Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγον θεοῦ ἐπακού σαντες καὶ
5.1.2
σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κά λυμμα, ὅπερ διὰ τῆς
5.1.3
παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντο (τουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν
5.1.4
φρόνημα, ὅπερ θάνατον ὁ ἀπό στολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος»),
5.1.5
οὗτοι οὖν ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν
5.1.6
ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν
5.1.7
ἐνεργείᾳ, καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ
5.1.8
σκότους τῶν παθῶν ἐνέργειαν. διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς
5.1.9
διάγοντας δεηθῆναι πολὺ τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ
5.1.10
ἡλίου τῆς «δικαιοσύνης» ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται
5.1.11
καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ
5.1.12
κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ
5.1.13
πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις
5.1.14
διηύγασεν, γνωρί ζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν
5.1.15
χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός
5.1.16
φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια
5.1.17
γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ
5.1.18
τε καὶ κακοῦ», καὶ ὁ μακάριος δὲ
5.1.19
Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες
5.1.20
ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος
5.1.21
ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ «τοῖς φοβουμένοις» τὸν
5.1.22
κύριον «ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτῶν». οἱ δὲ τῷ
5.1.23
κόσμῳ ἐμπεφυρμένοι πολλοὶ ἐοίκα σιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ
5.1.24
νεφέλαις καὶ ὀμίχλῃ πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπει (τουτ
5.1.25
έστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντος), ὡς ἐοικέναι αὐτοὺς σχεδὸν τυφλοῖς. οὕτως
5.1.26
οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ
5.1.27
ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι ἀλλὰ τὸ ὅλον τῇ ματαιότητι τοῦ κόσμου ἐν τοῖς
5.1.28
χαλεποῖς ἔργοις ἠπα τημένοι. ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ἄστρων καταυ
5.1.29
γάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν γνοφώδει καὶ
5.1.30
ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.
5.2.1
Ὥσπερ γὰρ ἐκ διαφόρων τεχνῶν καὶ ἐκ διαφόρων ἐπιτηδευμάτων οἱ
5.2.2
ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι, ὁμοίως δὲ καὶ ἐκ διαφόρων ἐν
5.2.3
ταῖς ἀρχοντικαῖς στρατιαῖς τάξεων τὸ κέρδος τοῦ χρυσοῦ πορίζουσι καὶ ἐκ διαφόρων
5.2.4
κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτως ἐκ
5.2.5
διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν
5.2.6
δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ δικαιωμάτων καὶ ἀρετῶν διὰ
5.2.7
θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσόν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον
5.2.8
τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν
5.2.9
πορίζονται. τούτου ἕνεκεν οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ
5.2.10
ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ
5.2.11
πνευματικὸν κέρδος.
5.3.1
Πλὴν φαίνονται οἱ χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ
5.3.2
ἀναζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς «τὴν τελειότητα»
5.3.3
ἀπαύστως καὶ ἀνενδότως τρέχοντες. οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας
5.3.4
ἐργαζόμενοι ἤτοι οἱ ἐν τῇ γῇ κατ' ἐλπίδα ἐμπονοῦντες κατὰ μέρος πλουτοῦσιν, οἱ καὶ
5.3.5
ἔνδοξοι ἐν τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι Εἱλῶται οἱ ὀκνηροί, οἱ εὐθέως τὸ ἐμπῖπτον
5.3.6
ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ καὶ πένητες ἀπομένουσιν.
5.3.7
οὕτως ὅσοι ἐπ' ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως
5.3.8
ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέ χονται τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς
5.3.9
χάριτος πρὸ ὀφθαλ μῶν ἔχοντες, ἀληθῶς οὗτοι τὸν πλοῦτον τοῦ πνεύματος συνάγουσι
5.3.10
διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι ἐν
5.3.11
τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνη τοι, οἱ μόνον τοῦ λαβεῖν τὴν
5.3.12
χάριν ἕτοιμοι, τοῦ δὲ πονεῖν καὶ κάμνειν καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν
5.3.13
πάσῃ μακροθυμίᾳ, ἀπο γυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος. πάντοτε γὰρ ἡ
5.3.14
ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων
5.3.15
καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος παρὰ θεῷ ἐν ἐκείνῳ τῷ
5.3.16
αἰῶνι ἀποδείκνυται.