Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 4 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ἔστι κόσμος ἀτελὴς καὶ ἔστι κόσμος τέλειος. πολλὰ εἴδη ἔχει ὁ ἀτελὴς καὶ
4.1.2
παρερχόμενος ὅμοια τοῦ τελείου καὶ αἰωνίου. ἔστιν ἐνταῦθα παλάτιον καὶ βασιλεὺς
4.1.3
ἐνδεδυμένος πορφύραν καὶ στέφανον ἐκ λίθων τιμίων συγκείμενον καὶ οἱ διάκονοι
4.1.4
αὐτοῦ καὶ οἱ ὑπερασπισταί, οἱ μὲν ἐν αὐτῷ διατρίβοντες τῷ παλατίῳ, οἱ δὲ κόμητές εἰσι
4.1.5
καὶ ἄλλοι ἄλλου ἀξιώματος, ἐνδεδυμένοι καὶ αὐτοὶ ἐσθῆτα λαμπρὰν καὶ ἔντιμον. ἔστιν
4.1.6
ἐν οὐρανῷ παλάτιον καὶ ὁ βασιλεὺς Χριστὸς ἐνδεδυ μένος τὴν βασιλικὴν πορφύραν.
4.1.7
στρατεύονται ἐκεῖ παλατινοὶ καὶ κό μητες καὶ ἀξιωματικοί, καὶ αὐτοὶ τὴν ἴσην
4.1.8
ἐνδεδυμένοι δόξαν καὶ στεφάνους περικείμενοι ἐκ λίθων τιμίων (ἔθου γὰρ «ἐπὶ τὴν
4.1.9
κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθων τιμίων»). εἰσὶν ἐν τῇ γῇ ταύτῃ πολεμισταὶ καὶ
4.1.10
στρατηγοὶ πολλοὺς διελθόντες ἀγῶνας καὶ πολλοὺς νικήσαντες πολέμους καὶ μυρία
4.1.11
κατὰ τῶν πολεμίων ἄραντες τρόπαια. εὑρίσκονται καὶ ἐνταῦθα ἀνδρεῖοι πολλοὶ καὶ
4.1.12
πολεμισταὶ νικήσαντες τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ εἰς προκοπὰς
4.1.13
ἐλθόντες. εἰσὶν ἐν τῷ φαινομένῳ τῶν Ῥωμαίων παλατίῳ ἄνδρες ἔντιμοι, παντὸς
4.1.14
θορύβου καὶ ἀγῶνος ἀπηλλαγμένοι, ὑπὸ μηδενὸς ἀναγκαζόμενοι ὅπλα βαστάζειν ἢ εἰς
4.1.15
παράταξιν εἰσιέναι, οἱ λεγόμενοι βασιλικοὶ εὐνοῦχοι, ὑπὸ παντὸς ἀνθρώπου τιμώμενοι
4.1.16
καὶ ὑπ' αὐτοῦ τοῦ βασιλέως ἀγαπώμενοι, βαστά ζοντες καὶ ἐμπεπιστευμένοι τὴν
4.1.17
πορφύραν, οἱ δὲ τὸ διάδημα, ἄλλοι δὲ ἄλλο τι ἔντιμον καὶ βασιλικόν, εἰσὶ δὲ καὶ ἐν τοῖς
4.1.18
οὐρανοῖς τετι μημένοι ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἄνδρες, οἱ ἀληθινοὶ εὐνοῦχοι οἱ
4.1.19
εὐνουχισθέντες καὶ καθαρθέντες ἐκ τοῦ πολέμου τῆς ἁμαρτίας· τούτοις πατρίδες
4.1.20
ἐνεπιστεύθησαν εὐλογημέναι ἔχουσαι εἰρήνην καὶ ἀνάπαυσιν, καὶ ἐπάνω εἰσὶ
4.1.21
τεταγμένοι τῆς βασιλικῆς πορφύρας καὶ τῶν ἐπου ρανίων θησαυρῶν· οὗτοι παντάπασιν
4.1.22
ἠλευθέρωνται τοῦ πολέμου ἐν ἀμεριμνίᾳ λοιπὸν διάγοντες. εἰσὶν ἐκεῖ τεχνῖται καὶ
4.1.23
σοφοί, καὶ πάλιν ἐνταῦθά εἰσι σοφοὶ σοφισθέντες τῇ σοφίᾳ τῇ πνευματικῇ ὑπὸ τοῦ
4.1.24
πανσόφου Χριστοῦ, οἷς ἔστιν ἐνδύματα φωτεινὰ καὶ πλοῦτος πνευ ματικὸς ὁ μηδέποτε
4.1.25
παρερχόμενος. καὶ διὰ τοῦτο τὸ ἔργον τῶν Χριστιανῶν τιμιώτερόν ἐστι πάσης ἐπινοίας
4.1.26
καὶ παντὸς ἐπιτηδεύματος σαρκικοῦ. ἐργάζονται γὰρ ἔργον θεϊκὸν ὃ ὁ κόσμος οὐκ
4.1.27
οἶδεν .
4.2.1
Νοῦς νοὸς διενήνοχε καὶ ἄνθρωπος ἀνθρώπου τιμιώτερος. καὶ πάντα μοι τὰ
4.2.2
ὁρώμενα πράγματα ἀντικείμενα καὶ ξένα τῶν νοητῶν καταφαίνεται. ἔστι γὰρ νοῦς
4.2.3
διοδεύων καὶ τρέχων ἕως τοῦ οὐρανοῦ καὶ βαδίζων διὰ τῆς ὁδοῦ τῶν καθαρῶν αὐτοῦ
4.2.4
λογισμῶν καὶ δι' αὐτῆς φθάνων τὰς ἀτραποὺς καὶ τὰς ὁδοὺς τὰς εὐτρεπισμένας τοῖς
4.2.5
ἁγίοις ἐν τοῖς ἐπουρανίοις. καὶ ἔστιν ἕτερος νοῦς ἕρπων ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς ὁδοῖς
4.2.6
τῆς σαρκὸς κυλιόμενος. ἔστι νοῦς σαρκικὸς καὶ ἔστι νοῦς πνευματικός. πολὺ δὲ τοῦ
4.2.7
σαρκικοῦ ὁ πνευματικὸς νοῦς διενήνοχεν. ὡς γὰρ τὰ πτερωτὰ τῶν ζῴων κούφῳ τῷ
4.2.8
πτερῷ ἐπαιρόμενα τὸν ἐν μέσῳ διαπερᾷ ἀέρα ὑπὸ τῶν πτερύγων βοηθούμενα καὶ ὑπ'
4.2.9
αὐτοῦ τοῦ ἀέρος κουφιζόμενα (πτερυσσόμενα γὰρ ὥσπερ ἄνεμόν τινα προσ
4.2.10
λαμβάνονται ὑποβαστάζοντα καὶ συνεργοῦντα τῇ πτήσει), τὰ δὲ ἄπτερα καὶ χαμαὶ
4.2.11
κείμενα κἂν παρῇ τῇ προθυμίᾳ εἰς ἀέρα ἐπαίρεσθαι οὐκ ἰσχύουσινοὕτως ὁ καθαρεύσας
4.2.12
νοῦς καὶ πτέρυγας πνευματικὰς προσλαβόμενος ὁρμῇ ὀξυτάτῃ χρώμενος ἄνεισιν εἰς
4.2.13
τὸν οὐρανόν, εἰς τὸν ἀέρα τῆς θεότητος ἀναλαμβανόμενος, ὁ δὲ θηριώδης καὶ ἄγριος
4.2.14
καὶ ὑλικὸς νοῦς εἰς γῆν κυλινδούμενος ἕρπει τὰς ἐρήμους μεταδιώκων, μὴ δυνάμενος
4.2.15
καταλαβεῖν ἢ γνῶναι τὸν προειρημένον νοῦν. ἔστι γένη δένδρων ἃ οὔτε ἐν θέρει οὔτε
4.2.16
ἐν χειμῶνι φυλλορροεῖ, ἀλλὰ πάντοτε περιβέβληται καὶ κεκόσμηται τοῖς ἄνθεσιν ὡς
4.2.17
ἐλαία καὶ κυπάρισσος καὶ τὰ ὅμοια, καὶ πάλιν ἕτερά ἐστι γυμνούμενα καὶ ἀποβάλλοντα
4.2.18
ἐν
4.2.19
χειμῶνι τὰ φύλλα. ἔοικε τὸ ὑπόδειγμα τοῖς Χριστιανοῖς· δένδρα γὰρ
4.2.20
προσηγορεύθησαν ὑπὸ τῆς γραφῆς καὶ οὐδέποτε ἀποβάλλουσι τὸν
4.2.21
κόσμον καὶ τὴν
4.2.22
εὐπρέπειαν τῶν φύλλων, οὐκ ἀνέμων ἀγρίων κινου μένων, οὐκ αὐχμῶν θερινῶν
4.2.23
καταλαβόντων, ἀλλὰ πάντοτε ἐνδέδυνται τὴν δόξαν τοῦ πνεύματος. τοῦτό ἐστι τὸ
4.2.24
εἰρημένον· «ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ
4.2.25
ἀπορρυήσεται» καὶ εἰσὶν ἕτεροι κουφότερον νοῦν ἔχοντες, οἵτινες διὰ τὴν περικειμένην
4.2.26
ἀσθένειαν ἐπερχομένων τῶν πειρασμῶν καὶ χειμώνων καὶ ἀνέμων οὐκ ἀνθίστανται
4.2.27
οὔτε ὑπομένουσιν.
4.3.1
Οἱ οὖν πνευματικοὶ κατὰ τὸ φρόνημα ἐχθροί εἰσιν τῶν σαρκικῶν. ὃν
4.3.2
τρόπον γὰρ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τρεφόμενα οὐ φέρουσι τὴν τῆς ἠπείρου ζωὴν
4.3.3
ἀλλὰ διαφθείρονται τῶν ὑδάτων χωριζόμενα, καὶ πάλιν τὰ τὴν γῆν νεμόμενα τὴν ἐν
4.3.4
τοῖς ὕδασι διατριβὴν φεύγει τὴν ἐν τῷ βυθῷ μισοῦντα ζωήν, οὕτω καὶ οἱ Χριστιανοὶ
4.3.5
ἐπασχολούμενοι καὶ ἑλκόμενοι εἰς τὰ τοῦ αἰῶνος τούτου πράγματα συνέχονται καὶ
4.3.6
τρόπον τινὰ πνίγεσθαι δοκοῦσιν. οὕτως οἱ σαρκικοὶ ἀναχωρήσαντες τῶν ὑλικῶν καὶ
4.3.7
τοῖς πνευματικοῖς προσέχειν ἀναγκαζόμενοι ἰλιγγιῶσιν, συνεχόμενοι καὶ πνιγόμενοι.
4.3.8
διόπερ σπάνιοι πάνυ οἱ ἀνδρεῖοι καὶ «μέχρι τέλους» ἐν ὑπομονῇ διανύοντες τὸ ἔργον
4.3.9
αὐτῶν. χρῄζουσι δὲ οὗτοι πολλῆς ἀναιδείας καὶ ὀξύτητος πρὸς τὴν αἴτησιν τοῦ θεοῦ
4.3.10
«ἐν τῷ νῦν καιρῷ». ὡς γὰρ τὰ ὀξύπτερα τῶν ὀρνέων κούφῳ τῷ πτερῷ χρώμενα ἐπάνω
4.3.11
γίνονται τῶν παγίδων καταγελῶντα τῆς ἐπιβουλῆς τῶν θηρευόντων, οὕτω καὶ ὁ
4.3.12
ἀγχίνους καὶ ὀξὺς τοῖς λογισμοῖς ἀπο φεύγει τὰς ἐπιβουλὰς καὶ παγίδας τοῦ διαβόλου.
4.3.13
πολλὰ γὰρ πνεύματα συνέχουσι τὴν ψυχὴν καὶ ὅλα τὰ εἰς τὴν γῆν ἕρποντα πρὸς ἑαυτὰ
4.3.14
ἕλκει καὶ ἀσχολεῖ καὶ ῥεμβάζει τὸν νοῦν. διόπερ ὡς ἀθλητὴς καὶ ἀγωνιστὴς ὀφείλει
4.3.15
εἶναι ὁ Χριστιανός. ὥσπερ δὲ ἄνθρωπος ξένος καὶ τῶν κατὰ πόλιν πραγμάτων ἄπειρος
4.3.16
ἐπιδημήσας πόλει τινὶ ὀχλαγω γουμένῃ καὶ εὐθηνούσῃ ἐν πλήθει, καὶ μὴ θαρρῶν
4.3.17
ἑαυτοῦ τῇ ἀπειρίᾳ καὶ τῇ ἀσθενείᾳ δραμὼν ἐπιλαμβάνεταί τινος προστάτου ἐμπείρου
4.3.18
δυναμένου ἐκβαλεῖν τὴν τῶν ὄχλων βίανοὗτος, ἕως μὲν κατὰ πόδας τρέχει τοῦ
4.3.19
προηγουμένου ἀμετεωρίστως, εὐθεῖαν διανύει τὴν ὁδόν, μετεωριζόμενος δὲ καὶ τοῖς ἐν
4.3.20
τῇ πόλει δήμοις διὰ νωχέλειαν περιφερόμενος μακρύνεται καὶ ἀφίσταται ζημιούμενος
4.3.21
τὴν βοηθείαν. εἰ δὲ ἄρα σπουδάσει καὶ πόνων καταφρονήσει περιζωσάμενος ἐν ἰσχύι
4.3.22
«τὴν ὀσφύν», διαρρήσσει τὴν τῶν ὄχλων βίαν καὶ καταλαμβάνει τὸν προστάτην καὶ τῆς
4.3.23
παρ' αὐτοῦ βοηθείας ἀξιοῦται. τοῦτον ἔχουσι τὸν τρόπον καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων,
4.3.24
πόλις θεοῦ προσηγορεύθησαν καὶ ἔχουσι νῦν ἐν ταῖς ἀγοραῖς ὄχλον πνευμάτων καὶ
4.3.25
πλήθη διαλο γισμῶν ἐν ταῖς πλατείαις τοῦ νοὸς καὶ τῆς καρδίας, προορῶσι δὲ τὸν
4.3.26
ἑαυτῶν δεσπότην καὶ κηδεμόνα Ἰησοῦν Χριστὸν τὸν φρόνιμον καὶ δοτῆρα τῶν
4.3.27
μεγάλων ἀξιωμάτων, διόπερ καὶ αὐταὶ ἐν πολλῇ ἀναιδείᾳ καὶ ἀπονοίᾳ διασκεδάζειν
4.3.28
καὶ διαρρήσσειν τὸν συνέχοντα τῶν ὄχλων θόρυβον ὀφείλουσιν. οὕτω γὰρ δύνανται
4.3.29
ὑπερισχύσασαι ἐλθεῖν πρὸς τοὺς εὐλογημένους κόλπους τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς
4.3.30
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note