Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 26 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Ἡ διάκρισιν ψυχὴ κεκτημένη ἐν τῇ ἀκοῇ τοῦ λόγου ἐκ θείας χάρι τος
26.1.2
ταύτην κέκτηται, καὶ γὰρ ἡ τῶν Χριστιανῶν ἐλπὶς καὶ ἀνάπαυ σις καὶ κτῆσις οὐκ ἔστιν
26.1.3
ἐν τῷ αἰῶνι τούτῳ· οὐδὲ γάρ ἐστι κάλλος πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ γεγενημένων
26.1.4
ἀγαθῶν καὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φώτων ὃ ζητοῦσι Χριστιανοί. ἰδοὺ γὰρ πόσα
26.1.5
ἀγαθά ἐστιν ἐν τῇ γῇ διάφορα καὶ ποικίλα κάλλη καὶ ἀναπαύσεις, ὁμοίως καὶ ἐν τῷ
26.1.6
οὐρανῷ ὅση ποικιλότης ἄστρων, κάλλος φώτων, καὶ οὐδέν ἐστιν ἐκ τούτων, ὃ ζητοῦσι
26.1.7
καὶ χρῄζουσι Χριστιανοί. ἀλλ' ἔστι τι ὃ οὔτε ἐν τῇ γῇ οὔτε ἐν τῷ οὐρανῷ ἐστιν, ἐν ᾧ
26.1.8
ζῶσι καὶ ὃ χρῄζουσιν οἱ τὸν κύριον ἀγαπῶντες. πόσαι γλῶσσαι ἐν κόσμῳ, πόσαι σοφίαι,
26.1.9
πόσαι φρονήσεις, πόσαι τέχναι, πόσαι ἐπιστῆμαι καὶ ἐπιτηδεύματα καὶ σπουδὴ καὶ
26.1.10
πλοῦτος ἐν τῇ γῇ, καὶ οὐδὲν τούτων ἐστὶν ὃ χρῄζουσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί. ἔστιν
26.1.11
οὖν τι ὃ ζητοῦσι μεῖζον οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ πάντων καὶ γῆς καὶ τῶν ἐν αὐτῇ
26.1.12
ἀγαθῶν καὶ καλῶν, καὶ ἅπαξ πάντων τῶν φαινομένων ἀγαθῶν καὶ καλῶν, μηδενὶ
26.1.13
τούτων συγκρινόμενον. τοιγαροῦν τοιαύτης καὶ διανοίας καὶ ψυχῆς χρεία πρὸς τὴν
26.1.14
ζήτησιν καὶ τὴν ἔρευναν τούτου τοῦ ἀσυγκρίτου καὶ μόνου καλοῦ καὶ ἀγαθοῦ, ἥτις καὶ
26.1.15
αὐτὴ μείζων καὶ ἀνωτέρα τυγχάνει πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ, καὶ πάσης σοφίας
26.1.16
ἀνθρωπίνης καὶ φρονήσεως καὶ γνώσεως κοσμικῆς, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει
26.1.17
καὶ ἀγάπῃ λέγω· τὰ γὰρ ἀπὸ τοῦ οὐρανοῦ ἕως τῆς γῆς οὐδὲν τὴν ψυχὴν ὠφελεῖ. ὥσπερ
26.1.18
γὰρ πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ἀέρι ποικίλων τερπνῶν ἀρετὴ μείζων καὶ
26.1.19
ἀνωτέρα καὶ κρείττων τυγχάνει, μᾶλλον δὲ ἐκεῖνο μόνον ἀγαθὸν καὶ καλόν ἐστιν ὃ
26.1.20
χρῄζουσιν καὶ ἐν ᾧ δύνανται ζῆσαι Χριστια νοί, τὸν αὐτὸν τρόπον τοιαύτη καὶ ἡ ψυχὴ
26.1.21
ὀφείλει εἶναι πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ καλοῦ τούτου ἔρευναν καὶ ζήτησιν ἐπειγομένη,
26.1.22
ὑπερβαί νουσα πασῶν τῶν ἐν τῷ κόσμῳ σοφιῶν καλλονὴν καὶ γλωσσῶν ποικι λότητα
26.1.23
καὶ γηΐνην φρόνησιν καὶ δόξαν καὶ τρυφὴν καὶ τέρψιν, μείζων δὲ καὶ ἀνωτέρα τῇ
26.1.24
πίστει καὶ ἀγάπῃ πρὸς τὸ μόνον καὶ ἀσύγκριτον καλόν, πάντων ὑπερπηδῶσα καὶ μηδενὶ
26.1.25
δεθεῖσα, ἀλλ' αὐτὸ μόνον ποθήσασα.
26.2.1
Τί τοίνυν ἐστὶ τὸ μηδενὶ συγκρινόμενον ἀγαθὸν καὶ καλόν, ὃ ζη τοῦσι καὶ
26.2.2
ἐν ᾧ ζῶσι Χριστιανοί; αὐτός ἐστιν ὁ κύριος. αὐτὸς γάρ ἐστιν ὁ μηδενὶ συγκρινόμενος,
26.2.3
πάντα γὰρ ὅσα ἐστὶ καλὰ ἀπ' αὐτοῦ γεγένηνται, καὶ αὐτός ἐστιν ἡ κληρονομία καὶ ἡ
26.2.4
ζωὴ τῶν Χριστιανῶν· «κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου
26.2.5
μου». οὐδὲν γὰρ ἄλλο ζητεῖ παρὰ τῶν ἀνθρώπων τὸ μόνον ἀγαθὸν καὶ κα λόν, ὅπερ
26.2.6
ἐστὶν ὁ θεός, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐ ζῷα οὐδὲ ἕτερόν τι τῶν ἐν τῇ γῇ,
26.2.7
ἅπερ πάντα αὐτὸς ἔκτισεν, ἢ μόνον πίστιν ἀληθῆ καὶ τὴν ἐκ καρδίας ἀγάπην πρὸς
26.2.8
αὐτόν. καὶ τότε καταξιοῦταί τις τῆς κτήσεως τοῦ καλοῦ καὶ μόνου ἀγαθοῦ τούτου·
26.2.9
πνεύματος γὰρ ἁγίου μετουσίαν ἡ τοιαύτη ψυχὴ κομίσασθαι καταξιοῦται καὶ
26.2.10
κοινωνεῖν Χριστῷ ἀπεντεῦθεν ἀξία καθίσταται. ἐὰν μὴ γὰρ πρότερον πρόφασις γένηται
26.2.11
ὁ ἄνθρωπος τῇ ἑαυτοῦ ἀγάπῃ ἑλκύσας τὴν ἀγάπην τοῦ θεοῦ πρὸς ἑαυτόν, οὐκ
26.2.12
ἀνελεύσεται εἰς τὴν ψυχὴν αὐτοῦ ἡ ζωὴ καὶ ἡ κτῆσις τοῦ ἀγαθοῦ καὶ μόνου καλοῦ.
26.2.13
πρόφασις οὖν γίνεται ἕκαστος τῆς ἑαυτοῦ ζωῆς καὶ τοῦ ἑαυτοῦ θανάτου διὰ τὸ
26.2.14
αὐτεξούσιον θέλημα τῆς ψυχῆς· ὅπου γὰρ ἂν δῷ τὴν φυσικὴν ἀγάπην αὐτῆς ἡ ψυχή,
26.2.15
ἕλκει πρὸς ἑαυτὴν ἤτοι τὴν ζωὴν ἢ τὸν θάνατον, καθὼς καὶ ἡ γραφὴ φησίν· «ἔναντι
26.2.16
ἀνθρώπου ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδο κήσῃ δοθήσεται αὐτῷ», ἐπειδὴ καὶ
26.2.17
ἄτιμοι πάντες οἱ ἄνθρωποι μετα βληθέντες ἐκτήσαντο τὴν ζωὴν ταύτην. ἰδοὺ γὰρ (ὥς
26.2.18
φησιν ὁ ἀπό στολος) ὁ θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν
26.2.19
ἀληθείας ἐλθεῖν». οὐχ ὅτι οὐ διδόασι τὴν φυσικὴν ἀγάπην αὐτῶν καὶ προαίρεσιν
26.2.20
ἀγαθὴν πρὸς τὸν θεόν· οὐ βιάζεται γὰρ τὰς προαιρέσεις ἀκούσας ὁ κύριος, ἀλλὰ
26.2.21
ἀποσκοπεῖ καὶ θεωρεῖ τὴν προαίρεσιν καὶ ἀγάπην τοῦ ἀνθρώπου, ποῦ ῥέπει καὶ ποῦ
26.2.22
ἀγαπᾷ. ἐὰν πρὸς αὐτὸν ἴδῃ τὴν ἀγάπην τῆς ψυχῆς κολλωμένην, ἰδοὺ ἔρχεται καὶ
26.2.23
κατασκηνοῖ καὶ κληρονομεῖται ὑπὸ τῆς ἀγαπώσης αὐτὸν ψυχῆς καὶ κληρονομεῖ αὐτήν,
26.2.24
ἐπεὶ ἀδύνατον ἄλλως γενέσθαι· ἐὰν γὰρ μὴ πρόφασιν λάβῃ ὁ θεὸς τοῦ ἀνθρώπου τῆς
26.2.25
πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, οὐ γίνεται αὐτὸς ζωὴ τοῦ ἀνθρώπου καὶ κτῆμα τὸ
26.2.26
μόνον τίμιον καὶ καλόν. ἕκαστος τοίνυν, ὡς προείρηται, πρόφασις γίνεται τοῦ ἐλθεῖν
26.2.27
πρὸς αὐτὸν τὴν ζωὴν καὶ τὴν ἐπαγγελίαν ἐν τῷ πιστεύειν καὶ ἀγαπᾶν αὐτὸν παρὰ
26.2.28
πάντα τὰ βλεπόμενα, τοῦτο γὰρ μόνον ἐξαιρέτως ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός· ἡ
26.2.29
τοιαύτη γὰρ ψυχὴ μείζων ἐστὶ καὶ ἀνωτέρα παντὸς τοῦ κόσμου καὶ πάσης τῆς σοφίας
26.2.30
αὐτοῦ καὶ δόξης καὶ πλούτου καὶ ἀναπαύσεως καὶ πάσης τῆς φρονήσεως αὐτοῦ καὶ
26.2.31
πάντων τῶν ἐν αὐτῷ καλῶν, ὅτι τῷ μόνῳ καλῷ ἐπίστευσε καὶ τὸν μόνον ἀγαθὸν
26.2.32
ἠγάπησεν ὑπεριδοῦσα πᾶσαν καλλονὴν καὶ δόξαν καὶ τερπνότητα καὶ σοφίαν γλωσσῶν
26.2.33
κόσμου ἀρνησαμένη, καὶ οὕτως ἐπιτυγχάνει καὶ ἀπολαύει τοῦ ἀληθινοῦ καλοῦ καὶ
26.2.34
ἀγαθοῦ καὶ μόνου ὡραίου.
26.3.1
Μή τις τοίνυν λεγέτω, ὅτι ἀδυνάτως ἔχω ἀγαπῆσαι ἢ διαλογίσασθαι ἢ
26.3.2
πιστεῦσαι τῷ μόνῳ ἀγαθῷ, ὑπὸ δουλείαν καὶ δεσμοὺς ἁμαρτίας τυγ χάνων. τὸ μὲν γὰρ
26.3.3
δύνασθαί σε τελείως τὰ ἔργα τῆς ζωῆς ἐργάζεσθαι καὶ τὸ ἑαυτὸν τῇ σῇ ἰσχύι ἐξελέσθαι
26.3.4
καὶ ἐλευθερῶσαι τῆς ἐνοικούσης σοι ἁμαρτίας οὔκ ἐστιν εἰς τὴν σὴν ἐξουσίαν, ἐπειδὴ
26.3.5
τοῦτο ἑαυτῷ ἀπένειμεν ὁ κύριος· αὐτὸς γὰρ μόνος «κατέκρινε τὴν ἁμαρτίαν» καὶ αὐτὸς
26.3.6
μόνος ἐστὶν «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς ἐλευθερῶσαι ἐπηγγείλατο
26.3.7
τοὺς ἀγαπῶντας αὐτὸν καὶ πιστεύοντας αὐτῷ ἐκ τῆς δουλείας τῆς ἁμαρτίας τῶν
26.3.8
παθῶν, καὶ οὓς ἂν αὐτὸς ἐλευθερώσῃ «ὄντως ἐλεύθεροι» τυγχάνουσιν. τὸ δὲ
26.3.9
διαλογίσασθαί σε καὶ πιστεῦ σαι ἢ ἀγαπῆσαι τὸν κύριον ἢ ζητῆσαι αὐτὸν ἔχεις καὶ
26.3.10
δύνασαι καὶ τὸ μὴ συνήδεσθαι μηδὲ συνεργάζεσθαι τῇ ἐνοικούσῃ ἁμαρτίᾳ, μόνον πρό
26.3.11
φασις γενοῦ σὺ τῆς ἑαυτοῦ ζωῆς ἐν τῷ ζητεῖν τὸν κύριον, ἐν τῷ διαλογί ζεσθαι καὶ
26.3.12
ἀγαπᾶν καὶ προσδοκᾶν αὐτόν, καὶ αὐτὸς τὴν δύναμιν καὶ τὴν λύτρωσιν παρέχει. τοῦτο
26.3.13
γὰρ μόνον παρὰ σοῦ ἐκδέχεται. ὥσπερ γὰρ σῶμα ὑπὸ θερμότητος πυρετοῦ κατεχόμενον
26.3.14
ἐμπεπόδισται καὶ ἐπέχεται τοῦ ποιῆσαι ἢ ἐργάσασθαι τὰ τῆς γῆς ἔργα, ὁ μέντοι νοῦς
26.3.15
τοῦ κατακειμένου οὐκ ἐπέχεται οὐδὲ ἠρεμεῖ, ἀλλὰ πολλῷ πλέον φρον τίζει καὶ μεριμνᾷ
26.3.16
περὶ τῶν ἔργων αὐτοῦ καὶ ἡ διάνοια αὐτοῦ διαλογί ζεται περὶ τοῦ θέρους, εἰ τύχοι, ἢ
26.3.17
περὶ ἀμπέλου ἢ περὶ ὁδοιπορίας ἢ περὶ ἐμπορίας ἢ περὶ ἄλλων τινῶν τοιούτων, καὶ τὸ
26.3.18
μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ ὑπὸ τοῦ πυρετοῦ κατεχόμενον, ὁ δὲ νοῦς οὐκ
26.3.19
ἠρεμεῖ οὐδὲ ἐπέχεται τῶν ἔργων αὐτοῦ (διαλογιζόμενος δι' αὐτὰ) καὶ τοῦ ζητεῖν τὸν
26.3.20
ἰατρὸν καὶ ἀξιοῦν τοὺς ἰδίους αὐτοῦ καὶ ἀποστέλ λειν πρὸς αὐτὸν τοῦ ἐλθεῖν καὶ
26.3.21
ἐπισκέψασθαι αὐτόν, καὶ προσδοκίαν ἔχει τοῦ ὑγιᾶναι. ἐάν τε γὰρ οὔτε λαλῇ οὔτε
26.3.22
διαλογίζηται οὗτος, παντελῶς τέθνηκεν, ἕως οὗ δὲ ὁ πυρετὸς ἐπίκειται, τὸ σῶμα
26.3.23
ἐμπεπό δισται καὶ ἐπέχεται ἀπὸ τῶν ἔργων, ὁ δὲ νοῦς ἰδοὺ περὶ αὐτῶν σφο δρῶς
26.3.24
διαλογίζεται καὶ φροντίζειτὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ὑπὸ δουλείαν καὶ ἐξουσίαν τοῦ
26.3.25
σκότους τῶν παθῶν τῆς ἁμαρτίας πεσοῦσα καὶ ὑπὸ τοῦ πυρετοῦ «τοῦ νόμου τῆς
26.3.26
ἁμαρτίας» κατεχομένη ἀπὸ μὲν
26.3.27
τῶν ἔργων τῆς ζωῆς, τῶν τοῦ πνεύματος τελείων
26.3.28
ἀρετῶν, ἐμπεπόδι σται καὶ ἐπέχεται ἀδυνάτως ἔχουσα ἀμώμως ταῦτα ἐπιτελεῖν, ἀπὸ δὲ
26.3.29
τοῦ διαλογίζεσθαι ἢ μεριμνᾶν περὶ αὐτῶν καὶ κατὰ δύναμιν ἐπι τελεῖν ἐργασίαν
26.3.30
ἐντολῶν καὶ ἀγαπᾶν τὴν ζωὴν οὐκ ἐπέχεται, ἐὰν ὄντως θέλῃ τῆς αἰωνίου ζωῆς
26.3.31
ὀρέγεσθαι. ἀπὸ τοῦ βοᾶν τοιγαροῦν καὶ καλεῖν τὸν μόνον ἰατρὸν πρὸς τὴν ἑαυτῆς
26.3.32
βοήθειαν καὶ προσδοκᾶν τὴν ὑγείαν αὐτῆς οὐκ ἐμποδίζεται. εἰ γὰρ καὶ ἀπέθανεν ἀπὸ
26.3.33
τοῦ θεοῦ ἡ ψυχή, τουτέστι χωρισθεῖσα ἀπὸ τῆς ἀπολαύσεως τῆς δόξης τοῦ φωτὸς
26.3.34
αὐτοῦ διὰ τὴν παράβασιν καὶ καλύμματι κακίας παθῶν καλυφ θεῖσα, ἀλλ' ἀπὸ τῆς ἰδίας
26.3.35
γνώσεως καὶ τῶν διανοημάτων οὐκ ἀπέ θανεν, ἀλλ' ἔχει τὸ μεριμνᾶν περὶ τῶν ἔργων
26.3.36
τῆς ζωῆς καὶ τὸ ἀγαπῆσαι καὶ καλεῖν καὶ βοᾶν πρὸς τὸν ἀληθινὸν ἰατρόν. ἀπὸ τῆς ἰδίας
26.3.37
οὖν γνώ σεως οὐ νενέκρωται. τοῦτο τοίνυν ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός, ὅπερ ἔχει
26.3.38
ἐλεύθερον διαλογίζεσθαι περὶ τῆς ζωῆς, τὸ ἀγαπῆσαι καὶ καλεῖν τὸν μόνον ἀληθινὸν
26.3.39
ἰατρόν, καὶ μὴ συντίθεσθαι τῇ κακίᾳ, ἀλλὰ κατὰ δύναμιν ἐν ἔργοις ἀγαθοῖς
26.3.40
πολιτεύεσθαι. ταύτην τὴν πρό φασιν μόνον παρὰ τῶν ἀνθρώπων ζητεῖ ὁ θεός· τὸ γὰρ
26.3.41
δυναμῶσαι τὴν ψυχὴν καὶ ἰάσασθαι ἐκ τοῦ πυρετοῦ τῆς ἁμαρτίας καὶ ῥύσασθαι ἐκ τῆς
26.3.42
δουλείας καὶ ἐνεργείας τῶν παθῶν αὐτοῦ ἐστι καὶ αὐτῷ μόνῳ ἀπόκειται, «ὅτι τὸ
26.3.43
κράτος» (γάρ φησιν) «τοῦ θεοῦ, καὶ σοῦ, κύριε, τὸ ἔλεος». ἐπίσταται γὰρ αὐτὸς ἐν ποίοις
26.3.44
κακοῖς ἐστιν ἡ ψυχὴ καὶ πῶς ἐπέχεται τοῦ μὴ ποιεῖν τὰ ἔργα τῆς ζωῆς καὶ πῶς ἔρριπται
26.3.45
ἐν νόσῳ χαλεπῇ τῶν παθῶν τῆς «ἀτιμίας»· μόνον ἐν τῷ νῷ καὶ ἐν τῇ ἀγάπῃ ἀρέσαι τὴν
26.3.46
ψυχὴν αὐτῷ περιμένει. τὸ γὰρ δύνασθαι αὐτὸς «ἐν τάχει» ποιεῖ, καθὼς εἴρηται· πόσῳ
26.3.47
μᾶλλον «ποιήσει τὴν ἐκδίκησιν τῶν βοών των πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας».
26.4.1
Ἀλλ' ὥσπερ πάλιν τὸ σῶμα ὑπὸ τοῦ πυρετοῦ κρατούμενον ἐπέχεται τοῦ
26.4.2
μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς, καὶ ἡ ψυχὴ ἐν τῇ ἁμαρτίᾳ κρατου μένη ὑπὸ τοῦ πυρετοῦ
26.4.3
τῶν παθῶν ἐπέχεται καὶ ἐμποδίζεται ἀπὸ τῶν ἔργων τῆς ζωῆς, τὸν αὐτὸν τρόπον ἡ
26.4.4
ψυχὴ ἡ καταξιωθεῖσα τοῦ ἐπου ρανίου πυρὸς τοῦ πνεύματος τῆς ζωῆς καὶ κατεχομένη
26.4.5
ὑπὸ τῆς δυνά μεως τοῦ πυρὸς τοῦ θείου ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς
26.4.6
ἁμαρτίας, τῷ φίλτρῳ καὶ τῷ πόθῳ πρὸς τὸν ἐπουράνιον νυμφίον πάν τοτε ἑλκομένη. εἰ
26.4.7
γὰρ ὁ τοῦ σώματος πυρετὸς ἐπέχει τὸ σῶμα τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς καὶ ὁ
26.4.8
πυρετὸς τῆς ἁμαρτίας τῶν πα θῶν ἐπέχει τὴν ψυχὴν ἀπὸ τῶν ἔργων τῆς ζωῆς, πόσῳ
26.4.9
μᾶλλον τὸ ἐπουράνιον τοῦ πνεύματος πῦρ ἐκκαῖον καὶ φλέγον τὴν ἀξίαν καὶ πιστὴν
26.4.10
ψυχὴν εἰς τὸν ἄνω τῆς βασιλείας ἔρωτα καὶ πόθον ἐπισχῇ καὶ ἐμποδίσῃ τοῦ μὴ
26.4.11
ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, ἀλλὰ λήθην πάσης ματαιότητος τοῦ αἰῶνος τούτου
26.4.12
ποιήσεται. αὕτη γὰρ ἡ ψυχὴ ἡ ζητή σασα τὸν θεὸν τῷ ἑαυτῆς θελήματι καὶ τῇ ἑαυτῆς
26.4.13
ἀγάπῃ ἕλκει αὐτὸν πρὸς ἑαυτὴν τοῦ βασιλευθῆναι καὶ ἡγημονευθῆναι καὶ ὁδηγηθῆναι
26.4.14
ὑπ' αὐτοῦ κατὰ τὸ αὐτοῦ θέλημα. καὶ γὰρ αὐτὸς ὁ κύριος οὕτω βούλε ται ζητηθεὶς καὶ
26.4.15
ἀγαπηθεὶς καὶ πιστευθεὶς καὶ ἑλκυσθεὶς ὑπὸ τῆς ἀγάπης τῆς ψυχῆς ἐλθεῖν καὶ
26.4.16
κατασκηνῶσαι καὶ βασιλεῦσαι καὶ ἡγε μονεῦσαι παντὸς τοῦ φρονήματος αὐτῆς καὶ
26.4.17
ὁδηγῆσαι αὐτὴν εἰς πᾶν τὸ τοῦ θεοῦ θέλημα. μὴ γάρ τις νομίσῃ μικράν τινα εἶναι τὴν
26.4.18
ψυχὴν ἅτε ἐν μικρῷ σώματι κατοικοῦσαν καὶ ἐν σώματι ὅλην οὖσαν. ἰδοὺ καὶ ἐν τῷ
26.4.19
σώματί ἐστι καὶ ἔξωθεν τοῦ σώματός ἐστι καὶ ὅλη ἐν αὐτῷ ἐστι καὶ ὅλη ἔξωθεν αὐτοῦ
26.4.20
ἐστι τῷ φρονήματι καὶ τοῖς λογισμοῖς. Μέγα γάρ τι σκεῦος καὶ δημιούργημα ἐποίησεν ὁ
26.4.21
θεὸς τὴν ψυχήν, τίμιόν τι καὶ ὡραῖον καὶ ὑπὲρ πάντα τὰ κτίσματα ὄν, τοιοῦτον τίμιον
26.4.22
ἔργον ὡς «εἰς κατοικητήριον θεοῦ» ἡτοιμασμένον καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ
26.4.23
πεποιημένον. εἰκόνα γὰρ πνευματικὴν καὶ νοερὰν κατὰ τὴν ἰδίαν λεπτότητα τὴν
26.4.24
φυσικὴν ἔχει ἡ ψυχή, ὥσπερ τὸ σῶμα ἰδίαν ἔχει εἰκόνα. ἀλλ' ἡ ἀληθὴς εἰκὼν τοῦ θεοῦ
26.4.25
ἡ ψυχή ἐστιν, καὶ ἐκείνη ἡ εἰκὼν ἡ ζῶσα καὶ ἀθάνατος βαστάζει καὶ φέρει τὴν εἰκόνα
26.4.26
ταύτην. ἀόρατος δὲ καὶ ἀνεύρετος ἑαυτῇ τυγχάνει παρὰ τὴν αἰτίαν ταύτην· κάλυμμά τι
26.4.27
σκότους κακίας ἐπίκειται αὐτῇ καλύπτον αὐτὴν τοῦ μὴ καταλαμβάνειν καὶ τοῖς νοεροῖς
26.4.28
αὐτῆς ὀφθαλμοῖς τὴν ἰδίαν ἐνορᾶν ὑπόστασιν καὶ μὴ κατανοεῖν καὶ θεωρεῖν τὸν
26.4.29
ἑαυτῆς ποιητήν, τοῦ μὴ ἀπολαύειν καὶ ζῆν καὶ ἀναψύχειν τῷ φωτὶ τῆς δόξης τῆς
26.4.30
χρηστό τητος αὐτοῦ, τοῦ μὴ ἐντρυφᾶν ἐν τῇ ἀγαθότητι καὶ ἀγάπῃ αὐτοῦ. τοῦτο δὲ τὸ
26.4.31
κάλυμμα ἀπὸ τῆς παραβάσεως Ἀδὰμ ἐκτησάμεθα δια δεξάμενοι τὴν κληρονομίαν τοῦ
26.4.32
θανάτου .
26.5.1
Συγκέκλεισται τοίνυν καὶ κεκάλυπται ἡ ψυχὴ σκότει παθῶν ἀπὸ τῆς
26.5.2
ἀπολαύσεως καὶ κατανοήσεως τοῦ θεοῦ καὶ ἀπὸ τῆς ἰδίας κατα λήψεως. ἐπιμένει δὲ τὸ
26.5.3
ἔργον σῶον καὶ τὸ κτίσμα τέλειον τῆς ψυχῆς ὑπὸ τὸ κάλυμμα καὶ ἐν τῇ φυλακῇ
26.5.4
ἠγμένης, ἔχον τὴν νοερὰν εἰκόνα καὶ τὴν κατασκευὴν ἣν ἐξ ἀρχῆς ὁ δημιουργὸς
26.5.5
ἐποίησε σῶαν. ὥσπερ γάρ τις συγκέκλεισται ἐν οἴκῳ φυλακῆς, ἐν ᾧ οὔκ ἐστι θύρα, οὔτε
26.5.6
ὀπή, οὔτε θυρίς, οὔτε ὅλως ἔξοδός τις, καὶ ἔνδοθεν τῆς φυλακῆς ἐστιν ὁ
26.5.7
ἄνθρωποςοὐδὲν δύναται ὁ ἔσω ἐγκεκλεισμένος ποιῆσαι εἰς τὸ ἐξελθεῖν ἢ μόνον
26.5.8
καλέσαι καὶ βοῆσαι πρὸς τοὺς ἔξω, ἵνα ἀνοίξωσιν αὐτῷ, καὶ τὴν διάνοιαν αὐτοῦ
26.5.9
ἐκτείνας πρὸς τοὺς ἔξω τοῦ οἴκου ὄντας πρὸς τὴν βοήθειαν αὐτοῦ ἐπικαλέσασθαιτὸν
26.5.10
αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κεκαλυμμένη ἀπὸ θεοῦ καλύμματι παθῶν καὶ συγκεκλεισ
26.5.11
μένη ἐν φυλακῇ σκότους ἁμαρτίας μένει τὸ δημιούργημα καὶ τὸ κτίσμα τὸ τίμιον ἔνδον
26.5.12
τοῦ καλύμματος σῶον, οἷον ἐκτίσθη, καὶ οὐδὲν δύναται ποιῆσαι πρὸς τὸ ἐξελθεῖν ἢ
26.5.13
μόνον διανοηθῆναι καὶ δια λογίσασθαι καὶ φροντίσαι περὶ τῆς ζωῆς τοῦ φωτὸς καὶ
26.5.14
βοῆσαι πρὸς τὸν ἔξωθεν τοῦ καλύμματος τοῦ σκότους ὄντα κύριον καὶ λυτρωτήν, ἵν'
26.5.15
οὗτος τῇ ἑαυτοῦ δυνάμει ὁρῶν ἡμῶν τὴν πρὸς αὐτὸν βοὴν καὶ πίστιν καὶ ἀγάπην
26.5.16
διαρρήξῃ τὸ κάλυμμα τοῦ σκότους καὶ φωτίσῃ τῷ
26.5.17
ἑαυτοῦ φωτὶ τὴν ψυχὴν καὶ
26.5.18
λυτρώσηται ἐκ τοῦ σκότους τῆς ἁμαρ τίας τῶν παθῶν καὶ ὁδηγήσῃ αὐτὴν κατὰ τὸ
26.5.19
ἑαυτοῦ θέλημα. αὕτη γὰρ ἔνδοθεν τοῦ καλύμματος οὖσα ἐκτείνει τὴν διάνοιαν αὐτῆς
26.5.20
πρὸς αὐτὸν τῇ ζητήσει καὶ τῷ πόθῳ πάντα τὰ βλεπόμενα παριδοῦσα καὶ πρὸς τὴν
26.5.21
ἀόρατον θείαν δύναμιν μετὰ πίστεως καὶ πόθου τῇ ζητήσει ἑαυ τὴν ἐπείγουσα καὶ
26.5.22
προσδοκῶσα τὴν ἐπίσκεψιν τῆς χάριτος. καὶ αὐτὸς ἄνω ὢν ἐκτείνει τὴν διάνοιαν αὐτοῦ
26.5.23
πρὸς αὐτὴν εὑρισκόμενος αὐτῇ καὶ φανερούμενος καὶ ἀναπαύων ἀναπαύσει
26.5.24
πνευματικῇ καὶ ὁδηγῶν αὐτὴν εἰς πᾶν τὸ ἑαυτοῦ θέλημα. 26. 6 Ἐὰν μὴ γὰρ ἡ διάνοια
26.5.25
τοῦ κυρίου ἔλθῃ πρὸς τὴν αὐτῆς διάνοιαν καὶ ὁδηγήσῃ αὐτήν, οὐκ οἶδε ποιῆσαι τὸ
26.5.26
θέλημα τοῦ θεοῦ. ὅσον γὰρ αὐτὴ καὶ τὸ φρόνημα αὐτῆς καὶ τὸν νοῦν ἀεὶ κολλᾷ πρὸς
26.5.27
αὐτὸν τῇ ζητήσει καὶ πίστει καὶ πόθῳ, {{αὐτὸς πολὺ μᾶλλον τῇ ἑαυτοῦ χρηστό τητι
26.5.28
προσέχων τῇ ἐνδιαθέτῳ αὐτῆς ἀγάπῃ κολλᾶται τῇ διανοίᾳ αὐ τῆς καὶ γίνεται μετ' αὐτῆς
26.5.29
εἰς «ἓν πνεῦμα» κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ
26.5.30
καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος αὐτὴν καὶ ἐρχομένου τε πρὸς αὐτὴν καὶ
26.5.31
κολλωμένου αὐτῇ καὶ λοιπὸν τῆς διανοίας παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ
26.5.32
κυρίου εἰς «ἓν πνεῦμα» καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίνονται ἡ ψυχὴ καὶ ὁ
26.5.33
κύριος. καὶ τὸ μὲν σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ, ἡ δὲ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου ἐν τῇ
26.5.34
«ἐπουρανίῳ» «Ἱερουσαλὴμ» πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ
26.5.35
κολλωμένη τῷ κυρίῳ καὶ διακονοῦσα αὐτῷ. καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλω
26.5.36
σύνης» καθεζόμενος ἐν οὐρανοῖς ἐν τῇ «ἐπουρανίῳ» πόλει ὅλος πρὸς αὐτὴν ἐν τῷ
26.5.37
σώματι αὐτῆς ἐστιν. τὴν αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ «ἐπουρανίῳ» πόλει τῶν
26.5.38
ἁγίων «Ἱερουσαλὴμ» καὶ τὴν ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ
26.5.39
ἔθετο ἐν τῷ σώματι αὐτῆς. αὐτὴ αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει καὶ αὐτὸς αὐτῇ
26.5.40
διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει. αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς καὶ αὐτὸς
26.5.41
αὐτὴν ἐκληρονόμησεν ἐπὶ γῆς. ὁ κύριος γὰρ κληρονομία τῆς
26.5.42
ψυχῆς γίνεται καὶ ἡ
26.5.43
ψυχὴ τοῦ κυρίου. εἰ γὰρ καὶ τῶν ἐν σκότει ἁμαρ τωλῶν ὄντων ἡ διάνοια καὶ ὁ νοῦς
26.5.44
τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς πορρωτέρας
26.5.45
πατρίδας ῥοπῇ ὥρας ἐξελθεῖν δύναται καὶ πολλάκις ἔρριπται ἐν τῇ γῇ τῷ σώματι καὶ ἡ
26.5.46
διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν αὐτῆς τυγχάνει ἢ πρὸς τὴν ἀγαπητήν,
26.5.47
κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷεἰ οὖν ἡ τοῦ ἁμαρ τωλοῦ ψυχὴ οὕτως εὔπτερος
26.5.48
καὶ ἐλαφρά ἐστιν ὥστε τὸν νοῦν αὐτῆς μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πορρωτέρων τόπων,
26.5.49
πόσῳ μᾶλλον ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος
26.5.50
καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς ὑπὸ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη
26.5.51
τελείως τῶν παθῶν τῆς «ἀτιμίας» καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν
26.5.52
οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Χριστῷ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ καὶ
26.5.53
τοσοῦτον πλα τύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καὶ ὅπου βούλεται
26.5.54
καὶ ἔνθα βούλεται διακονεῖν τῷ κυρίῳ.
26.7.1
Τοῦτό φησιν ὁ ἀπόστολος· «ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς
26.7.2
ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς
26.7.3
γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρω θῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ».
26.7.4
θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαιρεῖ ὁ κύριος τὸ ἐπικείμενον σκότος καὶ
26.7.5
ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ, πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα
26.7.6
τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου
26.7.7
κτίσεως. Μέγα τοίνυν καὶ θαυμαστόν τι καὶ θεῖον ἔργον ἐστὶν ἡ ψυχή. καὶ ὡς φαίνεται
26.7.8
καὶ πρὸ τῆς τοῦ σώματος δια πλάσεως ἐδημιούργησεν αὐτήν· ἐν γὰρ τῷ εἰπεῖν·
26.7.9
«ποιήσωμεν ἄνθρω
26.7.10
πον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν» παρὰ θεοῦ ἡ ψυχὴ
26.7.11
πεποίηται καὶ οὕτω λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἔπλασε τὸ σῶμα «καὶ ἐνεφύσησε» διὰ
26.7.12
τοῦ πνεύματος ἣν ἔκτισε ψυχὴν ἐν τῷ σώματι. ἐν δὲ τῷ δημιουρ γῆσαι τὴν ψυχὴν
26.7.13
τοιαύτην αὐτὴν πεποίηκεν· ἐν τῇ φύσει αὐτῆς κακίαν οὐκ ἐνέθηκεν, οὐκ ᾔδει κακίαν ἡ
26.7.14
φύσις αὐτῆς, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν. ἔθηκεν
26.7.15
εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς
26.7.16
ἀρετὰς κατὰ τὴν «εἰκόνα» τοῦ πνεύματος. ἔτι γὰρ καὶ νῦν τῇ γνώσει καὶ φρονήσει καὶ
26.7.17
ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ κύριος. ἔθηκεν εἰς αὐτὴν διάνοιαν,
26.7.18
λογισμούς, θέλημα, νοῦν ἡγε μόνα, ἐνθρονίσας ἐν αὐτῇ καὶ ἄλλην τινὰ πολλὴν† ἔχουσα
26.7.19
ἐν αὐτῇ† λεπτότητα. ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον τὸ ἐν ῥοπῇ
26.7.20
ἔρχεσθαι καὶ τοῖς φρονήμασιν διακονεῖν αὐτῷ ἔνθα τὸ πνεῦμα βούλεται, καὶ
26.7.21
ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην τοῦ γενέσθαι αὐτὴν νύμφην καὶ κοινωνικὴν
26.7.22
ἑαυτοῦ, τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι καὶ εἰς «ἓν πνεῦμα» μετ' αὐτοῦ αὐτὴν
26.7.23
γενέσθαι, ὥς φησιν· «ὁ κολλώμενος τῷ κυρίῳ» εἰς «ἓν πνεῦμά ἐστιν».}}
26.8.1
{{Οὔτε γὰρ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν
26.8.2
ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον
26.8.3
οἷς διὰ τοῦ πνεύματος ἀποκαλύπτεται ἡ κατά ληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς
26.8.4
γνωρίζεται. ἀλλ' ἐνταῦθα θεώ ρει καὶ διάκρινον καὶ συνετῶς ἄκουσον· οὗτος θεὸς αὕτη
26.8.5
οὐ θεός, οὗτος κύριος αὕτη δούλη, οὗτος κτίστης αὕτη κτίσμα, οὗτος ποιητὴς αὕτη
26.8.6
ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ καὶ αὐτῆς φύσεως τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ
26.8.7
ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ ηὐδόκησε τοιοῦτον ποίημα
26.8.8
καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ποιῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι
26.8.9
ἡμᾶς ἀπαρχήν
26.8.10
τινα τῶν ἑαυτοῦ κτισμάτων», εἰς τὴν ἑαυτοῦ συνάφειαν καὶ τὴν ἑαυ
26.8.11
τοῦ κοινωνίαν, εἰς ἴδιον «κατοικητήριον», εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην.
26.8.12
τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιαύτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ
26.8.13
τοιαύτης εὐδοκίας ὑπὸ θεοῦ εἰς ἡμᾶς γεγενημένης μὴ ἀμελήσωμεν, ὦ τέκνα, μηδὲ
26.8.14
ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώ νιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου
26.8.15
εὐαρεστήσει ἀπο δοῦναι. Παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος
26.8.16
δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς «ἀτιμίας» καὶ
26.8.17
τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀνα λάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν
26.8.18
ψυχὴν ἀπεργασάμενος, ἵνα
26.8.19
τυχόντες καὶ καταξιωθέντες τῆς κοινωνίας τοῦ
26.8.20
«πνεύματος» αὐτοῦ σὺν αὐτῷ ἀπολαῦσαι καταξιωθῶμεν εἰς τοὺς ἀπεράντους αἰῶνας
26.8.21
τῶν αἰώ νων. Ἀμήν.}}

Intertext edge

Open linked passage

Note