπὸ τῆς παραβάσεως ἄκαρπον καὶ ξηρὰν
22.3.11
καὶ ὄζους ἔχουσαν τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλοιοῦται δὲ εἰς τὴν
22.3.12
δύναμιν τοῦ θεοῦ καὶ ἀνάπτεται εἰς πῦρ καὶ φῶς, καὶ ἐὰν θελήσωσιν οἱ δαίμονες κατὰ
22.3.13
τὴν ἀρχαίαν συνήθειαν προσεγγίσαι τῇ ψυχῇ καὶ κακῶσαι, κατακαίονται ὑπὸ τοῦ
22.3.14
πυρὸς καὶ φυγαδεύονται ὑπὸ τοῦ φωτὸς τοῦ βάψαντος καὶ περισχόντος τὴν ψυχήν.
22.3.15
ἀλλοιοῦται γὰρ οὕτως ὡς αὐτὸν αἰσθέσθαι τὸν ἄνθρωπον τὴν μεταβολὴν καὶ γνῶναι
22.3.16
ὅτι οὔκ ἐστιν ἔχων τὸν πρῶ τον νοῦν τοῦ χοϊκοῦ φρονήματος. τοῦτο δὲ γίνεται, ἐπειδὴ
22.3.17
κοινωνεῖ ἡ ψυχὴ τῷ θεῷ καὶ ἀλλάσσει τὴν φύσιν εἰς τὴν τοῦ θεοῦ μόρφωσιν. ὥσπερ
22.3.18
γὰρ μήτηρ νήπιον ἔχουσα ἀγαπᾷ καὶ ἐν πολλῷ πόθῳ ἐναγκαλί ζεται εἰς τοὺς κόλπους
22.3.19
λαμβάνουσα, οὕτω τὸ πνεῦμα ἔρχεται εἰς τὴν ψυχὴν καὶ ἐναγκαλίζεται εἰς τοὺς
22.3.20
κόλπους ἐν πολλῇ ἀναπαύσει καὶ χαρᾷ, καὶ ἐνεργείᾳ δυνάμεως θεϊκῇ καταποθεῖται ὑπὸ
22.3.21
τοῦ πνεύματος ὁ τοιοῦτος ἄνθρωπος καὶ ἁρπάζεται καὶ αἰχμαλωτίζεται εἰς αἰχμαλω
22.3.22
σίαν μυστηρίων ἐπουρανίων καὶ γίνεται εἰς αὐτὸν νοῦς ἔνθεος. τὰ γὰρ ῥαθύμως
22.3.23
ἀποκείμενα σκεύη ἐν τῇ ψυχῇ τότε διαλύει καὶ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην τὴν
22.3.24
ἐμπολιτευσαμένην εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπελαύνει καὶ καθαιρεῖ, καὶ τότε γίνεται
22.3.25
ὅλος περιφερόμενος καὶ μεθύων εἰς ἀγάπην καὶ χαρὰν καὶ ταπείνωσιν πολλήν. ὅσοι
22.3.26
οὖν ἀφῆκαν τὴν τῶν λόγων ματαιότητα καὶ ἦλθαν ἁπλότητι ζητῆσαι θεὸν καὶ ὅλην
22.3.27
«τὴν μέριμναν» καὶ τὸν νοῦν ἐπέρριψαν «ἐπ' αὐτὸν» ἀληθῶς εὗρόν τι ξένον τοῦ
22.3.28
αἰῶνος τούτου καὶ τῆς φύσεως αὐτῶν συναφθὲν αὐτοῖς, καὶ κατὰ μικρὸν ἐπλούτησαν
22.3.29
καὶ ἐγένοντο βασιλεῖς· ἡ γὰρ ἐν σαρκὶ τοῦ κυρίου παρουσία καὶ οἱ ἀπόστολοι καὶ πᾶς ὁ
22.3.30
ἀπ' ἀρχῆς γενόμενος κόπος τοῖς ἁγίοις τοῦτο κατώρθωσε καὶ τοῦτο μέγα κέρδος τοῖς
22.3.31
ἀνθρώποις ἐδωρήσατο, ἵνα ναοὶ θεοῦ γένωνται οἱ ἄνθρωποι καὶ ἵνα ἔλθῃ ὁ θεὸς καὶ
22.3.32
κατοικήσῃ ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ τὸ μέρος τοῦ θανάτου τὸ ἐπεισελθὸν καὶ ἐκδιωχθῇ
22.3.33
καὶ ἐκ μέσου γένηται. Ἀποδῶμεν οὖν ἑαυτοὺς τῷ κυρίῳ καὶ ζητήσωμεν εὑρεῖν τι παρὰ
22.3.34
τοῦ θεοῦ διδόμενον, καὶ ὅταν εὕρωμεν, πάντα δι' αὐτοῦ μανθάνομεν, ἃ οὔτε οἱ
22.3.35
νομοδιδάσκαλοι οὔτε οἱ λογομάχοι διδάσκειν δύνανται.

Intertext edge

Open linked passage

Note