Sermones 1 22 & 24 27
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Οἱ ἐξερχόμενοι ἐκ τοῦ κόσμου καὶ πτωχείαν ἀγαπῶντες καὶ γινό μενοι ξένοι
6.1.2
κοινωνίας σαρκικῆς καὶ τῶν φαινομένων πάντων τῶν ἐν τῷ κόσμῳ, δόξης καὶ τῶν
6.1.3
δοκούντων ἐν βίῳ ὡς μεγάλων εἶναι καταφρο νοῦντες καὶ στήκοντες ἐν πτωχείᾳ καὶ
6.1.4
προσέχοντες τῷ κυρίῳ, καλῶς κατανοοῦσι καὶ ἀγαθὸν καὶ ἐνάρετον σκοπὸν
6.1.5
ἐνεστήσαντο. προσέχου σιν οὖν οὗτοι τοῦ εἰσελθεῖν εἰς τὴν ἔνδοξον πόλιν τῶν ἁγίων,
6.1.6
εἰς πατρίδα ἐπουράνιον, εἰς οἰκοδομὰς καὶ οἴκους ἀχειροποιήτους, καὶ ἐπειδὴ ὁ νοῦς
6.1.7
αὐτῶν ἐκεῖ προσέχει, ὡς ὅτι ἤδη εἰσῆλθαν καὶ ἐδοξάσθησαν καὶ εἰσὶ κληρονόμοι αὐτῆς,
6.1.8
οὕτως εἰσὶν ἐν ἑαυτοῖς καὶ ταῦτα ὥς εἰσιν ἐν τῇ σαρκὶ διάγοντες διὰ τὴν καλὴν αὐτῶν
6.1.9
πρόθεσιν καὶ τὸν σκοπόν, ἀπεκδέχονται γὰρ ὥς εἰσιν ἐν τῷ αἰῶνι τούτῳ εἰσελ θεῖν εἰς
6.1.10
«πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός». αἱ γὰρ οἰκοδομαὶ τοῦ αἰῶνος τούτου
6.1.11
σαθραί εἰσι καὶ οὐκ ἔχουσι στερεὸν θεμέλιον. «ἐν» γὰρ «τῇ συντελείᾳ τοῦ αἰῶνος» ὅλα
6.1.12
αὐτοῦ τὰ ἔργα καὶ αἱ οἰκοδομαὶ φθείρονται· «ὁ οὐρανὸς» γὰρ «ὡς βιβλίον ἑλιγήσεται»
6.1.13
«καὶ ἡ γῆ παρ ελεύσεται». ποῦ οὖν τὰ ἔνδοξα καὶ μεγάλα τοῦ βίου, ὅταν ἐπιστῇ ὁ καιρὸς
6.1.14
ὁ λύων αὐτά; συνάγαγέ μοι τὸν πλοῦτον, τὸν χρυσόν, τὸν ἄργυρον, τὰς κτήσεις καὶ
6.1.15
πᾶσαν τὴν ἐν τῷ πλούτῳ καλλονὴν καὶ πε ποίθησιν καὶ ἄρξαι οἰκοδομεῖν πόλιν δι'
6.1.16
αὐτῶν, τὴν σοφίαν, τὴν δόξαν, τὰ ἀξιώματα, τὰς δυναστείας, ταῦτα οἰκοδόμησον
6.1.17
ὥσπερ τεῖχος τῆς πόλεως καὶ πᾶσαν τὴν κόσμησιν τοῦ αἰῶνος τούτουκαὶ ὅταν τελέ σῃς
6.1.18
τὴν πόλιν, οὐκ ἔχει ἑδραίωμα οὐδὲ στερεότητα ἡ πόλις. ἰδοὺ γὰρ σαθροὶ οἱ θεμέλιοι
6.1.19
τοῦ τείχους καὶ πίπτουσιν, καὶ πάντα τὰ ἐν τῇ πόλει φθείρεται καὶ ἀφανίζεται. οὕτως
6.1.20
ἐστὶν πᾶσα ἡ ποικιλία τοῦ αἰῶνος τούτου φθειρομένη καὶ ἀφανιζομένη.
6.2.1
Ὑμεῖς δὲ καλῶς ποιεῖτε οἰκοδομοῦντες οἰκοδομὰς ἀκαταλύτους καὶ
6.2.2
μηδέποτε φθειρομένας· τὸν γὰρ θεμέλιον ὑμῶν ἐπὶ τὴν πέτραν σπου δάζετε θεῖναι καὶ ὁ
6.2.3
ἐπὶ τὴν πέτραν οἰκοδομούμενος θεμέλιος οὐδέ ποτε πίπτει· λέγει γὰρ ἡ γραφή· «ὁμοία
6.2.4
ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν» «ἀνδρὶ φρονίμῳ» «ὅστις ἔσκαψεν καὶ ἐβάθυνεν καὶ
6.2.5
ἔθηκεν θεμέ λιον ἐπὶ τὴν πέτραν· γεναμένης δὲ πλημμύρας» καὶ τῶν ἀνέμων προσ
6.2.6
κρουσάντων «οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». καὶ τίς ἐστιν αὕτη ἡ
6.2.7
οἰκοδομὴ ἡ ἀχειροποίητος; ψυχαὶ πισταὶ αἱ ἀγαπῶσαι τὸν κύριον· οἰκοδομοῦνται γὰρ
6.2.8
ὑπὸ τοῦ σοφοῦ ἀρχιτέκτονος Ἰησοῦ Χριστοῦ «ἐπὶ τὴν πέτραν», ἐπ' αὐτὸν τὸν κύριον,
6.2.9
ἐπὶ τὸν λόγον αὐτοῦ τὸν ζωοποιόν, ἐπὶ τὴν θείαν δύναμιν, ἐπὶ τὸ ἅγιον πνεῦμα. καὶ
6.2.10
τίνες εἰσὶν οἱ λίθοι; οἱ καθαροὶ καὶ ἀγαθοὶ λογισμοὶ τῆς φύσεως τοῦ Ἀδάμ· ἐοίκασιν
6.2.11
γὰρ οὗτοι τῷ ἐπουρανίῳ λίθῳ καὶ κατὰ τὸ μέτρον αὐτοῦ οὕτως ἐποικοδομοῦνται. τί
6.2.12
λέγει ἡ γραφή; ἕως οὗ φθάσωμεν «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ
6.2.13
πληρώματος τοῦ Χριστοῦ». ἀλλὰ ἔστι καὶ ἑτέρα οἰκοδομὴ ἡ «ἐπὶ τὴν ἄμμον», ψυχαὶ
6.2.14
ἁμαρτωλαί, νοῦς κοσμικός, οἱ καταφερόμενοι εἰς τὰ πάθη τῆς σαρκός. οἰκοδομοῦνται
6.2.15
οὗτοι εἰς τὸν πονηρὸν λογισμόν, ἐπὶ τὸ πνεῦμα τοῦ διαβόλου. καὶ τίνες εἰσὶν οἱ λίθοι; οἱ
6.2.16
κακοὶ λογισμοὶ οἱ ἀγαπῶντες τὰς ἡδονὰς τῆς ἁμαρτίας. ἡ οὖν τοιαύτη οἰκοδομή, ἡ «ἐπὶ
6.2.17
τὴν ἄμμον», πεφθαρμένη ἐστὶ καὶ λελυμένη.
6.3.1
Οἱ οὖν ἐν τῷ παρόντι χρόνῳ κρούοντες «τὴν θύραν» καὶ τὰ μέλλοντα ὡς
6.3.2
παρόντα λογιζόμενοι πολὺ συνετότεροί εἰσιν. ἀναλογιζόμενοι γὰρ τὴν φθορὰν καὶ
6.3.3
λύσιν τοῦ αἰῶνος τούτου, καταφρονοῦσιν κοινωνίας σαρκικῆς, εἰδότες ὅτι μετὰ ταῦτα
6.3.4
λύσις γενήσεται τῶν σωμάτων, πάλιν ἀναλογιζόμενοι, ὅτι φθορᾷ ὑπόκειται καὶ
6.3.5
γυμνότητι ὁ φαινό μενος πλοῦτος, καταφρονοῦσι πάντων τῶν ὁρωμένων,
6.3.6
ἀναμνημονεύον τες δὲ καὶ τὰς γινομένας κατακρίσεις τοῖς ἁμαρτωλοῖς καὶ τὰς ἐπι
6.3.7
φερομένας αὐτοῖς διαφόρους κολάσεις στήκουσιν εἰς μέριμναν καὶ φόβον καὶ
6.3.8
ἀσφαλίζονται τὰς ψυχὰς αὐτῶν, μὴ ἐμπέσωσιν εἰς γέενναν
6.3.9
καὶ βασάνους.
6.3.10
ἀναλογιζόμενοι δὲ πάλιν καὶ τὴν πόλιν τῶν ἁγίων καὶ τοὺς μεγιστᾶνας, τοὺς πατέρας
6.3.11
ἡμῶν, τοὺς προφήτας, τοὺς ἀποστό λους, τοὺς μάρτυρας, καὶ τὰ κάλλη τὰ ἐπουράνια καὶ
6.3.12
τὰς δόξας τὰς θεϊκάς, ἃς ἐνδύσονται οἱ ἅγιοι διὰ τὴν καλὴν αὐτῶν πρόθεσιν, εἰ καί
6.3.13
εἰσιν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλ' ὡς ἤδη ἀπολαύοντες ἐκείνων τῶν ἀγα θῶν οὕτως εἰσίν.
6.3.14
καὶ ἐν ταύτῃ ὄντες τῇ γυμνασίᾳ ἐοίκασι τῷ πατρὶ αὐτῶν τῷ οὐρανίῳ· ἐπειδὴ γὰρ μετὰ
6.3.15
τὴν παράβασιν καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐξ αὐτοῦ τοῦ ἀνθρώπου βρύει, προέλαβον
6.3.16
οὗτοι καὶ ἐποίησαν πόλεμον μετὰ τῆς κακίας καὶ ᾔτησαν ὅπλον παρὰ τοῦ πατρὸς αὐτῶν
6.3.17
τοῦ οὐρανίου καὶ δι' αὐτοῦ ἐποίησαν πόλεμον καὶ νίκην καὶ κατ έσβεσαν «τὰ
6.3.18
πεπυρωμένα βέλη» τῆς ἁμαρτίας. διὰ τοῦτο, ὅπου εἰσέρ χονται οὗτοι, «ἐπιθυμοῦσιν
6.3.19
ἄγγελοι παρακῦψαι»· ἐπιτίθενται γὰρ αὐ τοῖς στέφανοι τίμιοι «ἐπὶ τὰς κεφαλὰς αὐτῶν».
6.3.20
ἄρχονται οὖν οἱ ἄγγελοι εἷς τῷ ἑτέρῳ λέγειν· τίνες εἰσὶν ἄρα οὗτοι οἱ τοιαύτης δόξης
6.3.21
καὶ τοιού των στεφάνων καταξιωθέντες, ὅτι εἰς τιμιωτέρους ἡμῶν τόπους εἰσά γονται;
6.3.22
καὶ λέγει αὐτοῖς ὁ κύριος· δικαίως ὑμῶν προτιμῶνται, οὗτοι γάρ εἰσιν οἱ «διὰ τὸ ὄνομά
6.3.23
μου» καὶ τὴν ἐντολήν μου ἐξελθόντες ἐκ τοῦ κόσμου καὶ καταφρονήσαντες ἐκείνου τοῦ
6.3.24
αἰῶνος, πτωχοὶ γενόμενοι, μυκτηριζόμενοι, χλευαζόμενοι εἰς τὸν ἐκεῖ κόσμον,
6.3.25
πολεμούμενοι ὑπὸ τοῦ σατανᾶ, καὶ ἀγωνιζόμενοι καὶ ἀθλοῦντες κατ' αὐτοῦ καὶ μὴ
6.3.26
ἡττη θέντες ὑπ' αὐτοῦ, οἱ ἔχοντες πόνον καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν πλη ροῦντες
6.3.27
δακρύων νυκτὸς καὶ ἡμέρας διακονοῦντές μοι, οἱ τὴν ὕβριν τοῦ σταυροῦ μου
6.3.28
βαστάσαντες ἐν τοῖς ὤμοις αὐτῶν καὶ τὰ πάθη μου ἐν τοῖς σώμασιν αὐτῶν.
6.3.29
παραλαμβάνει οὖν τὰς τοιαύτας ψυχὰς ὁ κύριος καὶ προσφέρει αὐτὰς τῷ πατρὶ λέγων·
6.3.30
ἴδε πάρεισιν αἱ καθαραὶ παρθένοι, αἱ ὑπακούσασαι τῆς ἐντολῆς σου, προσλαβοῦ αὐτὰς
6.3.31
εἰς τὰς ἀγκάλας τοῦ πνεύματός σου καὶ εἰς τοὺς κόλπους τοῦ φωτός σου τοὺς
6.3.32
εὐλογημένους. ὑπὲρ τούτων γὰρ ἐγὼ ἔκλινα γόνυ ἐπὶ τῆς γῆς καὶ ἐπλή ρουν τοὺς
6.3.33
ὀφθαλμούς μου δακρύων λέγων· «πάτερ ἅγιε», «ἁγίασον αὐτοὺς» καὶ διατήρησον «ἐκ
6.3.34
τοῦ πονηροῦ», καὶ ἵνα γένωνται μεθ' ἡμῶν εἰς ἓν σῶμα καὶ ἓν πνεῦμα. οὐ μόνον δὲ ἐν
6.3.35
τῷ τότε καιρῷ δι' ἐκείνους μόνους παρεκάλουν σε καὶ προσηυχόμην, ἀλλὰ καὶ δι' ὅλην
6.3.36
τὴν ἐκκλησίαν τῶν ἁγίων (ἡ γὰρ μακροθυμία αὐτοῦ καὶ ἡ παράστασις τοῦ αἰῶνος εἰς
6.3.37
τοῦτο γέγονεν, διὰ τοὺς μέλλοντας γίνεσθαι διακό νους αὐτοῦ καὶ γενέσθαι αὐτῷ
6.3.38
εὐαρέστους καὶ συμπληρωθῆναι αὐ τῶν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ τὴν εἰρηνικὴν αὐτοῦ
6.3.39
βασιλείαν). καὶ ὁ πατὴρ ἀγαλλιᾶται ἐπ' αὐτοῖς λέγων· «κληρονομήσατε τὴν ἡτοιμασ
6.3.40
μένην ὑμῖν βασιλείαν», ἐγὼ καὶ ὁ υἱός μου ἅμα ὑμῖν εἰς ἓν πνεῦμα καὶ εἰς μίαν
6.3.41
κοινωνίαν ἐσόμεθα. καὶ ἀποφέρει τὰς τοιαύτας ψυχὰς εἰς ἀνάπαυσιν καὶ εἰς τοὺς
6.3.42
ἐνδόξους θρόνους καὶ εἰς εὐφροσύνην. μαρτυρεῖ δὲ τούτοις καὶ ἡ παρεμβολὴ τῶν
6.3.43
ἀγγέλων ἡ συνοῦσα αὐτοῖς, ὅτε ἠγωνί ζοντο καὶ ὅτε ἦσαν ἐν τῇ ἀθλήσει παραμένοντες
6.3.44
καὶ τὰς εὐχὰς αὐτῶν καὶ τὰς νηστείας καὶ τὰς ἀγρυπνίας προσέφερον τῷ κυρίῳ.
6.4.1
Στήκοντες οὖν ἐν τῇ πτωχείᾳ διὰ ταύτης τῆς πτωχείας ἐπισπάσασθε
6.4.2
ἑαυτοῖς τὸν οὐράνιον πλοῦτον. καὶ γὰρ ἐν τῇ χαμευνίᾳ τὰ σώματα ὑμῶν γυμνάζοντες,
6.4.3
ἐν τῇ γονυκλισίᾳ, ἐν τῇ προσευχῇ καλλίονες ἔσεσθε τῶν ἐν πορφύρᾳ διαγόντων.
6.4.4
ἐκεῖνοι γὰρ ἐν τῇ πορφύρᾳ διάγοντες οὐ λειτουργοῦσι τῷ κυρίῳ, ὑμεῖς δὲ ἐν τῇ
6.4.5
σκληραγωγίᾳ καὶ τῷ φαινομένῳ χόρτῳ ἔρχεσθε εἰς τὸ προσκυνεῖν καὶ δοξολογεῖν τὸν
6.4.6
θεόν. ἀλλὰ ἐν ταύτῃ ὄντες τῇ πτωχείᾳ καὶ τῇ γυμνότητι μὴ γίνεσθε ἀπρόθυμοι, ἔχοντες
6.4.7
ὑπογραμμὸν καὶ σκοπὸν τὸν κύριον τὸν οὕτως διοδεύσαντα τὴν ὁδόν. ὅταν πονέσῃ σου
6.4.8
τὸ σῶμα καὶ κοπιάσῃς, μνημόνευσον τοῦ σώματος τοῦ κυρίου, πῶς ὑπὸ Πιλάτου
6.4.9
ἐτύπτετο καὶ ἔκαμνεν ὁδοι πορίαις. ὅταν λείψῃ σοι οἶκος, μνημόνευσον, ὅτι ὁ κύριος
6.4.10
τῶν κτισ μάτων ἐλθὼν ἐπὶ τῆς γῆς τοῦτο εἶπεν· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ
6.4.11
πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν
6.4.12
κεφαλὴν κλίνῃ» καὶ ἀναπαῇ. ὅταν περιπατήσῃς, μνη μόνευσον ὅτι οἱ πόδες τοῦ κυρίου
6.4.13
ἐποίησεν ἐπὶ τῆς γῆς, εἰ μὴ μόνον διὰ τὴν
6.4.14
κεκονιορτημένοι ἦσαν, ὅσον χρόνον
6.4.15
προφητείαν ἅπαξ ἐπ' ὄνου ἐκαθέσθη. ὅταν πληρώσῃς σου τοὺς ὀφθαλμοὺς δακρύων,
6.4.16
μνημόνευ σον ὅτι ὁ κύριος ἔκλαιε τὴν πτῶσίν σου προσευχόμενος πρὸς τὸν πατέρα
6.4.17
«μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων» πολλῶν, ἵνα ῥυσθῇς ἐκ τοῦ θανάτου. ὅταν
6.4.18
μυκτηρίζωσί σε οἱ ἄνθρωποι, πρόσχες τοῖς ῥαπίσ μασιν αὐτοῦ καὶ τοῖς ἐμπτύσμασιν
6.4.19
αὐτοῦ, καὶ ὑπόμεινον ἐν τῇ ταπει νώσει σου. ὁμοίως δὲ καὶ ἡ χαμευνία σου οὔκ ἐστι
6.4.20
σκληροτέρα τοῦ ἀκανθίνου στεφάνου τοῦ ἐπιτεθέντος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. οὕτω δὲ
6.4.21
πάντες οἱ ἄγγελοι καὶ αἱ παρεμβολαὶ χαίρουσι τῶν ἁγίων ἐπὶ τῷ νυμφίῳ καὶ τῇ νύμφῃ
6.4.22
ἐν σάλπιγξι καὶ κιθάραις. ὥσπερ ἐπὶ φαινομένῳ γάμῳ πλουσίου, ἐν οἷς πᾶσα ἡ πόλις
6.4.23
συντρέχει καὶ δῆμοι, αὐτοὶ δὲ μεσῖταί εἰσι συσπεύδοντες τῷ νυμφίῳ καὶ τῇ νύμφῃ,
6.4.24
οὕτω καὶ πᾶσα ἡ ἐπουράνιος ἐκκλησία συντρέχει, ψυχὴ δέ ἐστιν ἡ κοινωνοῦσα τῷ
6.4.25
ἐπουρανίῳ νυμφίῳ. ὥσπερ δὲ ἐν τῷ καιρῷ τοῦ θέρους ἕκαστος ὃ πρὸ καιροῦ ἔσπειρεν
6.4.26
ἐκεῖνο προσδοκᾷ θερίσαι καὶ ἀπολαβεῖν ἐκ τῆς γῆς τοὺς καρπούς, οὕτω καὶ εἴ τίς τι
6.4.27
εἰργάσατο «ἐν τῷ νῦν καιρῷ» ἐκεῖνο προαπαντᾷ αὐτῷ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
6.4.28
εἰσὶ γὰρ Χριστιανοὶ ἐν λόγῳ καί εἰσι Χριστιανοὶ ἐν ἔργῳ. εὐξώμεθα οὖν ἔργῳ καὶ
6.4.29
δυνάμει τὰ λαλούμενα ἐν ἡμῖν καὶ ἐν πάσῃ πληροφορίᾳ ἐπιτελεσθῆναι. ἡ γὰρ πεῖρα
6.4.30
πολὺ βεβαιοτέρα ἐστὶ τῶν στηκόντων ἐν λόγοις ψιλοῖς. Δόξα τοῖς οἰκτιρμοῖς τοῦ
6.4.31
Χριστοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.