Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 2 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἐρώτησις. Ἆρά γε ἀνιστάμενα τὰ σώματα τοῦ Ἀδὰμ γυμνὰ ἵστανται
2.1.2
ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐπ' αὐτοῖς «σκεπάσματα» καὶ τρέφονται τροφὴν
2.1.3
ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐν ἐνδύμασι τὸ σῶμα καὶ ἐν βρώμασι τρέφεται
2.1.4
(ἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας τε καὶ γυναῖκας περιβεβλῆσθαι καὶ
2.1.5
σκέπεσθαι τὴν ἀσχημο σύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν); εἰ οὖν ἔτι
2.1.6
συναναστάντα ἀπὸ τῆς διαλύσεως τῆς γῆς καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελ
2.1.7
θόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ;
2.1.8
Ἀπόκρισις. Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον
2.1.9
καταφαίνεται· οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία
2.1.10
καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος
2.1.11
διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ. πόθεν οὖν ἔτι τοῖς
2.1.12
ἀνθρώποις ἡ τροφὴ χορηγηθήσεται καὶ τὰ περιβόλαια κατασκευασθήσεται λυομένων
2.1.13
τῶν ὁρωμένων κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι πέρα τῶν
2.1.14
ὁρωμένων τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι. εἰ δὲ τοῖς
2.1.15
Ἰσραηλίταις τὸ μάννα ὃ ἐδόθη ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶν
2.1.16
(γέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»), πόσῳ μᾶλλον ἐν τῷ μέλλοντι
2.1.17
αἰῶνι τροφὴν δίδωσιν ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν·
2.1.18
ὅσοι οὖν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρ δίαις» αὐτῶν
2.1.19
καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια
2.1.20
καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, οὗτοι
2.1.21
ἀναμφιβόλως ἀπο λαύσουσι καὶ τῆς τοῦ σώματος δόξης. τὸ γὰρ νῦν κρυπτόμενον καὶ
2.1.22
ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προ κύψαν καὶ ἐπιχυθὲν
2.1.23
καλύψει καὶ δοξάσει τὸ ἔξωθεν σῶμα τῷ αἰωνίῳ φωτί. ἀνάγκη δὲ τὸν νοῦν τίμιον ὄντα
2.1.24
ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα
2.1.25
συνδοξασθή σεται τὸ σῶμα. ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ
2.1.26
καταποθεῖσθαι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσ δοκωμένῳ καιρῷ καὶ τὸ σῶμα
2.1.27
περιβαλεῖ καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν
2.1.28
ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν
2.1.29
ἀγγέλων .
2.2.1
Ἐν τοῖς ὁρωμένοις δὲ πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ
2.2.2
ἡμέρα. καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά· ἐν αὐτῇ γὰρ οἱ κα κοῦργοι τὴν ἀνομίαν
2.2.3
ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι καὶ
2.2.4
πορνεύουσι καὶ μοιχεύουσι ἀδεῶς ὑπὸ μηδενὸς ἐλεγχόμενοι. τὰ δὲ τῆς ἡμέρας ἔργα
2.2.5
φωτεινά, ἔργα δικαιο σύνης καὶ θεοσεβείας, πᾶν γὰρ τὸ ἐν φωτὶ γινόμενον «φῶς ἐστιν»,
2.2.6
ἐν τῷ θεῷ εἰργασμένον. οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς ἐν νυκτὶ νῦν μὲν
2.2.7
λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται».
2.2.8
οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ
2.2.9
νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ
2.2.10
κρύπτειν ἑαυτῶν τὰ πονηρὰ ἔργα, ἀλλ' οὐ δύνανται λαθεῖν τὸν θεόν· «πάντα» γὰρ
2.2.11
αὐτῷ «γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος». τὸ γὰρ σκότος τὸ νῦν
2.2.12
καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὸ σῶμα συσκοτάσει καὶ
2.2.13
καλύψει, καταποθεῖται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα
2.2.14
τῶν δικαίων ἐκλάμψει «ὡς ὁ ἥλιος», οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται. ὥσπερ δὲ τὰ
2.2.15
κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως χρόνον ἔνδον κυοφορήσαντα τοὺς καρπούς,
2.2.16
οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ
2.2.17
προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς γῆν
2.2.18
θαπτόμενον πρῶτον μὲν ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ
2.2.19
οὕτως αὐξά νον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφό μενον
2.2.20
καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς «στάχυν» πλήρη καὶ κόκκον ἀποδίδωσιν, καὶ ὃν
2.2.21
τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ
2.2.22
οὕτως εἰς φανέρωσιν προφέρει τὸ συλληφθὲν καρποφορούμενον καὶ τὸν οἶνον «ἐν
2.2.23
καιρῷ» ἀποδίδωσιτὸν αὐτὸν τρόπον καὶ οἱ Χριστιανοὶ οἱ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ
2.2.24
ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπελῶνι ῥίζας γλυκυτάτας εἰς τὴν γῆν τῆς
2.2.25
καρδίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν
2.2.26
τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλάμψει καὶ τὸ σῶμα καὶ αὐτὸ εὐφραῖνον καὶ
2.2.27
χαροποιοῦν. οὕτω πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται. ὥσπερ δὲ σώφρων
2.2.28
παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν
2.2.29
δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν, τὸ γὰρ ἔμβρυον εἰς τελείαν
2.2.30
σύμπηξιν
2.2.31
ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ
2.2.32
συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ
2.2.33
τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ ἄφατον πῦρ, ἀλλ' αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν
2.2.34
ὁμοῦ κατα δικάζονται.
2.3.1
Τοῦτο οὖν ἐστι τὸ ζητούμενον, ἵνα ἀπὸ τοῦ νῦν σπουδάσωμεν εἰς τὸν
2.3.2
ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν
2.3.3
τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι' αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν
2.3.4
ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν, ἀποκαθιστᾷ γὰρ αὐτοὺς εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον,
2.3.5
κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν
2.3.6
αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν «τὴν ἐπαγγελίαν» «τῆς κληρονομίας». καὶ οἱ
2.3.7
τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες κατενώπιον τῆς θεότητος·
2.3.8
οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν τίμιοι καὶ ἀετοὶ καὶ περιστεραί. ὁ δὲ ἀρχιτέκτων
2.3.9
Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται·
2.3.10
«λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ»
2.3.11
(ταῦτα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν), καὶ καθελὼν
2.3.12
τίθησι τὸν θεμέλιον καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς λίθους (λέγω δὴ
2.3.13
τοὺς τῆς φύσεως λογισμοὺς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων
2.3.14
τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ
2.3.15
τῶν ἁγίων ἀποστόλων. ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή· ἀνάγει αὐτὸς
2.3.16
πρῶτον τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ ἀγγέλων
2.3.17
καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἄνωθεν κάτεισι πρὸς τοὺς
2.3.18
ἐπιγείους καὶ φωλεύει σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος ἑαυτῷ τόπον
2.3.19
καταμένει .
2.4.1
Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν
2.4.2
ἥλιον ,
2.4.3
οὕτω δεῖ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὁρᾶν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς «δικαιοσύνης»,
2.4.4
καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται
2.4.5
φέρειν τῶν ἀέρων τὴν τραχύ τητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος
2.4.6
καιρῷ ἐπανερ χόμεναι, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινο μένης
2.4.7
ὅλης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν
2.4.8
ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι νοσσοποιοῦσι καὶ
2.4.9
ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως φωναῖςοὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς
2.4.10
οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ,
2.4.11
παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ
2.4.12
αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας ἐπεισελθούσης
2.4.13
τῷ τοιούτῳ οἴκῳ. ἐν τῷ καιρῷ τοί νυν τοῦ ἔαρος, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης
2.4.14
τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς·
2.4.15
ἄμπελοί τε γὰρ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι
2.4.16
δασύνονται
2.4.17
κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς φαιδροῖς ἄνθεσιν. ἔτι
2.4.18
μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε
2.4.19
εἶναι λοιπὸν καὶ νέα σώματα ἀρνίων τε καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ
2.4.20
ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ
2.4.21
συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μετα βέβληται καρποφοροῦντα καὶ
2.4.22
κινούμενα καὶ τρεφόμενα. ἥ τε γὰρ ὑπὸ τοῦ κρύους συμπεπηγμένη γῆ διαλυθεῖσα
2.4.23
καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς
2.4.24
ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ
2.4.25
ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων
2.4.26
πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ καὶ εὐκραεῖ καιρῷ καὶ
2.4.27
ἀφθόνως τρεφόμενα χαίρει.
2.5.1
Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν πνευματικῶν καὶ νοερῶν πραγμάτων, ἀπὸ
2.5.2
γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ
2.5.3
ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδου λωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ·
2.5.4
πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ ξένοι τῆς φύσεως καὶ ἕκαστος διαλογισμὸς
2.5.5
κακὸς ἐκ τοῦ σατανᾶ ἐστιν. ἐν δὲ τῷ «καιρῷ» τῆς «ἐπισκέψεως» τοῦ πνεύματος τοῦ
2.5.6
ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή. ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ
2.5.7
καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρί βολοι καὶ οἱ φραγμοὶ
2.5.8
καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος.
2.5.9
ἄρχεται δὲ καὶ αὐτὴ ἡ καρδία κι νεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ
2.5.10
γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ. πολλὴ γαλήνη ἐκεῖ, πολλὴ εἰρήνη, καὶ μα
2.5.11
κάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος. ὥσπερ δὲ αἱ
2.5.12
περιστεραὶ ἐπὶ τὰς θυρίδας τρέχουσαι τὴν νοσσιὰν κατα λαμβάνουσιν, οὕτως οἱ δίκαιοι
2.5.13
ἐπὶ τὴν δόξαν τοῦ σώματος τοῦ Χριστοῦ τρέχουσιν εἰς τὴν κατάπαυσιν («ὅπου» γὰρ «τὸ
2.5.14
πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ συναχθήσονται»). αὐτῷ ἡ δόξα.

Intertext edge

Open linked passage

Note