Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 3 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ξύλον ἄνοπλον, σταυρὸς ἄνευ σιδήρου καὶ σῶμα νεκρὸν ἐνίκησε καὶ
3.1.2
ἐθανάτωσε τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· διὰ γὰρ τῆς ἰδίας αὐτοῦ πανοπλίας
3.1.3
«ἰσχυρότερος» τὸν ἰσχυρὸν ὁπλίτην ἐθανάτωσε νι κήσας. καὶ νῦν δὲ πρὸς πᾶσαν ψυχὴν
3.1.4
ζητοῦσαν αὐτὸν ἐξ ἀληθείας ἔρχεται καὶ πλησιάζων τῇ ψυχῇ συντρίβει καὶ ἀναιρεῖ τὴν
3.1.5
δύναμιν τοῦ σκότους τὴν φυλακήσασαν καὶ πεδήσασαν τὴν ψυχήν. τοσοῦτον δὲ πόθον
3.1.6
καὶ τοσοῦτον ἔρωτα ὀφείλει ἔχειν ἡ ψυχὴ πρὸς τὸν ἡρμοσ μένον αὐτῇ νυμφίον Χριστόν,
3.1.7
ὅσον γυνὴ σώφρων καὶ φίλανδρος ὁρῶσα πολλάκις τὸν ἄνδρα ἐν φυλακῇ ἢ ἐν δεσμοῖς
3.1.8
ἢ ἐν ἑτέρᾳ κολάσει διὰ τὴν πρὸς αὐτὸν ἀγάπην συνδεδέσθαι καὶ συμπάσχειν δοκεῖ καὶ
3.1.9
μᾶλλον αἰκίζεται βασανιζομένη τοῖς σπλάγχνοις ἢ ὁ κατεχόμενος. καὶ ὃν τρόπον
3.1.10
Μαρία τοῦ κυρίου σταυρουμένου παρεστῶσα ἐδάκρυε κλαίουσα διὰ τὸ τοῦ πόθου
3.1.11
κέντρον καὶ συσταυροῦσθαι ἐδόκει, οὕτω καὶ ψυχὴ ἡ ἀγαπήσασα τὸν κύριον καὶ ζῆλον
3.1.12
φίλτρου ἀναλαβοῦσα καὶ σπεύδουσα ἐν ἀληθείᾳ συνάπτεσθαι τῷ ἑαυτῆς νυμφίῳ
3.1.13
Χριστῷ ὀφείλει συμπάσχειν τοῖς παθήμασιν αὐτοῦ, πρὸ ὀφθαλμῶν ἀεὶ ἔχουσα καὶ
3.1.14
μεμνημένη τῶν στιγμάτων αὐτοῦ τῶν δι' αὐτὴν γενομένων, ὅσα δι' αὐτὴν πέπονθεν ὁ
3.1.15
ἀπαθής, καὶ πῶς δι' αὐτὴν ἐκολάσθη ὁ πάσης ἀνώτερος κολάσεως, καὶ πῶς «ἐν μορφῇ
3.1.16
θεοῦ» ὢν «μορφὴν δούλου» ἀνέλαβεν, καὶ οὕτως ἐν πᾶσι συμπάσχειν καὶ συνδεδέσθαι
3.1.17
αὐτῷ ·
3.1.18
οὕτω γὰρ καὶ συνδοξασθήσεται. καὶ ὡς τότε τῇ δυνάμει τοῦ θεοῦ ὁ λίθος
3.1.19
ἀπεκυλίσθη τοῦ μνημείου καὶ εἶδε Μαρία τὸν κύριον, οὕτω δυνάμει καὶ ἐπισκέψει τοῦ
3.1.20
ἁγίου πνεύματος ὁ λίθος ὁ ἐπικείμενος τῇ ψυχῇ, «τὸ κάλυμμα» τῆς ἁμαρτίας,
3.1.21
ἀποκυλίεται καὶ ἐκ μέσου αἴρεται καὶ καταξιοῦται ἡ ψυχὴ τὸ πρόσωπον τοῦ Χριστοῦ
3.1.22
ἰδεῖν καὶ ἀναπαῆναι ἐν τῷ πνεύματι αὐτοῦ λυθεῖσα καὶ ἐλευθερωθεῖσα τοῦ
3.1.23
ἐπικειμένου λίθου τῆς ἁμαρτίας. πᾶσα γὰρ ψυχὴ ἀγαπῶσα τὸν κύριον θλίβεται ὑπὸ τῶν
3.1.24
πονηρῶν δαιμόνων πολεμούντων αὐτὴν καὶ μὴ ἐών των προσελθεῖν τῷ ζωοποιῷ
3.1.25
Χριστῷ. τοῦτο δὲ κατὰ συγχώρησιν καὶ ἐπιτροπὴν θεοῦ γίνεται· δοκιμάζει γὰρ αὐτήν, εἰ
3.1.26
ἀληθῶς ἀγαπᾷ τὸν δεσπότην, εἰ παραμένει τῇ προθέσει καὶ τῶν πόνων ὀχλούντων, εἰ
3.1.27
μήποτε ὀκνήσασα ἀπείπηται αὐτὸν παραιτουμένη τὸν τῆς ὁδοῦ κόπον καὶ τὸν «πρὸς τὰ
3.1.28
πνευματικὰ τῆς πονηρίας» πόλεμον ἀποφεύγουσα, παραμείνασα δὲ καὶ πολυετῆ χρόνον
3.1.29
διατρίψασα τοῖς πειρασμοῖς τῆς κακίας, ἐν παρρησίᾳ κρίνεται πρὸς τὸν κύριον ὡς
3.1.30
ἐγκαταλελειμμένη καὶ μηδεμιᾶς ἀξιωθεῖσα βοηθείας.
3.2.1
Καὶ ὁ κύριος τὸ ἀνδρεῖον τῆς ψυχῆς καὶ τὴν ἐν τοῖς πειρασμοῖς ὑπομονὴν
3.2.2
θεασάμενος καὶ ὅτι πειραζομένη δόκιμος εὑρέθη, ἐπιφαίνεται τῇ χρηστότητι αὐτοῦ,
3.2.3
ἐμφανίζων ἑαυτὸν καὶ καταλάμπων αὐτὴν τῷ ὑπερλάμπρῳ αὐτοῦ φωτὶ καὶ
3.2.4
προσκαλούμενος αὐτὴν πρὸς ἑαυτὸν λέγει· «ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου», καὶ αὐτὴ
3.2.5
δὲ προσδραμοῦσα αὐτῷ ἐγκαλεῖ αὐτῷ καὶ φησίν· διὰ τί, κύριε, τοσοῦτον χρόνον
3.2.6
ἐγκατέλιπές με πολλὰ πάσχουσαν καὶ ὑβριζομένην ὑπὸ τῶν ἐχθρῶν; «εὗρόν με» γὰρ
3.2.7
ζητοῦσάν σε «οἱ φύλακες» τῆς νυκτὸς οἱ περικυκλοῦντες τὴν πόλιν καὶ ἠνώχλησαν. ὁ
3.2.8
δὲ κύριος φωτὸς ἀρρήτου πλήρης ἀποκρίνεται ἀνα πείθων καὶ παρακαλῶν καὶ λέγων
3.2.9
πρὸς αὐτήν· καλῶς λέγεις, «ἐλθὲ» ἐν εἰρήνῃ «ἡ πλησίον μου, καλή μου, περιστερά
3.2.10
μου». κρίνεται δὲ μετ' αὐτῆς δεικνύων αὐτῇ τοὺς τύπους τῶν ἥλων καὶ λέγων· ἴδε οἱ
3.2.11
τύποι τῶν ἥλων, ἴδε αἱ μάστιγες, ἴδε τὰ ἐμπτύσματα, ἴδε τὰ τραύματα. ταῦτα πάντα διά
3.2.12
σε πέπονθα τὴν πολλοῖς τραύμασιν τραυματισθεῖσαν καὶ ὑπὸ πολλῶν ἐχθρῶν
3.2.13
ἑλκομένην ἐν πολλῇ δουλείᾳ· κἀγὼ τῇ ἐμῇ φιλανθρωπίᾳ ἦλθον ἐπὶ τὴν σὴν ζήτησιν
3.2.14
καὶ ἐπὶ τὴν σὴν ἐλευθερίαν, ἐπειδὴ ἀπ' ἀρχῆς εἰκόνα ἐμὴν ἐποίησά σε καὶ εἰς ἐμὴν
3.2.15
νύμφην ἔκτισά σε, καὶ διά σε πέπονθα ὁ ἀπαθής, καὶ ὁ ἀνύβριστος πολλὰς ὑπήνεγκα
3.2.16
ὕβρεις διὰ τὴν σὴν ἀπολύτρωσιν. σὺ δὲ διὰ σεαυτήν, τὴν τοσαῦτα κακὰ ἔχουσαν καὶ εἰς
3.2.17
τοσοῦτον σκότος βεβυθισμένην, οὐκ ὤφειλες παθεῖν καὶ θλιβῆναι; κρινόμενος δὲ
3.2.18
εἰρηνικῶς καὶ προσδιαλεγόμενος τῇ ψυχῇ ἀποδείκνυσιν, ὅτι καὶ τὸ ὑπομεῖναι αὐτὴν
3.2.19
θλιβομένην αὐτὸς ἔδωκεν αὐτῇ καὶ αὐτὸς ἐνεδυνάμου ἐν τοῖς πειρασμοῖς καὶ
3.2.20
παρεθάρσυνε κρυπτῶς.
3.3.1
Ἀκούσασα δὲ ταῦτα ἡ ψυχὴ γινώσκει, ὅτι οὐδὲν ἴδιον ἔσχεν, ἀλλὰ πάντα τὰ
3.3.2
τοῦ κυρίου τοῦ καλοῦ καὶ ὡραίου νυμφίου. αὐτὴ δὲ τὴν πρόθεσιν καὶ τὴν ἀγάπην καὶ
3.3.3
τὸ θέλημα, ὃ ἔδωκεν αὐτῇ, ἐξ ὅλης καρδίας καταγνοῦσα ἀποκρίνεται καὶ λέγει· ἴδε
3.3.4
κύριε, ἴδε σῶμα ἁγνόν, ἴδε ψυχὴν καθαράν, ἀπόλαβέ με ὅλην ὑπὸ τὴν σὴν δεξιὰν
3.3.5
σκεπομένην καὶ ἐν τοῖς σοῖς κόλποις ἀναπαυομένην. δείκνυσιν αὐτῇ ἑαυτὸν ὁ κύριος
3.3.6
ἐν δυσὶ προσώποις, ἔν τε τοῖς στίγμασιν αὐτοῦ καὶ ἐν τῇ δόξῃ τοῦ φωτὸς αὐτοῦ, καὶ
3.3.7
θεωρεῖ ἡ ψυχὴ τὰ πάθη, ἃ ὑπὲρ αὐτῆς ἔπαθεν, θεωρεῖ δὲ καὶ τὴν ὑπέρλαμπρον δόξαν
3.3.8
τοῦ ἐνθέου φωτὸς αὐτοῦ, «τὴν αὐτὴν εἰκόνα» μεταμορφουμένη «ἀπὸ δόξης εἰς δόξαν,
3.3.9
καθάπερ ἀπὸ κυρίου πνεύματος» καὶ ἐν ἀμφοτέροις τοῖς προσώποις προκόπτουσα, ἔν
3.3.10
τε τῷ τοῦ πάθους καὶ ἐν τῷ τοῦ ἐνδόξου φωτός, τρόπον τινὰ λήθην λαμβάνει τῆς
3.3.11
φύσεως καταλαμφθεῖσα ὑπὸ τοῦ θεοῦ καὶ συγ κραθεῖσα καὶ μιγεῖσα τῷ ἐπουρανίῳ
3.3.12
ἀνθρώπῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, πνεῦμα καὶ αὐτὴ γεναμένη. ὡς γάρ τις προσαίτης
3.3.13
καὶ σφόδρα πενόμενος καὶ θύραν ἐκ θύρας ἀμείβων «τῆς ἐφημέρου τροφῆς» ἕνεκεν,
3.3.14
ἀθρόως ἐκ τοῦ αἰφνιδίου βασιλεύσας ἐπιλανθάνεται τῆς πτωχείας διὰ τὴν ἐν χερσὶν
3.3.15
εὐδαιμονίαν, οὕτως ἡ ψυχὴ πλουτήσασα πλοῦτον ἐπουράνιον οὐκέτι μνημονεύει τῆς
3.3.16
πρώτης πενίας. εἰ γὰρ ὁ Χριστὸς φύσει «ἐν μορφῇ θεοῦ ὢν» τρόπον τινὰ ἐπελάθετο τοῦ
3.3.17
ἀξιώματος «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», πόσῳ
3.3.18
μᾶλλον ἡ ψυχὴ οὐσίαν καὶ δύναμιν καὶ φύσιν θεοῦ προσλαβοῦσα ἐπι λανθάνεται τῆς
3.3.19
προτέρας αἰσχρότητος.
3.4.1
Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἐν ἀγάπῃ
3.4.2
ἐπιφανῆναι καὶ λυτρώσασθαι ἡμᾶς ἀπὸ τοῦ νῦν ἐκ τοῦ σκότους, ἵνα οὕτως ἐν τῇ
3.4.3
ἀναστάσει καὶ τὸ σῶμα τῆς ἀσθενείας ἀπὸ τοῦ ἐγκαθέτου καὶ ἐλλάμψαντος τῇ ψυχῇ
3.4.4
φωτὸς λάμψῃ καὶ αὐτὸ συνδοξαζόμενον τῇ ψυχῇ. «ὁ κύριος ἐγγύς» ἡμῶν ἐστι, μόνον
3.4.5
ἡμεῖς ἐν ἀληθινῇ καρδίᾳ ζητήσωμεν αὐτόν. πᾶς οὖν ὁ ἀκούων τοὺς λόγους ἐλπιζέτω
3.4.6
δέξασθαι τὸν ἐν ὑποστάσει ὄντα λόγον καὶ παρ' αὐτοῦ μαθεῖν πᾶσαν δικαιοσύνην. ὅρα
3.4.7
δέ, ὦ οὗτος, ὁ θεὸν ἐλπίζων κληρονομῆσαι καὶ τὴν ψυχὴν τῷ πνεύματι τοῦ κυρίου
3.4.8
συγκραθῆναι, ὁποίαν σε χρὴ πολιτείαν καὶ σεμνό τητα βίου ἀναδέξασθαι καὶ ἐν ποίᾳ
3.4.9
πολιτείᾳ διάγειν σε καὶ ἀναστρέ φεσθαι χρή· ταῦτα γὰρ πάντα ὅση δύναμις ἀφ' ἑαυτοῦ
3.4.10
ποιεῖν καὶ ἐπιδείκνυσθαι ὀφείλεις. Ἀμήν.

Intertext edge

Open linked passage

Note