Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Οἱ ἀγαπητοὶ ἡμῶν ἀδελφοὶ τὸν λόγον τῆς ἀληθείας πεινῶσι καὶ διψῶσιν,
27.1.2
ἐν ἀγάπῃ πολλῇ ἐπιθυμοῦντες αὐτὸν ἀκούειν. κἂν ἡμεῖς τοί νυν ἰδιῶται τυγχάνωμεν,
27.1.3
ἀλλ' αὐτοὶ ἐν πόθῳ καὶ στοργῇ δεχόμενοι τὸν λόγον τοῦ θεοῦ εὐφραίνονται καὶ ἐν
27.1.4
τούτῳ τὸ ἅγιον πνεῦμα χαίρει, ὅταν ὁ ἴδιος λόγος ἐν τῷ κόσμῳ τούτῳ λαλῆται. κἂν γὰρ
27.1.5
νήπιόν ἐστι τὸ βρέφος μὴ δυνάμενον κατὰ τὴν τῆς μητρὸς ὁμιλίαν λαλεῖν, ἀλλ' αὐτὴ ἡ
27.1.6
μήτηρ συγκατερχομένη τῷ παιδίῳ καὶ συμψελλίζουσα συλλαλεῖ αὐτῷ, καὶ χαίρει ἡ
27.1.7
μήτηρ ἐπὰν πρὸς αὐτὴν τὸ βρέφος προσλαλῇ τῇ στοργῇ τοῦ νηπίου ἀποσκοποῦσα. καὶ
27.1.8
ἡμεῖς τοίνυν, κἂν νήπιοι τυγχάνωμεν πρὸς τὴν ἄπειρον καὶ ἀκατάληπτον τοῦ κυρίου
27.1.9
δόξαν καὶ κράτος καὶ γνῶσιν, μὴ δυνάμενοι κατ' ἀξίαν ὑφηγήσασθαι ἢ ἐξειπεῖν τὰ τοῦ
27.1.10
πνεύματος μυστήρια, ὅμως ἡ χάρις τοῦ πνεύματος, ἡ μήτηρ τῶν ἁγίων, χαίρει, ὅταν ὁ
27.1.11
περὶ αὐτῆς λόγος ἐν τῷ κόσμῳ λαλῆται. τὰ γὰρ ἐκ πνεύματος γεννώμενα τέκνα ἐν
27.1.12
οὐδενὶ τὴν ἀνά παυσιν καὶ τὴν ἀγαλλίασιν ἔχουσιν εἰ μὴ ἐν τῷ λόγῳ ἐκείνῳ ὅθεν
27.1.13
γεννῶνται. ἕκαστον γὰρ τῶν ὄντων εἰς ἣν πατρίδα καὶ ἐν ᾧ τόπῳ γεννᾶται, ἐκεῖ καὶ
27.1.14
ἀναπαύεται καὶ χαίρει. ἔστι κτίσματα διάφορα καὶ ἕκαστον κτίσμα ἔχει ἴδια γεννήματα.
27.1.15
ἡ γῆ ἔχει πάντα τὰ ἐν αὐτῇ φυόμενά τε καὶ γεννώμενα ζῷα, θηρία τε καὶ ἑρπετὰ καὶ
27.1.16
κτήνη ἢ καὶ ἕτερά τινα. τὰ ὕδατα ὁμοίως ἴδια γεννήματα ἔχει, τῶν ἰχθύων τὴν πολλὴν
27.1.17
διαφοράν. ὡσαύτως καὶ ὁ ἀὴρ τὴν πολλὴν τῶν πετεινῶν πληθὺν καὶ διαφορὰν ἐν αὐτῷ
27.1.18
κέκτηται, καὶ πάλιν ὁ οὐρανὸς ἴδια τὰ τῶν ἀστέρων ἔχει γεννήματα καὶ τὰ ἐπάνω τῶν
27.1.19
οὐρανῶν, καὶ οὐκ
27.1.20
ἐοίκασιν ἀλλήλοις ἄλληλα οὔτε τὰ τούτων κτίσματα· ἄλλη γὰρ
27.1.21
ἰδέα καὶ διαγωγὴ τῶν οὐρανίων καὶ ἄλλη τῶν ἐπιγείων, καὶ ἐξ ἧς οὐσίας οὐ
27.1.22
γεγέννηταί τι, ἐὰν βουληθῇ ἀπελθεῖν κἀκεῖ διαιτᾶσθαι ὅθεν οὐκ ἐγεννήθη, πνιγμὸς καὶ
27.1.23
θάνατος καὶ ἀφανισμὸς αὐτῷ συμβήσεται. οἷον οἱ ἰχθύες τῆς θαλάσσης ἐὰν ἐν τῇ γῇ
27.1.24
διαιτᾶσθαι βούλωνται θανατω θήσονται, ἐπειδὴ ἐξ αὐτῆς οὐκ ἐγεννήθησαν· τὰ
27.1.25
τετράποδα τῆς γῆς ἐὰν τὴν διαγωγὴν ἐν τοῖς ὕδασιν ἔχειν θελήσωσιν πνίγονται καὶ
27.1.26
θανα τοῦνται, ἐπειδὴ ἐκεῖ οὐκ ἐγεννήθησαν· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐὰν ἀφέντα τὴν ἐν
27.1.27
τῷ ἀέρι πορείαν ἐπὶ γῆς τὴν διατριβὴν ποιῶνται ὑπὸ θηρίων καὶ ἑρπετῶν ἢ καὶ ὑπὸ
27.1.28
ἀνθρώπων ἀναλίσκονται. ἕκαστον γὰρ εἰς ἣν φύσιν καὶ οὐσίαν καὶ κόσμον ἐγεννήθη,
27.1.29
ἐκεῖ ζῇ καὶ ἀναπαύεται. οὕτω τοίνυν καὶ τὰ τέκνα τοῦ πνεύματος ὁ ἐκεῖθεν λόγος τοῦ
27.1.30
θεοῦ θάλπει καὶ ἀναπαύει καὶ τροφοφορεῖ, ὁ δὲ τοῦ κόσμου λόγος συμπνίγει καὶ
27.1.31
ἐξαφανίζει καὶ θανατοῖ. οὐδὲν γὰρ κοινωνεῖ καὶ οὐδὲν ἔοικεν ὁ λόγος τοῦ θεοῦ καὶ ὁ
27.1.32
λόγος τοῦ κόσμου.
27.2.1
{{Ὁ γὰρ τοῦ θεοῦ «λόγος» «θεός» ἐστι καὶ ὁ λόγος τοῦ κόσμου κόσμος
27.2.2
ἐστί, καὶ πολλὴ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ
27.2.3
κόσμου καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου, καὶ ἕκαστον γέννημα
27.2.4
τοῖς ἰδίοις γονεῦσιν ἔοικεν. ἐὰν θελήσῃ τὸ ἐκ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸ
27.2.5
εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου,
27.2.6
θανατοῦται καὶ ἀπόλλυται ἀνάπαυσιν ἀληθινῆς ζωῆς εὑρεῖν μὴ δυνάμενον. ἡ γὰρ
27.2.7
ὄντως ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν ὅθεν ἐγεννήθη· συμπνίγεται γὰρ (ὥς φησιν) «καὶ
27.2.8
ἄκαρπος γίνεται» ἀπὸ τοῦ λόγου τοῦ θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ
27.2.9
γηίνοις δεσμοῖς δεσμού μενος. ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει ἐνεχόμενος
27.2.10
(τουτέστιν ἄν θρωπος τοῦ κόσμου), ἐπὰν ἐπακούῃ τοῦ λόγου τοῦ θεοῦ συμπνίγεται
27.2.11
καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. ἐθισθέντες γὰρ ταῖς κακαῖς ἀπάταις ὁπόταν περὶ
27.2.12
θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ καταυγαζό μενοι τὸν νοῦν ἀηδίζονται. ὡς καὶ ὁ
27.2.13
ἀπόστολος φησίν· «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία
27.2.14
γὰρ αὐτῷ ἐστιν», καὶ ὁ προφήτης· ἐγένετο φησὶν αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς «ἔμετος».
27.2.15
ὁρᾷς, ὅτι εἰς ὃν αἰῶνά τις οὐ γεγέννηται, ζῆν αὐτὸν ἐκεῖ οὐκ ἐνδέχεται. καὶ ἑτέρως δὲ
27.2.16
ἀκουστέον περὶ τοῦ αὐτοῦ. ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς
27.2.17
ἄνθρωπος, ἀποθνῄσκει πρό τερον ἐκεῖθεν «καὶ ἄκαρπος γίνεται» τῆς προτέρας καὶ
27.2.18
παλαιᾶς τῆς εἰς τὴν πονηρίαν τοῦ κόσμου ζωῆς, καὶ τότε ζῆσαι δύναται εἰς τὸν τοῦ
27.2.19
θεοῦ λόγον. ἀναγεννηθῆναι γὰρ δεῖ ἀπὸ τῆς προτέρας κακίστης ζωῆς τὸν βουλόμενον
27.2.20
ἐν ἑτέρᾳ ζωῇ ἑαυτὸν ἐπιδοῦναι. καὶ ὥσπερ ἐάν τις νόσῳ ἢ πυρετῷ κατέχεται, καὶ τὸ μὲν
27.2.21
σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων,
27.2.22
ἀλλ' ὅμως ἡ γλῶσσα λαλεῖ περὶ αὐτῶν τῶν ἔργων καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περι
27.2.23
σπώμενος καὶ μεριμνῶν περὶ τῆς ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ ἀποστέλλων πρὸς
27.2.24
αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς
27.2.25
ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη δὲ τῷ κυρίῳ
27.2.26
καὶ πιστεύουσα τῆς ἀντιλήψεως τυχεῖν καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν,
27.2.27
εἰ καὶ ἐν τῇ ἀσθενείᾳ τῆς ἁμαρτίας κατάκειται ἡ ψυχὴ μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς
27.2.28
ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ
27.2.29
δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.
27.3.1
Καὶ οὐχ ὥς φασί τινες πλάνῳ διδασκαλίας ἀπαγόμενοι, ὅτι καθ άπαξ
27.3.2
ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐδὲν δύναται ἀγαθὸν διαπράξασ θαι. καὶ γὰρ τὸ
27.3.3
βρέφος κἂν μηδὲν ἔργον ἀκμὴν δύναται διαπράξασθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς
27.3.4
τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται, βοᾷ, κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ
27.3.5
σπλαγχνίζεται ἡδο μένη ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ
27.3.6
κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἀπελθεῖν πρὸς αὐτήν, ὅμως διὰ τὴν πολλὴν
27.3.7
τοῦ παιδὸς ζήτησιν καὶ πόθον αὐτὴ ἡ μήτηρ ἀπέρ χεται πρὸς αὐτὸ ὑπὸ τῆς πρὸς τὸ
27.3.8
βρέφος ἀγάπης αἰχμαλωτιζομένη καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ.}}
27.3.9
ὅμως καὶ προσ λαμβανομένη ἡ μήτηρ τὸ βρέφος, ἀκμὴν οὐκ ἀναπαύεται ἀλλ' ὀδύρεται,
27.3.10
ἕως θῇ αὐτὸ ἐν ταῖς ἀγκάλαις αὐτῆς καὶ τὸν μαστὸν τῆς ἰδίας τοῦ γάλακτος τροφῆς
27.3.11
προσαγάγῃ, καὶ οὕτω λοιπὸν αἱ πηγαὶ τοῦ γάλακτος ῥέουσαι εὐφραίνουσι τὸ νήπιον.
27.3.12
ὅμως τὸ βρέφος καὶ ἀναπαὲν καὶ ἀναληφθὲν ὑπὸ τῆς μητρὸς καὶ τῷ μαστῷ
27.3.13
προσεγγίσαν καὶ τῆς ἰδίας τοῦ γάλακτος τροφῆς ἀπολαῦον ἀκμὴν κλαίει, ὅτι μὴ ταχέως
27.3.14
ἡ μήτηρ προσελάβετο καὶ ἀνέπαυσεν ἀλλ' εἴασεν αὐτὸ ἐπὶ πολὺ θλιβῆναι. κἂν μυρία
27.3.15
γὰρ παραθῇ τις τῷ βρέφει ἐδέσματα ἢ χρυσὸν ἢ ἄργυρον ἢ ἕτερά τινα, ἐπ' οὐδενὶ
27.3.16
τούτων χαίρει ἢ ἐπαναπαύεται ἢ περισπᾶται, ἢ μόνον ἐν τῇ τῆς μητρὸς θηλῇ καὶ ἐπὶ τῇ
27.3.17
ταύτης ὁράσει τέρπεται καὶ ἐξ αὐτῆς τροφὴν λαμβάνον εὐφραίνεται καὶ αὐτὴν ὁρῶν
27.3.18
χαίρει καὶ ἀγαλλιᾷ.
27.4.1
Ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὁρωμένων ἕως καὶ τῶν ἀλόγων, ἤτοι
27.4.2
τετραπόδων ἢ πετεινῶν, τὴν πρὸς τὰ τέκνα στοργὴν καὶ ἀναστροφὴν καὶ τῶν τέκνων
27.4.3
πρὸς τὰς ἰδίας μητέρας οἰκείωσιν καὶ ἀγάπην ἡ φύσις φυλάττει ἀκολούθῳ τάξει. οἷον,
27.4.4
ὡς ἐπὶ τῶν πετεινῶν τὸ ὑπόδειγμα καταμάθωμεν, ἡ χελιδὼν τὴν ἰδίαν καλιὰν ἄνω που
27.4.5
ποιεῖται εἰς ὑψη λωτέρους τόπους ἀπὸ ἑρπετῶν παραφυλαττομένη κἀκεῖ τὰ ἑαυτῆς
27.4.6
τέκνα ἀνατρέφει καὶ θάλπει, καὶ οὐδεμιᾷ φωνῇ ἀνθρώπων ἢ ζῴων ἢ ἑτέρων τινῶν
27.4.7
προσέχουσιν ἢ περισπῶνται τὰ νοσσία, μόνον δὲ τῆς
27.4.8
μητρὸς τὴν φωνὴν ἂν
27.4.9
ἀκούσωσιν, εὐθέως προσεπεγείρονται καὶ κεκρά γασι ζητοῦντα αὐτήν. ἡ δὲ χελιδὼν
27.4.10
πανταχοῦ περιερχομένη τῷ θελή ματι αὐτῆς τὴν τροφὴν τοῖς τέκνοις προσκομίζει καὶ
27.4.11
διαμασωμένη καὶ εἰς τρυφερότητά τινα καθιστῶσα προσδίδωσιν, ἵνα τὰ τέκνα αὐτῆς
27.4.12
ἀκολούθως καὶ χρησίμως τραφῆναι δυνηθῶσιν. τὸν αὐτὸν οὖν τρόπον καὶ αἱ ψυχαὶ αἱ
27.4.13
ἐν τῇ νηπιότητι τοῦ κόσμου τυγχάνουσαι καὶ ὑπὸ τῶν παθῶν συνεχόμεναι καὶ τὰ ἔργα
27.4.14
τῆς ζωῆς ἐν ἀληθείᾳ ποιεῖν ἀδυνατοῦσαι διὰ τὴν συνοῦσαν αὐταῖς τῆς κακίας δύναμιν,
27.4.15
βοῶσαι δὲ καὶ ζητοῦσαι τὴν ἐκ θεοῦ ἀντίληψιν καὶ πόνον πολὺν καὶ πόθον ἔχουσαι
27.4.16
πρὸς τὴν αἰώνιον ζωήν, τὴν ἐπουράνιον μητέρα, τὸ πνεῦμα τὸ ἅγιον, κλαυθμῷ καὶ βοῇ
27.4.17
ταύτην ζητοῦσαι ἐπὶ μηδενὶ ἐπαναπαυόμεναι τοῦ κόσμου τούτου, εἰ μὴ μόνον τὴν
27.4.18
ἀνάπαυσιν ἐν τῇ τοῦ πνεύματος μετουσίᾳ καὶ ἀνατροφὴν τὴν ἐπιπόθησιν ἔχουσαιαὐτὴ ἡ
27.4.19
χρηστὴ καὶ οὐράνιος μήτηρ, ἡ χάρις τοῦ πνεύματος, ἐρχομένη πρὸς τὰς ζητούσας αὐτὴν
27.4.20
ψυχὰς ἀναλαμβάνει ἐν ταῖς ἰδίαις τῆς ζωῆς ἀγκάλαις καὶ ἀναθάλπει τῇ πνευματικῇ καὶ
27.4.21
οὐρανίῳ τοῦ τρυφεροῦ καὶ ἐπιθυμητοῦ καὶ ἁγίου καὶ λογικοῦ καὶ ἀδόλου γάλακτος
27.4.22
τροφῇ εἰς αἴσθησιν καὶ ἐπίγνωσιν τοῦ οὐρανίου πατρὸς ὁσημέραι ἐν προκοπῇ τῆς
27.4.23
νοητῆς ἡλικίας αὐξανόμεναι, ἕως οὗ εἰς τέλειον μέτρον ἐλθοῦσαι καὶ «εἰς τὴν ἑνότητα
27.4.24
τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ» καταντήσασαι κατὰ τὸν τοῦ
27.4.25
ἀποστόλου λόγον τῆς αἰωνίου ζωῆς τὴν μετουσίαν κομίσωνται.
27.5.1
Αὐτὸς γὰρ μόνος ὁ κύριος τῇ ἰδίᾳ χρηστότητι καὶ εὐδοκίᾳ τοὺς
27.5.2
διεσκορπισμένους ἐν τῷ κόσμῳ τῆς ψυχῆς λογισμοὺς συνάγειν εἰς ἕνα ἔνθεον καὶ ἄνω
27.5.3
προσέχοντα λογισμὸν δύναται. ὥσπερ γὰρ τὸ γάλα λύεται ἐν ἁπαλότητι καὶ κέχυται ἐν
27.5.4
τῷ ἀγγείῳ ἐν χαυνότητι, πυτίας δὲ βληθείσης συνάγεται εἰς μίαν τινὰ στερρότητα καὶ
27.5.5
παγιότητα, καὶ τὸ ἄλευρον ὁμοίως ἐν πολλῇ κέχυται τῇ λεπτότητι, ζύμης δὲ βληθείσης
27.5.6
(ὡς ὁ κύριος ὑπέθετο τῇ βασιλείᾳ τῶν οὐρανῶν παρεικάσας τὰ «τρία σάτα τοῦ
27.5.7
ἀλεύρου», «ἕως οὗ», φησίν, «ζυμωθῇ ὅλον») συνάγεται εἰς ἑνότητα διὰ τοῦ ὕδατος τὸ
27.5.8
πολύχουν ἄλευρον, καὶ τίς δύναται εἰς στερρότητα καὶ χρησιμότητα εἰς τὴν τῶν
27.5.9
ἀνθρώπων τροφὴν ἀπεργάσασθαι ὥστε ἄρτον γενέσθαι, εἰ μὴ τὸ πῦρ μόνον; τὸν αὐτὸν
27.5.10
τρόπον καὶ ἡ ψυχή, ἐν πολλῇ χαυνότητι καὶ ὑδαρότητι τοῦ κόσμου κεχυμένη διὰ τὴν
27.5.11
πρόληψιν τῆς πρὸς τὰ πάθη συνηθείας καὶ τὴν τῶν λογισμῶν λεπτότητα ἀλεύρου
27.5.12
τρόπον ἐν τῷ αἰῶνι τούτῳ καταμεμερισμένητίς δύναται ἑνῶσαι τὰ ἐσκορπισμένα αὐτῆς
27.5.13
νοήματα καὶ στερρὸν καὶ θεῖον καὶ εὐθῆ λογισμὸν ἀποκαταστῆσαι, εἰ μὴ διὰ πίστεως τῆς
27.5.14
ψυχῆς ἡ δύναμις τῆς χάριτος καὶ τὸ ἐπουράνιον πῦρ τοῦ πνεύματος τῇ ἰδίᾳ δοκιμασίᾳ
27.5.15
εἰς χρησιμότητα καὶ σωφροσύνην τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει, καὶ οὕτως ἀξία
27.5.16
τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι δύναται; ὁμοίως καὶ ὁ ποιμὴν «τὰ
27.5.17
διεσκορπισμένα» πρόβατα συνάγει τῇ ἰδίᾳ φωνῇ εἰς μίαν ποίμνην, καὶ αὐτῷ
27.5.18
ἀκολουθοῦσιν συνηγμένα ἀλλήλοις καὶ ὑπ' αὐτοῦ ὁδηγούμενα. οὐαὶ ἐκείνῳ τῷ ποιμνίῳ
27.5.19
τῷ μὴ ἔχοντι τὸν ὁδηγοῦντα εἰς τὰς καλὰς νομὰς ἃς αὐτὸς ἐπίσταται, ὅτι ὑπὸ λύκων καὶ
27.5.20
θηρίων διαφθείρεται. οὐαὶ ψυχῇ τῇ μὴ ἐχούσῃ ἐν αὐτῇ ἐν πληροφορίᾳ τὸν ὁδηγὸν καὶ
27.5.21
ποιμένα τῶν λογισμῶν αὐτῆς Χριστόν, ὅτι ὑπὸ τῶν δεινῶν λύκων καὶ τῶν θηρίων, τῶν
27.5.22
πνευμάτων «τῆς πονηρίας», διεσκορπισμένη τοῖς λογισμοῖς καταναλίσκεται.
27.6.1
Πρόσωπα δὲ ἔχει ὁ λόγος σωματικῶς καὶ πνευματικῶς, ἐπειδὴ καὶ σῶμα
27.6.2
καὶ ψυχὴν ἔχομεν· πάντα γὰρ τὰ ὁμοιώματα ὥσπερ ἔξωθεν σωματικῶς κατὰ τὴν
27.6.3
ἐκκλησίαν καλεῖται, οὕτω δύναται καθ' ἕνα ἕκαστον πνευματικῶς νοεῖσθαι ἐν τῇ τῶν
27.6.4
λογισμῶν τῆς ψυχῆς συνάξει καὶ ἑνώσει. ὁμοίως πάλιν τὸ πολύχουν τοῦ σίτου τῶν
27.6.5
σταχύων εἰς ἕτερον πρόσωπον ἔστι νοεῖν. ἰδοὺ γὰρ ὁρῶμεν, ὅτι πανταχόθεν συνάγεται
27.6.6
διεσκορπισμένον ἐν πολλαῖς γαίαις καὶ ἀρούραις εἰς μίαν ἅλωνα, εἶτα συνθλιβόμενον
27.6.7
καὶ συμπατούμενον ὑπὸ ζῴων λεπτύνεται ἡ καλάμη σὺν τῷ σίτῳ· καὶ τίς δύναται τὸ
27.6.8
ἄχυρον τοῦ σίτου χωρίσαι, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνέμου πνεύσει καὶ διαχωρίσει αὐτὰ ἀπ'
27.6.9
ἀλλήλων; τὸν αὐτὸν τρόπον τίς δύναται ψυχὴν ἐσκορπισμένην καὶ κεχυμένην ἐν τῇ τοῦ
27.6.10
κόσμου γῇ, τοῦ αἰῶνος τούτου τῶν παθῶν πλάνῃ, συναγαγεῖν ἐν τῇ ἀλωᾷ τῆς καρδίας
27.6.11
καὶ χωρίσαι ἐξ αὐτῆς τὴν μεμιγμένην ἁμαρτίαν τῶν λογισμῶν τῆς κακίας, εἰ μὴ μόνον
27.6.12
τὸ οὐράνιον τοῦ Χριστοῦ πνεῦμα πνεύσει ἐν αὐτῇ; φησὶ γὰρ ὁ εὐαγγελιστής· «οὗ τὸ
27.6.13
πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει
27.6.14
ἐν ἀποθήκῃ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ».
27.7.1
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ δεηθῶμεν τοῦ κυρίου ἡμέρας καὶ
27.7.2
νυκτὸς ἐν πόνῳ καρδίας καὶ πόθῳ στοργῆς ζητοῦντες αὐτὸν μόνον, ἐπὶ μηδενὶ τοῦ
27.7.3
κόσμου (ἡδονῇ ἢ δόξῃ ἢ ἀρχῇ ἢ ἑτέρῳ τινί) ἐπαναπαυόμενοι ἢ μόνον πρὸς αὐτὸν τὴν
27.7.4
ἐπιπόθησιν ἔχοντες, ἵνα συναγάγῃ τοὺς ἐσκορπισμένους ἡμῶν λογισμούς, ἵνα τῆς
27.7.5
ἐπισκέψεως καὶ τῆς ἐπιμελείας αὐτοῦ καταξιωθέντες καὶ ὑπ' αὐτοῦ προσληφθέντες καὶ
27.7.6
τροποφορηθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, ἵν' ὡς σῖτος καθαρὸς
27.7.7
καθαρισθέντες ἐν τῇ τῶν οὐρανῶν χώρᾳ ὑπ' αὐτοῦ ἀποτεθῶμεν. ὥσπερ γὰρ ἐργάτης ἢ
27.7.8
γεωργὸς πᾶσαν ὕλην καὶ βοτάνας καὶ χόρτον καταλιμπάνων ἐπὶ τὴν ἐργασίαν καὶ
27.7.9
συλλογὴν τοῦ σίτου πορεύεται (οἶδε γὰρ ὅτι ἐκεῖθεν τὸ κέρδος καὶ τὴν ἀνάπαυσιν ἔχει),
27.7.10
οὕτω καὶ ὁ καλὸς καὶ ἀληθινὸς γεωργὸς τῆς ζωῆς ἡμῶν ὁ κύριος ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ
27.7.11
πάντα τὰ ἔθνη καὶ πάσας προαιρέσεις ὑλικὰς καὶ κοσμικάς, ὡς μὴ χρησιμευούσας αὐτῷ
27.7.12
καταλιμπάνων καὶ παριδών, ἐπὶ τοὺς οἰκείους αὐτοῦ καὶ πιστοὺς καὶ φίλους καὶ μόνον
27.7.13
αὐτὸν ἀγαπῶντας καὶ ὡς σῖτος καλὸς «εἰς τὴν ἀποθήκην» τῆς ζωῆς αὐτοῦ
27.7.14
καταρτισθέντας ἔρχεται καὶ τούτους συνάγει μόνους εἰς τὴν ἐπουράνιον τοῦ πατρὸς
27.7.15
βασιλείαν, τοὺς δὲ λοιποὺς τῶν ἀκάρπων ἀνθρώπων παριδὼν ὡς χόρτον ἄκαρπον
27.7.16
«πυρὶ» παραδώσει, τοὺς τὸ θέλημα αὐτοῦ μὴ πεποιηκότας. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς
27.7.17
ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ καὶ τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν παραφυλακῇ καὶ πάσαις
27.7.18
ταῖς τῆς ζωῆς ἐντολαῖς πάντοτε ἐνέχεσθαι καὶ τὴν τοῦ πνεύματος μετουσίαν
27.7.19
κομίσασθαι, ἵν' ὥσπερ σῖτος καθαρὸς γενόμενοι ὑπ' αὐτοῦ συναχθῆναι εἰς τὴν βασιλείαν
27.7.20
ἄξιοι γενώμεθα. Ἀμήν.