Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 25 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
Πάντες οἱ ἄνθρωποι ὑπὲρ τῶν καλῶν ἐπιτηδευμάτων τὸν λόγον ποιοῦνται
25.1.2
καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ νόμου ἢ προφητῶν ἢ οἱ εὐαγγελικοὶ τοῦ κυρίου λόγοι
25.1.3
καὶ τῶν ἀποστόλων κατὰ τῶν κακοποιῶν τιμωρίας ὡρίσαντο καὶ τοὺς τὰ καλὰ καὶ
25.1.4
ἀγαθὰ ἔργα πράττοντας ἀποδέχονται καὶ τούτοις αἰώνιον βασιλείαν ἐπαγγέλλονται, οἵ
25.1.5
τε ἔξω θεν τῶν ἐθνῶν νόμοι καὶ οἱ ἄρχοντες αὐτῶν τιμωροῦνται τοὺς ἁμαρ τάνοντας
25.1.6
ἐνώπιον πάντων πρὸς φόβον τῶν λοιπῶν, ἀναστέλλειν καὶ ἀνακόπτειν τὴν τῶν κακῶν
25.1.7
ἐργασίαν βουλόμενοι. τῶν δὲ κακῶν ἔργων εἰς τὸ προφανὲς διδάσκαλος καὶ κῆρυξ
25.1.8
οὐδεὶς τυγχάνει, ἀλλὰ πάντες τῶν καλῶν ἔργων τὸν ἔπαινον ποιοῦνταικαὶ ἰδού, ὡς
25.1.9
ὁρῶμεν, τὰ κακὰ ἐπὶ τὸ πλεῖστον ἐπικρατεῖ καὶ αὐτὰ ἐπιτελεῖται καὶ αὐτὰ ἐν κόσμῳ
25.1.10
βασιλεύει. ἔνθεν οἱ φρόνιμοι καὶ συνετοὶ νοῆσαι δύνανται διὰ πείρας, ἅπερ καὶ διὰ τῶν
25.1.11
γραφῶν παραλαμβάνουσιν, ὅτι δύναμίς τίς ἐστιν ἐναντία κακίας, ἐν κρυπτῷ
25.1.12
ποιμαίνουσα καὶ ἀποπλανῶσα τὸ γένος τῶν ἀνθρώπων εἰς τὰ κακὰ καὶ ἐπὶ καρδίᾳ
25.1.13
ἀοράτως διδάσκουσα πᾶσαν ἀσέβειαν. πάντας λοιπὸν ἔστιν ἐπιτελεῖν τὰ κρυπτῶς δι'
25.1.14
αὐτῶν ὑπο σπειρόμενα κατὰ τὸ ἴδιον τῆς ἐξουσίας βούλημα, ἅπερ οἱ πλεῖστοι οὐκ
25.1.15
ἐπίστανται πόθεν ὑποσπείρεται, ἀλλὰ φυσικήν τινα ἀγωγὴν ὑπο λαμβάνουσι διὰ τὴν
25.1.16
συνήθειαν τοὺς παρὰ φύσιν πονηροὺς διαλογισ μοὺς ἐκ τῆς καρδίας ἀναδίδοσθαι. τὰ δὲ
25.1.17
φρονήματα τῶν νοημάτων τῶν ψυχῶν διαφόρως ὑπὸ τοῦ δημιουργοῦ ἐν τῇ
25.1.18
ἀνθρωπότητι κατε σκεύασται. ὥσπερ ἐάν τις ἔχῃ μεγάλην οὐσίαν ἔν τε χρήμασι καὶ
25.1.19
σκεύεσι, χρυσῷ τε καὶ ἀργύρῳ καὶ πάσῃ ἐνδυμενίᾳ, καὶ ἕτερος κεκτῆται οὐσίαν
25.1.20
ἐλαχίστην ἐν πᾶσιν, ἄλλος δὲ σύμμετρον οὐσίαν κεκτῆται οὕτω καὶ αἱ ψυχαί εἰσι τῶν
25.1.21
ἀνθρώπων· διαφορὰν γὰρ πολλὴν κέ κτηνται ἐν τῇ ἀοράτῳ οὐσίᾳ καὶ τῇ τῶν λογισμῶν
25.1.22
διακρίσει. οἱ μὲν γὰρ πλατεῖς τῷ νῷ, οἱ δὲ ἐν στενότητι τυγχάνουσιν.
25.2.1
Ἐπειδὴ τοίνυν ἔστιν οὐσία φωτὸς ἀγαθὴ λογική τε καὶ νοερά, ἥτις ἐστὶν ὁ
25.2.2
θεός, καὶ ἔστιν οὐσία ἐκ προαιρέσεως σκοτεινή, ἥτις ἐστὶ τὰ πνεύματα «τῆς πλάνης» καὶ
25.2.3
«ὁ ἄρχων» «τοῦ αἰῶνος τούτου». τῇ ψυχῇ τῇ ἐχούσῃ ὀλίγην ὑπόστασιν νοὸς καὶ
25.2.4
διακρίσεως ἢ πάλιν τῇ πλουσίᾳ ἐν τῇ τῶν λογισμῶν καὶ συνέσεως καὶ διακρίσεως
25.2.5
κτήσει ὁ ἀγὼν καὶ ἡ σπουδὴ καὶ ὁ δρόμος γενέσθω καὶ τοῦτο ζητήσει, ὅπως τῇ οὐσίᾳ
25.2.6
τοῦ θείου καὶ ἐπουρανίου καὶ νοεροῦ φωτὸς κολληθῆναι κατ αξιωθῇ, ἵνα ὑπ' αὐτοῦ
25.2.7
φυλάσσεσθαι ἀπὸ τῆς τῶν παθῶν νόσου δύνηται, καὶ ἵνα ὑπ' αὐτοῦ διδάσκηται καὶ
25.2.8
ὁδηγῆται εἰς πᾶσαν ἀγαθὴν τῶν ἁγίων ἐντολῶν ἐργασίαν· διὰ γὰρ τῆς θείας δυνάμεως
25.2.9
ἁγιασθεῖσα ἁγία καὶ καθαρὰ ἀποδειχθήσεται. καὶ αὖθις ἀγὼν μέγας καὶ σπουδὴ
25.2.10
γενέσθω ἑκάστῃ ψυχῇ «τῆς ἐξουσίας τοῦ σκότους» τοῦ λογικοῦ καὶ πονηροῦ, τῶν
25.2.11
πνευμάτων «τῆς πονηρίας» καὶ παθῶν κακίας λυτρωθῆναι, ἐπειδὴ ἀπὸ «τῆς
25.2.12
παραβάσεως Ἀδὰμ» σύνεστι τῇ ψυχῇ τὰ προειρημένα κακὰ πολεμοῦντα. οὗτος οὖν ὁ
25.2.13
σκοπὸς παντὶ τῷ βουλομένῳ τῆς βασι λείας καταξιωθῆναι γενέσθω, ἤτοι ἐν πλάτει ἢ ἐν
25.2.14
στενότητι τοῦ
25.2.15
νοὸς ὑπάρχοντι, ἵνα τῆς κακίας τῶν παθῶν λυτρωθῇ καὶ τῆς τοῦ
25.2.16
πνεύματος οὐσίας κοινωνὸς γενέσθαι καταξιωθῇ. ἡ νίκη γὰρ καὶ ἡ ἧττα διὰ τοῦ
25.2.17
αὐτεξουσίου θελήματος γίνεται, ἤτοι τῶν ἐναντίων ὑπεύ θυνον ἑαυτὸν καταστῆσαι ἢ
25.2.18
διὰ τῆς χάριτος ἀγωνίσασθαι καὶ νικῆσαι τὰ πάθη καὶ τῷ πνεύματι κοινωνῆσαι τὴν
25.2.19
ψυχὴν ἁγιασθεῖσαν καὶ ἑνωθεῖσαν τῇ χάριτι ἀξίαν τοῦ κυρίου γενέσθαι, καὶ οὕτω τὴν
25.2.20
βασι λείαν κληρονομεῖν καταξιοῦται. ᾗπερ γὰρ ἂν ψυχῇ σύνεστιν ἡ δύνα μις τοῦ
25.2.21
σκότους τῶν παθῶν καὶ τῆς κακίας τῶν πονηρῶν πνευμάτων καὶ οἵᾳ ψυχῇ
25.2.22
συναναστρέφεται καὶ ἐμπεριπατεῖ τὰ «τῆς πλάνης» ἀόρατα πνεύματα ἐν ταῖς ὁδοῖς καὶ
25.2.23
τρίβοις τῶν λογισμῶν διὰ τῶν παθῶν τὴν ἐνέργειαν ἐπιτελοῦντα καὶ συγκοινωνὸς
25.2.24
αὐτῶν γινομένη, ἐν τῷ ἐξελθεῖν αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα «τῆς πλάνης» καὶ
25.2.25
ὁ κακοῖς χαίρων ἄρχων, ὁ κοσμοκράτωρ «τοῦ σκότους», ἀποδέχεται καὶ ἀπολαμβάνει
25.2.26
αὐτὴν καὶ κατέχει πρὸς ἑαυτὸν ὡς ἰδίαν καὶ οἰκείαν αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ
25.2.27
ἐργασαμένην καὶ μετ' αὐτοῦ ἐν σαρκὶ εἰς τέλος συναναστραφεῖσαν. καὶ πάλιν ᾗπερ ἂν
25.2.28
ψυχῇ σύνεστιν ἡ οὐσία τοῦ ἐπιθυμητοῦ καὶ ἀνεκλαλήτου κάλλους τοῦ φωτὸς τοῦ
25.2.29
θεϊκοῦ πνεύ ματος, καὶ ᾗπερ ἂν ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ ἡ τῆς ἀληθείας
25.2.30
τοῦ Χριστοῦ χάρις καὶ ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν καὶ τοῦ ἁγιασμοῦ τῆς
25.2.31
καρδίας καὶ ἐνοικήσεως Χριστοῦ ἐντεῦθεν κατ αξιωθῇ, ἐν τῷ ἐξέρχεσθαι αὐτὴν ἐκ τοῦ
25.2.32
σώματος τὰ πνεύματα τῶν ἁγίων τοῦ φωτὸς καὶ ὁ «βασιλεὺς» τῆς «εἰρήνης» Χριστὸς ὁ
25.2.33
ἀγαθαῖς ψυχαῖς χαίρων ταύτην ἀποδέχεται καὶ ἀπολαμβάνει πρὸς ἑαυτὸν ὡς ἰδίαν
25.2.34
νύμφην καὶ οἰκείαν αὐτοῦ καὶ τὸ ἐκείνου θέλημα ἐπὶ γῆς μόνον ἐργασαμένην.
25.3.1
Τὸ λοιπὸν ἕκαστος τῶν ἀνθρώπων ἐπισκεψάμενος τὴν ἑαυτοῦ καρ δίαν καὶ
25.3.2
ἐγκύψας τοῖς ἰδίοις λογισμοῖς προσχεῖν ὀφείλει ἀκριβέστατα, ποῦ ἡ ψυχή, ποῦ ὁ νοῦς
25.3.3
ῥέπει καὶ ποῖα κοινωνία σύνεστιν αὐτῷ, ἢ τοῦ πνεύματος τοῦ θεοῦ ἢ τοῦ πνεύματος τοῦ
25.3.4
κόσμου, καὶ ποῦ δέδεται καὶ ποῦ ἀγαπᾷ, ἄρα ἐν ταῖς ἐντολαῖς τῆς ζωῆς καὶ τῷ θελήματι
25.3.5
τοῦ θεοῦ ἐν τῷ ἀγαπᾶν αὐτὸν μόνον «ἐξ ὅλης καρδίας» καὶ «ψυχῆς» κατὰ τὸν λόγον
25.3.6
τῶν γραφῶν καὶ μηδὲν ἕτερόν τι περιβλέπεσθαι μηδὲ εἰς ἕτερόν τι ἀναπαύεσθαι ἢ
25.3.7
μόνον εἰς αὐτὸν τῇ ἀγάπῃ ἐκκρέμασθαι καὶ τὴν παράκλησιν τοῦ «πνεύματος»
25.3.8
ἀνάπαυσιν ἀληθινὴν ἡγεῖσθαιἢ ἐν τῇ γῇ καὶ ἐν τῇ ὕλῃ καὶ ἐν τῇ τῶν ἐντολῶν
25.3.9
παραβάσει καὶ χοϊκοῖς τοῦ αἰῶνος τούτου λογισμοῖς κατέχεται καὶ ἀπάγεται καὶ ἀγαπᾷ.
25.3.10
καὶ ἐπισκεψάμενος ἕκαστος ἑαυτὸν ἐν τίσιν καὶ ποίοις ἐστίν, μετα νοησάτω καὶ
25.3.11
πενθησάτω καὶ βοησάτω πρὸς κύριον «νυκτὸς καὶ ἡμέ ρας» καθῶς παρήγγειλεν, ἕως οὗ
25.3.12
εὕρῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ τὸν νοῦν καὶ τοὺς λογισμοὺς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ
25.3.13
φυλασσομένους εἰς τὸ εἶναι αὐτὸν παρεκτὸς κακίας. ἡ σπουδὴ γὰρ πᾶσα ἡ παρὰ τῷ θεῷ
25.3.14
γεναμένη διὰ πατέρων, διὰ προφητῶν, διὰ πατριαρχῶν, διὰ νόμου, ἔσχατον καὶ δι'
25.3.15
αὐτῆς τῆς τοῦ κυρίου ἐπιδημίας καὶ ἐλεύσεως διὰ τὴν νοερὰν καὶ λογικὴν οὐσίαν τῆς
25.3.16
τιμίας καὶ «κατ' εἰκόνα» αὐτοῦ ποιηθείσης ψυχῆς γεγένηται καὶ τὴν τοῦ νοὸς καὶ τῶν
25.3.17
λογισμῶν δι όρθωσιν καὶ ἴασιν ἐκ τῆς μεγάλης πτώσεως τῶν παθῶν, ὧν πέπονθεν ἡ
25.3.18
ψυχὴ εἰς πνεύματα «πονηρίας» καὶ «ἀρχὰς» καὶ «ἐξουσίας» καὶ «κοσ μοκράτορας
25.3.19
σκότους» ἐμπεσοῦσα διὰ τὴν τοῦ Ἀδὰμ γεναμένην ἐν ἀρχῇ παράβασιν, δι' ἧς τὰ τῶν
25.3.20
ἁμαρτημάτων τῆς κακίας πάθη ἐνεδύσατο καὶ δι' αὐτὰ ἀλλοτρία τοῦ θεοῦ κατέστη. τὴν
25.3.21
γὰρ ἴασιν καὶ λύτρωσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς ἐμφαίνων ὁ ἀπόστολός φησιν· «ἡ
25.3.22
εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν» καὶ τοὺς
25.3.23
διαλογισμοὺς «ἐν Χριστῷ», ὥστε ἡ ἴασις τῶν τραυμάτων τῆς ψυχῆς καὶ ἡ ἀνάστασις τῆς
25.3.24
πτώσεως τοῦ νοῦ αὕτη ἐστίν· τὰ διανο ήματα καὶ τὰ φρονήματα καὶ τοὺς λογισμοὺς τῆς
25.3.25
ψυχῆς εἰς Χριστὸν δεθῆναι καὶ ἐν τῷ οὐρανίῳ φωτὶ τοῦ πνεύματος τῆς εἰρήνης αὐτοῦ
25.3.26
φυλάσσεσθαι καὶ φρουρεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς σὺν τῇ κτήσει τῶν ἑαυτῆς
25.3.27
λογισμῶν ἀπὸ τῶν πνευμάτων τοῦ σκότους, τῶν πονηρῶν καὶ ὑλικῶν καὶ ματαίων
25.3.28
λογισμῶν. αὕτη ἐστὶν ἡ λύτρωσις τοῦ κυρίου καὶ ἡ ἔλευσις καὶ ἡ ἐπιδημία ἐπὶ τὸ γένος
25.3.29
τῶν ἀνθρώπων, ὅπως τὴν νοερὰν οὐσίαν καὶ λογικὴν καὶ τιμίαν τῆς ψυχῆς
25.3.30
ἀποκαταστήσῃ νῦν ἐν τῇ εὐγενείᾳ τῆς ἰδίας ἐξ ἀρχῆς καθαρότητος, πρὸς τούτοις καὶ κοι
25.3.31
νωνὸν τῆς ἰδίας τοῦ πνεύματος οὐσίας ταύτην καταστήσῃ ὡς εὐγενίδα τινὰ καὶ
25.3.32
βασιλικὴν νύμφην ἑαυτοῦ.
25.4.1
Πῶς τοίνυν τὴν τιμίαν ταύτην καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς, τὴν
25.4.2
ἐράσμιον καὶ ὑπὲρ πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἀξιολογωτέραν τυγχάνουσαν, δι'
25.4.3
ἄγνοιαν καὶ ῥαθυμίαν καὶ ἀμέλειαν καὶ λήθην ἀνταλλάσσομεν λεπροῖς καὶ
25.4.4
ταλαιπώροις καὶ φθαρτοῖς ὑλικοῖς πράγμα σι τῷ ἐν γῇ καὶ ὕλῃ καὶ κόσμῳ καὶ δόξῃ
25.4.5
δεδέσθαι καὶ τὰ φαινόμενα ἀγαπᾶν καὶ τοῖς παρερχομένοις τοῦ αἰῶνος τούτου
25.4.6
προσέχειν καὶ τῇ περὶ ταῦτα στοργῇ διακεῖσθαι, δέον ἀφ' ἑαυτῶν πάντα ῥίψαντας καὶ
25.4.7
ἐκτιναξαμένους τὰ τῆς γῆς παρερχόμενα πράγματα καὶ τὰ τῆς ὕλης καὶ χοὸς φθαρτὰ
25.4.8
διανοήματα Χριστῷ μόνῳ δεθῆναι τῇ ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι πρὸς αὐτὸν μόνον
25.4.9
τετρῶσθαι καὶ πνευματικῷ φίλτρῳ αὐτοῦ μόνου ἐρᾶν; Μέγα γὰρ καὶ τίμιον καὶ εὐγενὲς
25.4.10
καὶ ἐράσμιον τὸ τῆς νοερᾶς καὶ λογικῆς οὐσίας τῆς ψυχῆς ἀξίωμα τυγχάνει, δι' ἣν
25.4.11
ἀγὼν θεῷ καὶ ἀγγέλοις καὶ ἁγίαις δυνάμεσι, διὰ πατέρων καὶ πατρι αρχῶν, διὰ
25.4.12
προφητῶν, δι' αὐτοῦ τοῦ κυρίου εἰς πρεσβείαν καὶ ἐπι στροφὴν ταύτης ἐλθόντος, δι'
25.4.13
ἀποστόλων, διὰ διδασκάλων, ἐργατῶν ἀληθείας ταύτην ἐπιστρεφόντων εἰς τὸ τοῦ
25.4.14
κυρίου θέλημα καὶ ταύτην οἰκειώσασθαι καὶ παρ' ἑαυτοῖς ἔχειν εἰς τὴν αἰώνιον ζωὴν
25.4.15
σπουδαζόν των, δι' ἣν ἀγὼν ὁμοίως καὶ σπουδὴ καὶ πόλεμος καὶ κόπος σατανᾷ καὶ
25.4.16
ἀρχαῖς καὶ ἐξουσίαις δυνάμεων πονηρῶν, διὰ ψευδοπροφητῶν, ψευδ αποστόλων, διὰ
25.4.17
πλάνων ἀνθρώπων, διὰ δολίων ἐργατῶν καὶ αἱρέσεων, ἔσχατον καὶ δι' αὐτοῦ τοῦ
25.4.18
Ἀντιχρίστου, ταύτην οἰκειώσασθαι εἰς τέλος τοῦ μὴ ἐξειλῆσαι αὐτῶν ἀλλ' εἰς ἀεὶ μετ'
25.4.19
αὐτῶν ἐν τῷ σκότει τῆς κατακρίσεως ταύτην ἔχειν ἀγωνιζομένων. τὴν γὰρ ψυχὴν
25.4.20
ταύτην
25.4.21
τὴν τιμίαν εἰκόνα Χριστοῦ, τὴν ἐμπεσοῦσαν εἰς βυθὸν παθῶν κακίας,
25.4.22
σκότους, δυνάμεων πονηρῶν, τῇ προαιρέσει προσκολληθῆναι βουλο μένην Χριστῷ,
25.4.23
ἀλλαγῆναι καὶ μεταβληθῆναι καὶ ἀλλοιωθῆναι καὶ ἀνακαινισθῆναι καὶ ἀνακτισθῆναι
25.4.24
δεῖ νῦν, ἕως ἐν σαρκὶ τυγχάνει, τοιούτῳ τινὶ τρόπῳ, κατὰ τὴν τῶν γραφῶν παράδοσιν.
25.4.25
ὥσπερ ἐὰν ᾖ τόπος ἐν ᾧ πολλὴ δυσωδία καὶ βόρβορος τυγχάνει ἀποθήκης τε κοπριῶν
25.4.26
μεμέστωται καὶ «πάσης ἀκαθαρσίας» καὶ σηπεδόνος καὶ αἰσχρότητος πεπλήρωται, ἔλθῃ
25.4.27
δέ τις δυνάστης καὶ πλούσιος ἀνὴρ καὶ κελεύσῃ καθαρισθῆναι τὸν τόπον ἐκεῖνον ἀπὸ
25.4.28
τῆς πολλῆς αἰσχρότητος καὶ ῥυπαρίας καὶ πάσῃ ἐπιμελείᾳ ἐκείνου τοῦ δυσωδεστάτου
25.4.29
τόπου κάθαρσιν ποιήσηται καὶ λοιπὸν οἰκοδομήσῃ ἐκεῖ παλάτιον βασιλικὸν κοιτῶνάς
25.4.30
τε χρυσορόφους καὶ μεμαρμαρωμένους τρικλίνους καὶ δια φόρους οἴκους ἐνδόξους
25.4.31
κατασκευάσῃ πρὸς μονὴν καὶ ἀνάπαυσιν βασι λέωςτὸ λοιπὸν ἐκεῖ θυμιάματα καὶ
25.4.32
εὐωδία καὶ καθαρότης πολλὴ ἀπ' ἐκείνης τῆς δυσωδίας καὶ ἀκαθαρσίας γίνεται. ἢ
25.4.33
ὥσπερ ἵνα ᾖ γῆ ἔρημος καὶ ἄνυδρος καὶ ἀκανθῶν καὶ τριβόλων μεμεστωμένη, ἔλθῃ δὲ
25.4.34
ἀνὴρ γεωργὸς ἀγαθὸς καὶ ἐργάσηται ἐπιμελῶς ἐκείνην τὴν ἔρημον τυγχάνουσαν γῆν
25.4.35
καὶ τὰς ἀκάνθας καὶ τριβόλους ἄρας ἐκ μέσου πυρὶ καύσῃ καὶ ἀνανεώσας καὶ
25.4.36
ἐργασάμενος αὐτὴν ἐξαγάγῃ ἐκεῖ ὕδατα πλουσιώτατα καὶ καταφυτεύσῃ ἀμπελῶνας καὶ
25.4.37
παραδείσους ῥόδα τε καὶ παντοῖα ἄνθη καὶ παντοδαπὰ φυτὰ καρποφόρα, καὶ λοιπὸν
25.4.38
γένηται ἐκεῖ τόπος ἀναπαύσεως ἥμερος, καρποφόρος καὶ ἔνυ δρος καὶ εὔκαρποςἴδε πόση
25.4.39
μεταβολὴ καὶ ἀλλαγὴ γέγονεν, ἀπὸ ποίας ἀγριότητος καὶ ἐρημίας εἰς ποίαν ἡμερότητα
25.4.40
καὶ ἐπιτηδειότητα μετεκοσμήθη. ἢ ὥσπερ ἵνα ᾖ γυνὴ ἐπαίτης καὶ πενιχρά, εἰς ἣν
25.4.41
πάντες οἱ βουλόμενοι καὶ παριόντες ἐμπαίζουσι καὶ παρακέχρηνται, ἐραστὴς δὲ αὐτῆς
25.4.42
γένηται βασιλεύς τις ἔνδοξος καὶ ἀναλάβῃ αὐτὴν πρὸς ἑαυτὸν καὶ ἀπ' ἐκείνης τῆς
25.4.43
αἰσχρότητος καὶ πορνείας εἰς σωφροσύνην τιμίαν καὶ ἐλευθέραις πρέπουσαν
25.4.44
κατάστασιν ἐνέγκῃ καὶ ἀντ' ἐκείνων τῶν δυσωδεστάτων ῥακίων βασιλικὰ φορή ματα
25.4.45
καὶ διάχρυσα καὶ διάλιθα ἐνδύματα ἀμφιάσῃ διαδήματί τε
25.4.46
βασιλικῷ ταύτην
25.4.47
περιδησάμενος τιμήσῃ εἰς τὸ γενέσθαι αὐτοῦ κοι νωνικὴν καὶ τιμίαν νύμφην
25.4.48
βασιλέωςἰδοὺ πόση μεταβολὴ καὶ ἀλ λαγὴ γεγένηται ταύτῃ καὶ ἐξ οἵας αἰσχρότητος καὶ
25.4.49
πενίας εἰς οἵαν τιμὴν δόξης καὶ πλοῦτον μετηνέχθη.
25.5.1
Τὸν αὐτὸν τρόπον τὸν νοῦν καὶ τὴν ψυχὴν ταύτην σὺν τῷ σώματι ἐν
25.5.2
ἁμαρτίᾳ κακίας ἐμπεσοῦσαν καὶ ἐν τῇ ὄντως πτωχείᾳ τοῦ σκότους τῶν παθῶν τῆς
25.5.3
πονηρίας κατενεχθεῖσαν ἐκ τῆς τοῦ Ἀδὰμ παρα βάσεως καὶ ἐν πορνείᾳ καὶ ἀκαθαρσίᾳ
25.5.4
καὶ μιασμῷ τῶν πονηρῶν πα θῶν μιανθεῖσαν καὶ ἐνυβρισθεῖσαν καὶ ἐν ἀγριότητι καὶ
25.5.5
ἐρημίᾳ τοῦ πονηροῦ καὶ αἰσχροῦ πνεύματος τοῦ κόσμου γεγενημένην, πιστεύσα σαν καὶ
25.5.6
προσελθοῦσαν εἰλικρινῶς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι τῷ κυρίῳ ἐν ἀγάπῃ τοῦ
25.5.7
πνεύματος αὐτοῦ ἀλλαγῆναι καὶ μεταβλη θῆναι δεῖ ἀπὸ τῆς ἀγριότητος καὶ ἐρημίας
25.5.8
ἐκείνης τῆς προτέρας καὶ ἐκ τῆς δυσωδίας τῶν ἁμαρτημάτων καὶ παθῶν τῆς κακίας καὶ
25.5.9
αἰσχ ρῶν καὶ ῥακώδων ἐνδυμάτων τῶν πνευμάτων «τῆς πονηρίας», ἀπιστίας,
25.5.10
φιλαργυρίας, μίσους, κακίας, ὀργῆς, δόλου, ἀνοίας, ἐπιθυμίας κακῆς καὶ πάσης
25.5.11
ἀκαθαρσίας ἀλλοιωθῆναι δεῖ καὶ ἀνακαινισθῆναι καὶ μετα βληθῆναι καὶ ἀναπλασθῆναι
25.5.12
νῦν διὰ τῆς χάριτος. καὶ ἀντὶ μὲν τῶν τριβόλων καὶ ἀκανθῶν τῶν πονηρῶν
25.5.13
διαλογισμῶν καὶ τῶν ἁμαρτη μάτων τῆς κακίας, ὧν ἡ γῆ τῆς καρδίας αὐτῆς βρύουσα
25.5.14
ἐκαρποφόρει, δικαιοσύνην καὶ ὁσιότητα τοῦ θείου καὶ ἐπουρανίου πνεύματος τῆς
25.5.15
ἀγαθότητος ἐν αὐτῇ βρύειν καὶ καρποφορεῖν δεῖ· ἀντὶ δὲ δυσωδίας καὶ βορβόρου καὶ
25.5.16
οἰκοπέδων καὶ αἰσχρῶν τόπων, ὧν τὰ πνεύματα «τῆς πονηρίας» ἐν τῷ ἀοράτῳ τῆς
25.5.17
ψυχῆς χώρῳ διὰ τῶν παθῶν ἐγκατεσκεύ ασεν, νῦν παλάτιον ἐπουράνιον καὶ μονὴν καὶ
25.5.18
ἀνάπαυσιν ἐπουρανίου βασιλέως κατασκευασθῆναι δεῖ· ἀντὶ δὲ ἐνδυμάτων μιαρῶν καὶ
25.5.19
σκο τεινῶν, ὧν ἡ ψυχὴ ἐφόρει, νῦν ἐνδύματα τοῦ πνεύματος τῆς θεότητος φωτεινὰ
25.5.20
πίστεως, ἀγάπης, ἀγαθωσύνης καὶ πάσης ἀρετῆς ἀμφιέννυ ται· ἀντὶ δὲ ἐκείνης τῆς
25.5.21
δεινῆς αἰσχρότητος καὶ πορνείας τῶν πονη ρῶν πνευμάτων, μεθ' ὧν ἡ ψυχὴ ἐν τοῖς
25.5.22
πονηροῖς λογισμοῖς ἐπόρνευεν, νῦν εἰς σωφροσύνην καὶ ἁγιασμὸν καὶ καθαρότητα καὶ
25.5.23
κοινωνίαν τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ ἄγεται καὶ διαδήματι ἐπουρανίῳ
25.5.24
τῆς
25.5.25
τοῦ πνεύματος δόξης ἐν τιμῇ χάριτος περιδεσμεῖται· ἀντὶ δὲ τοῦ πνεύματος τῆς
25.5.26
πονηρίας τοῦ κόσμου τοῦ ῥέμβοντος καὶ αἰχμαλω τίζοντος τὸν νοῦν τῆς ψυχῆς ἐν ὕλῃ
25.5.27
καὶ ἐν γῇ καὶ ἐν κακίᾳ καὶ ἐν παντὶ περισπασμῷ πονηρῷ, νῦν τὸ πνεῦμα τῆς
25.5.28
ἀγαθότητος τοῦ Χρι στοῦ ἐξ οὐρανοῦ αἰχμαλωτίζον τὸν νοῦν τῆς ψυχῆς εἰς μυστήρια
25.5.29
θεοῦ ἀλάλητα καὶ ἐν πᾶσι τοῖς ἁγίοις καρποῖς τῆς ἀγαθωσύνης τοῦ πνεύ ματος, ἐν οἷς
25.5.30
διαιτᾶται ὁ νοῦς καὶ πάντες οἱ τῆς ψυχῆς διαλογισμοὶ εἰς θείους καὶ ἐπουρανίους τοῦ
25.5.31
πνεύματος λογισμοὺς αἰχμαλωτιζό μενοι, καθ' ὃν τρόπον τὸ πνεῦμα τῆς κακίας τῶν
25.5.32
παθῶν τὴν ψυχὴν ἄκουσαν αἰχμαλωτίζει εἰς διαλογισμοὺς κόσμου καὶ ματαιότητος
25.5.33
ὕλης. καὶ γὰρ τὸ πνεῦμα διὰ τοῦ προφήτου ἐν ἀληθείᾳ λέγει· «ὡς τὸ σκότος αὐτῆς,
25.5.34
οὕτω καὶ τὸ φῶς αὐτῆς».
25.6.1
Οὕτως ἀλλαγῆναι δεῖ καὶ τὴν πιστεύσασαν ψυχὴν Χριστῷ καὶ ἀγα πῶσαν
25.6.2
αὐτὸν εἰλικρινῶς καὶ οὕτως ἀνακαινισθῆναι καὶ μεταβολὴν ἔχειν ἐν πᾶσιν ἔν τε τοῖς
25.6.3
κρυπτοῖς τῆς καρδίας λογισμοῖς ὑπὸ τοῦ πνεύ ματος ἁγιασθεῖσαν καὶ τοῖς ἀγαθοῖς
25.6.4
ἔργοις τῆς δικαιοσύνης ἐν ἀλη θείᾳ καὶ πληροφορίᾳ καὶ αἰσθήσει καὶ ἐνεργείᾳ τοῦ
25.6.5
πνεύματος τῆς ἀγαθότητος ἐνεργοῦντος, καθ' ὃν τρόπον τὰ πνεύματα τοῦ σκότους τῶν
25.6.6
παθῶν ἐνεργεῖ τὰ κακὰ ἐν αἰσθήσει καὶ πληροφορίᾳ ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι.
25.6.7
πᾶσαι γὰρ αἱ αἱρέσεις διακένοις λόγοις ὑπο λήψει φρονήματος ὀρθοῦ καὶ ματαίᾳ οἰήσει
25.6.8
δικαιοσύνης πληροφοροῦν ται, τὰ δὲ ὄντως τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐν ἔργοις
25.6.9
ἀληθείας καὶ πίστεως ἀποδείκνυνται καὶ ἐνεργείᾳ τινὶ θείου πνεύματος ἐπιφοι τῶντος
25.6.10
καὶ ἐπισκιάζοντος τῇ ψυχῇ, καὶ «καρποὺς ἀξίους» τῆς χάριτος ἐπιδεικνυούσης ἐν
25.6.11
δυνάμει καὶ αἰσθήσει καὶ πληροφορίᾳ καὶ τῇ «τοῦ νοὸς» «ἀνακαινίσει» καὶ ἀλλαγῇ καὶ
25.6.12
καινῇ καὶ νέᾳ κτίσει «κατὰ τὸν ἔσω» τῆς καρδίας «ἄνθρωπον». οὗτός ἐστιν ὁ ἀληθὴς
25.6.13
Χριστιανισμὸς καὶ πασῶν τῶν ἁγίων γραφῶν ἀκριβὴς ἐν ἀληθείᾳ ἀποστολικὴ παρά
25.6.14
δοσις, καὶ αὕτη ἡ τοῦ κυρίου ἔλευσις καὶ ἡ λύτρωσις τοῦ πεσόντος ὑπὸ τὴν ἁμαρτίαν
25.6.15
ἀνθρώπου, καὶ αὕτη ἐστὶν ἡ τῶν ἐν ἀληθείᾳ Χριστῷ πιστευόντων ἐλπίς. Σπουδάσωμεν
25.6.16
τοίνυν καὶ ἡμεῖς διὰ πασῶν τῶν ἀρετῶν τῆς ἐλπίδος ταύτης πληροφορίαν ἐν ἑαυτοῖς
25.6.17
δέξασθαι, ὅπως τῶν «ἐλπιζομένων» ἀγαθῶν καταξιωθέντες, τουτέστι τῆς ἐνοικήσεως
25.6.18
τοῦ κυρίου, καὶ τὸν ἁγιασμὸν τοῦ «πνεύματος» ἐν τῇ ἑαυτῶν καρδίᾳ κτησάμενοι καὶ
25.6.19
τὸν ἐπουράνιον «θησαυρὸν» ἐν τοῖς ἑαυτῶν «σκεύεσιν» ἐναποθέντες καὶ ἐν πάσαις ταῖς
25.6.20
ἐντολαῖς ἄμωμοι διὰ τῆς χάριτος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν σὺν Χριστῷ
25.6.21
καταξιωθείημεν ἀπολαῦσαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note