Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 24 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1.1
Πολὺ διαφέρουσι καὶ κρείττους τυγχάνουσιν αἱ τοιαῦται ψυχαὶ παρὰ τὰς
24.1.2
λοιπὰς τὰς ἐν κόσμῳ οὔσας, ὡς ἂν εἴποιμι φῶς σκότους ἢ οἱ ζῶντες τῶν νεκρῶν. οὐ
24.1.3
μόνον δὲ αὗται ἀλλὰ καὶ αἱ διὰ τῆς ἀκοῆς τὸν τῆς ἀληθείας λόγον ὑποδεχόμεναι καὶ ἐν
24.1.4
ἁπλότητι πολλῇ πιστεύουσαι καὶ εἰς ταύτην τὴν ἐλπίδα ἑστῶσαι τῇ προσδοκίᾳ τῆς
24.1.5
χάριτος, κἂν αὐτῶν τῶν χαρισμάτων ἀκμὴν οὐ τετυχήκασιν, πολὺ τῶν λοιπῶν
24.1.6
διαφέρουσιν ἀνθρώπων διά τε τῆς πίστεως καὶ ἐλπίδος καὶ πάσης ἐν ἀρεταῖς σπουδῆς.
24.1.7
αὗται γὰρ ὡς εἰπεῖν ἐντὸς ἤδη τῆς αὐλῆς εἰσι διὰ τῆς ἐλπίδος τοῦ λόγου παραδεχθέντος
24.1.8
καὶ καταυλιζομένου ἐν αὐταῖς. οὐ μικρὸν γὰρ τυγχάνει καὶ αὐτὸν τὸν τῆς ἀληθείας
24.1.9
ἀκρό τατον λόγον παραδέξασθαι καὶ εἰσοικῆσαι ἔνδον καὶ καθαρίσαι πάσας τὰς ἰδίας ἐν
24.1.10
ὑπονοίᾳ δοκήσεως οἰκοδομὰς καὶ ἀναθεῖναι τὴν ψυχὴν ἑαυτὴν τῇ ἐλπίδι τοῦ θεοῦ καὶ
24.1.11
τοῦ λόγου αὐτοῦ καὶ οὕτως ἀγωνίσασθαι σὺν τῇ τοῦ κυρίου βοηθείᾳ «πρὸς τὰ
24.1.12
πνευματικὰ τῆς πονηρίας». οὐ μικρὸς οὖν ἀγὼν καὶ προκοπὴ τὸ κἂν ἐν τῷ λόγῳ τοῦ
24.1.13
θεοῦ δυνηθῆναι στῆναί τινα καὶ πᾶσαν τὴν ἐλπίδα ἔχειν εἰς τὸ ἔλεος τοῦ κυρίου καὶ
24.1.14
κατὰ χάριν ἀγωνιζόμενον πιστεύειν σῴζεσθαι καὶ διὰ τῆς δυνάμεως καὶ βοηθείας τοῦ
24.1.15
κυρίου ἐλπίζειν νικῆσαι τὰ «τῆς πονηρίας» πνεύματα καὶ πάντων τῶν παθῶν
24.1.16
περιγενέσθαι διὰ τοῦ πνεύματος. πολὺ γὰρ καὶ αἱ τοιαῦται ψυχαὶ ἤδη τῶν λοιπῶν
24.1.17
διαφέρουσιν, μόνον ἐὰν «ἕως τέλους» ἐμμείνωσι τῇ ἐλπίδι καὶ πίστει καὶ δρόμῳ καὶ
24.1.18
σπουδῇ καὶ σκοπῷ, ἵνα αὐτῇ τῇ πείρᾳ τῶν εὐεργεσιῶν τῆς χάριτος καὶ ἀπαλλαγῆς τῆς
24.1.19
κακίας τῶν παθῶν τὴν ἐπίγνωσιν λαβοῦσαι «σωτηρίας αἰωνίου» τύχωσιν. οἱ γὰρ τῆς
24.1.20
«ἡμέρας υἱοὶ» τὰ τῆς ἡμέρας ἐπιτελοῦσι πράγματα καὶ τὰ τῆς νυκτὸς τέκνα (τουτέστι
24.1.21
μοιχοὶ καὶ κλέπται καὶ φαρμακοὶ) ὁμοίως τὰ τῆς νυκτὸς ἔργα ἐκτελοῦσιν, ἐν μὲν τῇ
24.1.22
ἡμέρᾳ καθεύδοντες τὴν δὲ ἐργασίαν ἐν τῇ νυκτὶ ἔχοντες. οὕτω καὶ τοῦ Ἀδὰμ πεσόντος
24.1.23
ἐκ τῆς ἐντολῆς καὶ ἐν τῇ παραβάσει γεγονότος συνέτριψαν τὰ τῆς νυκτὸς τέκνα
24.1.24
(τουτέστι τὰ «τῆς πονηρίας» πνεύματα) τὰ καλὰ καὶ ἐράσμια τῆς ψυχῆς μέλη καὶ
24.1.25
ἄτονον καὶ ἀσθενῆ αὐτὴν ἀπὸ τοῦ ἀγαθοῦ πεποιήκασι σκοτίσαντες καὶ ἀνιάτως
24.1.26
συντρίψαντες, ὡς μηδενὶ τῶν πατέρων ἢ προφητῶν ἰάσασθαι δυνατὸν εἶναι εἰ μὴ
24.1.27
μόνον τῷ κυρίῳ τῷ κατασκευάσαντι αὐτήν. {{διὸ καὶ ἡ ἔλευσις τῆς ἀπείρου αὐτοῦ
24.1.28
ἀγαθότητος ἐν τοσαύτῃ ἐλαττώσει καὶ ταπεινότητι γεγένηται, τοῦ ἀνορθῶσαι τὴν
24.1.29
πεπτωκυῖαν ἐν τῇ πονηρίᾳ ψυχήν· «ἀνορθώσω» (γάρ φησιν) «καὶ ἀνοικοδομήσω τὴν
24.1.30
σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω» καὶ τῇ ἐν
24.1.31
νυκτὶ καὶ σκότει δι αιτωμένῃ καὶ τὰ ἔργα τῆς νυκτὸς ἐπιτελούσῃ ἔν τε ταῖς πονηρίαις
24.1.32
τῶν παθῶν πιπτούσῃ ἔλαμψεν εἰς αὐτὴν τὴν ἁγίαν τοῦ φωτὸς αὐτοῦ ἡμέραν, ἵνα
24.1.33
λοιπὸν ἀνανήψασα ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ τοῦ φωτὸς ἔργα τῆς ζωῆς
24.1.34
ἐπιτελοῦσα, ἵν' οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν εὑρεθῇ. ἐκεῖθεν γὰρ τρέφεται
24.1.35
ψυχὴ ἔνθα καὶ ἔστιν, ἔνθα καὶ προσκολλᾶται, ἤτοι ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ
24.1.36
τοῦ πνεύματος τοῦ θεοῦ, καὶ ὅθεν τρέφεται ἐκεῖθεν καὶ ζῇ. τὸ λοιπὸν ἕκαστος εἰ
24.1.37
βούλεται δοκιμάσαι ἑαυτὸν καὶ ἐπιγνῶναι, πόθεν τρέφεται καὶ ἐν οἷς ἡ καρδία ἐστίν, ἵν'
24.1.38
οὕτω συνήσας καὶ τὴν διάκρισιν κτησά μενος τῇ ἐπὶ τὸ ἀγαθὸν ὁρμῇ ἑαυτὸν ἐκδῷ,
24.1.39
πορευόμενος ἕκαστος εἰς τὴν προσευχὴν καταμανθανέτω τοὺς λογισμοὺς τῆς καρδίας
24.1.40
καὶ τὰ ἐνεργήματα τῆς διανοίας πόθεν ἐστίν, ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ
24.1.41
πνεύματος τοῦ θεοῦ, καὶ τίνες προσφέρουσι τῇ καρδίᾳ τροφάς, οἱ ἄνωθεν ἢ οἱ ἐκ τοῦ
24.1.42
αἰῶνος τούτου. καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὦ ψυχή, αἰτοῦ τὸν κύριον μετὰ πολλοῦ
24.1.43
πόνου ἐκείνην τὴν ἐπουράνιον
24.1.44
τροφὴν μόνον τρέφεσθαι τὴν καρδίαν, ἵνα ἐκεῖ
24.1.45
αὐξάνῃ κἀκεῖ ἐργάζηται κἀκεῖ διαιτᾶται ὅλη ἐξ ὅλου τῷ οὐρανίῳ τοῦ πνεύματος
24.1.46
φρονήματι, ὅθεν καὶ χορηγεῖται αὐτῇ ἡ ἐπουράνιος βρῶσις κατὰ τὸ εἰρημένον· «ἡμῶν
24.1.47
δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει»}}, ἵνα καὶ τῆς ἐκεῖ κληρο νομίας εὐαρεστήσασα
24.1.48
τελείως ἀξία καταστῇ τῶν αἰωνίων ἀγαθῶν ἐφιεμένη εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note