Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 7 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ὥσπερ τὸ εἰς βρῶσιν προχωροῦν ἀνθρώποις ζῷον πρότερον τυθῆ ναι δεῖ καὶ
7.1.2
εἶθ' οὕτω τὴν δορὰν σὺν ταῖς θριξὶ περιαιρεθῆναι, καὶ τότε διὰ τῆς ἀνατομῆς τὴν ἔνδον
7.1.3
ἐγκειμένην ἐν τῇ κοιλίᾳ κόπρον ἐκπλυθῆναι, καὶ πάλιν τὰ τῆς λεγομένης δευτέρας
7.1.4
κοιλίας λεπτότερα καὶ δυσχερέστερα κόπρια ὑποκρυπτόμενα ἐν τοῖς πτερυγίοις τῆς δευ
7.1.5
τέρας κοιλίας ἀκριβῶς διὰ τοῦ ὕδατος πλῦναι, καὶ τότε τὰ κρέα τῷ πυρὶ παραδιδόμενα
7.1.6
καὶ κατ' ὀλίγον ἑψούμενα γλυκαίνεται, καὶ οὕτως εἰς βρῶσιν καὶ ἀπόλαυσιν τῷ
7.1.7
οἰκοδεσπότῃ γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστιανὸς ἀναχωρῶν τοῦ κόσμου καὶ
7.1.8
ὥσπερ νεκρούμενος ἐκ τῆς προτέρας κακίστης ζωῆς καὶ ὡς δορὰν σὺν θριξὶ καὶ αἵματι
7.1.9
τὸν κόσμον ἀποδυσάμενος, ἀλλ' ὅμως ἔτι τὴν δυσώδη κόπρον τῶν πονηρῶν
7.1.10
διαλογισμῶν ἔνδον κέκτηται, τὰς τῶν κακῶν ἔργων μνήμας, τὰ πρό δηλά τε καὶ φαῦλα
7.1.11
καὶ ἕτερα λεπτότερα καὶ δυσεξεύρετα πάθη, τὰ καὶ δυσχερῶς καταλαμβανόμενα. χρὴ
7.1.12
οὖν τὸν τέλειον Χριστιανὸν ἐπι θυμοῦντα γενέσθαι νεκρῶσαι ἑαυτὸν ἐκ τῶν τοῦ
7.1.13
κόσμου πονηρῶν ἔργων, ὧν ἔπραττε πρότερον, καὶ ὥσπερ δορὰν σὺν ταῖς θριξὶ τὸν
7.1.14
αἰῶνα τοῦτον ἔξωθεν ἀποδύσασθαι διὰ τῆς τελείας ἀναχωρήσεως καὶ παντελοῦς
7.1.15
ἀποτάξεως καὶ εἶθ' οὕτω διὰ τῆς ἀνατομῆς (τουτέστι τῆς ἐπισκέψεως τῆς θείας χάριτος)
7.1.16
τὴν κόπρον τῶν πονηρῶν διαλογισμῶν τῶν ἐν τῇ καρδίᾳ ἔνδοθεν ἀποπλῦναι δισσῷ
7.1.17
τὰ λεπτότερα καὶ δυσεξεύρετα πάθη, καὶ τότε τῷ ἐπουρανίῳ
7.1.18
τρόπῳ τὰ πρόδηλα καὶ
7.1.19
πυρὶ τοῦ ἁγίου πνεύματος πυρωθέντα καὶ πᾶσαν ὠμότητα προαιρέσεως ἀπο θέμενον
7.1.20
καὶ πᾶσαν μεταβολὴν τελείαν δεξάμενον χρήσιμον καὶ ἡδὺν ἐν τῇ ἐπουρανίῳ τραπέζῃ
7.1.21
εἰς ἀπόλαυσιν τοῦ ἐπουρανίου βασιλέως γενέ σθαι καὶ κληρονόμον τῆς βασιλείας,
7.1.22
καθὼς εἴρηται ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ κυρίου· «ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ
7.1.23
θέλημα τοῦ πέμψαν τός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον».
7.2.1
Ἀλλ' ὥσπερ τὸ πρὶν ἐν τῷ νόμῳ ἐμωμοσκοπεῖτο τὸ πρόβατον, καὶ τότε εἰς
7.2.2
θυσίαν προεχώρει καὶ διὰ τῆς λιπασίας τοῦ ζῴου καὶ τῆς κνίσσης τῆς διὰ τοῦ πυρὸς
7.2.3
διαχεομένης ὁλοκαύτωμα τῷ θεῷ «εἰς ὀσμὴν εὐωδίας» προσεφέρετο, οὕτω καὶ ἐνταῦθα
7.2.4
νῦν μωμοσκοπεῖται ψυχὴ ἡ ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς «θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον
7.2.5
τῷ θεῷ» προσενέγκαι βουλομένη ὑπὸ τοῦ ἐπουρανίου ἀρχιερέως Χριστοῦ, καὶ εἰ τὴν
7.2.6
πιότητα τοῦ πνεύματος ἔχει, ἣν διὰ τῶν καλῶν νόμων τῶν διδασκαλιῶν τῆς χάριτος
7.2.7
καὶ τῶν ἀρετῶν προσεκτήσατο ὄντως ὁλοκάρπωμα καὶ θυσία ζῶσα ἐν τῷ πνευματικῷ
7.2.8
πυρὶ διὰ τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τῷ ἐπουρανίῳ πατρὶ εἰς τὴν ζῶσαν τῶν
7.2.9
οὐρανῶν βασιλείαν προσκομίζεται, κληρονόμος τῶν αἰωνίων ἀγα θῶν γενέσθαι
7.2.10
καταξιωθεῖσα. χρὴ οὖν ἕκαστον ἐν πᾶσι πάντοτε ἑαυτὸν ἀνακρίνειν καὶ δοκιμάζειν, εἰ
7.2.11
κατὰ τὸν τῆς ἀληθείας λόγον πολιτεύε ται καὶ «τοῖς ἴχνεσι» τοῦ κυρίου ἀκολουθεῖ (ἤτοι
7.2.12
ὑπὸ τῶν πνευμα τικῶν ἀνδρῶν ἀνακρίνεσθαι δοκιμάζεται), καὶ ἀεὶ ἐκζητεῖν τοὺς τὸν
7.2.13
τῆς ἀληθείας λόγον κηρύσσοντας καὶ τὸν Χριστιανισμὸν «ἐν ἔργῳ καὶ ἀληθείᾳ»
7.2.14
κατέχοντας. ὥσπερ γὰρ πολλῶν ποτηρίων ἐπιδιδομένων ἀνθρώποις τοῦ πιεῖν φανερά
7.2.15
εἰσι τὰ οἴνῳ ἡδυτάτῳ κεκερασμένα καὶ τὰ μόνον ὕδατος πεπληρωμένα (τὰ γὰρ οἴνῳ
7.2.16
κεκερασμένα νόστον καὶ ἰσχὺν καὶ εὐφροσύνην τῷ πίνοντι παρέχει), οὕτω πολλῶν ἐν
7.2.17
κόσμῳ διὰ λόγων ποικίλων καὶ σοφιῶν προπινόντων ἀνθρώποις ἐκεῖνοί εἰσιν οἱ
7.2.18
εὐφραίνοντες ψυχὰς εὐφροσύνην ἐπουράνιον καὶ εἰς μεταβολὴν ἀγαθὴν ἄγοντες, οἱ
7.2.19
πνεύματι ἁγίῳ λαλοῦντες καὶ χάριτι ἠρτύμενοι, οἱ ζώσῃ φωνῇ καρδίας φθεγγόμενοι
7.2.20
καὶ οὐ ψόφοις καὶ κόμποις χειλέων τοὺς πολλοὺς ἐξυδαρούμενοι ποτίζοντες, οἱ
7.2.21
δύναμιν καὶ εὐφροσύνην οὐράνιον τῇ ἀκουούσῃ ψυχῇ παρέχοντες διὰ τῆς ἐν αὐτοῖς
7.2.22
λαλούσης χάριτος καὶ μεταβάλλοντες ἀνθρώπους εἰς τὴν ὁμοίαν τῆς χάριτος ἁγιότητα.
7.2.23
ὥστε ἐκείνους χρὴ ἀνερευνᾶσθαι καὶ ζητεῖν, καθὼς προείπαμεν, τοὺς ζώσῃ καρδίᾳ ἐν
7.2.24
πνεύματι φθεγγομένους, κἀκείνοις προσκαρτερεῖν παρ' ὧν τὴν ὄντως κατὰ θεὸν
7.2.25
ὠφέλειαν λαμ βάνειν δύνανται, τοῖς ὄντως σοφοῖς ἐν κυρίῳ καὶ οὐκ ἐν κόσμῳ, περὶ ὧν
7.2.26
εἴρηται· σοφὸν «ἐὰν ἴδῃς, ὄρθριζε πρὸς αὐτὸν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ
7.2.27
πούς σου»· ἐξομοιωθῆναι γὰρ αὐτοῖς οἱ ὑπήκοοι διὰ τῆς πρὸς αὐτοὺς παραμονῆς τῷ
7.2.28
χρόνῳ δύνανται.
7.3.1
Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ πολλοί, οἵτινες χρυσὸν πολὺν ἔνδον
7.3.2
κέκτηνται καὶ οὔκ εἰσι πᾶσι καταφανεῖς, ἀλλ' ὅσον πρὸς τοὺς πολλοὺς μετριάζουσι
7.3.3
μηδὲν κομπάζοντες ἑαυτοὺς ἢ ἐν κτήσεσιν ἢ ἐν οἰκίαις ἢ ἐν σκεύεσι διαφόροις ἢ
7.3.4
οἰκέταις ἢ ζῴοις καὶ οὕτω μετὰ πάσης ἀσφαλείας τὸν θησαυρὸν αὐτῶν κεκρυμμένον
7.3.5
ἔχουσιν, καὶ ἄλλοι εἰσὶ πολλοὶ οἵτινες παντάπασιν χρυσὸν μὴ κεκτημένοι, διὰ δέ τινων
7.3.6
πολ λῶν σκευῶν καὶ οἴκων ζωγραφίας ὑπονοεῖσθαι ἑαυτοὺς ποιοῦσιν, ὡς ὅτι πολὺν
7.3.7
χρυσὸν κέκτηνται, τῷ φαινομένῳ κόμπῳ τοὺς πολλοὺς ἀπα τῶντες, καὶ ὡς πλούσιοι
7.3.8
νομίζονται ὄντες πένητες καὶ ἐνδεεῖςοὕτω καὶ ἐν τοῖς Χριστιανοῖς εἰσὶν ἐν δυνάμει τὸν
7.3.9
ἐπουράνιον θησαυρὸν τοῦ πνεύματος ἐν ἑαυτοῖς κεκτημένοι καὶ οὔκ εἰσι τοῖς πᾶσι
7.3.10
καταφανεῖς, ἀλλὰ κρύπτουσιν ἑαυτοὺς ὡς μετριάζοντες καὶ μὴ βουλόμενοι ὅ εἰσι
7.3.11
γνωρισθῆναι, καί εἰσιν ἕτεροι οἵτινες διά τινων φαινομένων ὀλίγων ἀρετῶν, νηστειῶν
7.3.12
ἢ ἀγρυπνιῶν ἢ ἡσυχίας ἢ λόγου «σοφίας» ἢ διά τινων τοιούτων, νομίζεσθαι βούλονται
7.3.13
ὡς πνευματικοί, μὴ ἔχοντες τὴν ἐνέργειαν καὶ δύναμιν τοῦ πνεύματος. ὥσπερ γὰρ κατὰ
7.3.14
τὸ ὑπόδειγμα, ἐὰν βουληθῇ ὁ κεκρυμμένον ἔχων τὸν πολὺν αὐτοῦ πλοῦτον μέρος τοῦ
7.3.15
χρυσοῦ προκομίσαι, ὀλίγου χρήματος ὠνεῖται πᾶσαν τὴν περιου σίαν τοῦ
7.3.16
ἐπιδεικνυμένου ἑαυτὸν ὡς πλούσιον καὶ ὃ μή ἐστι νομίζεσθαι βουλομένου· ἀλλ' ἐὰν
7.3.17
τὸν πλοῦτον αὐτοῦ ἀποκαλύψῃ καὶ φανερὸν ἑαυ τὸν πᾶσι καταστήσῃ, εἰς φθόνον
7.3.18
πολὺν κατ' αὐτοῦ ἐγείρονται πολλοὶ θαμβούμενοι, πῶς ὁ ὡς πτωχὸς τοῖς πᾶσι
7.3.19
νομιζόμενος αἰφνίδιον τοσοῦτον πλοῦτον κέκτηται, καὶ ἄρχονται εἰς λειτουργίας καὶ
7.3.20
πολλὰς ζημίας τοῦτον ἐμβάλλειν, ἀλλὰ καὶ οἱ κλέπται καὶ οἱ λῃσταὶ νύκτα καὶ ἡμέραν
7.3.21
τοῦτον ἐπιτηροῦσιν ἀναιρῆσαι καὶ ἀφελέσθαι αὐτοῦ τὸν πλοῦτον, καὶ πάντοθεν εἰς
7.3.22
κινδύνους καὶ ζημίας καὶ θλίψεις ἀδοκήτους περιπίπτει, ἐπειδὴ ἀξίωμα ἢ ἐξουσίαν τινὰ
7.3.23
οὐδέπω παρὰ τοῦ βασιλέως ἔλαβεν. διόπερ ὁ φρόνιμος ἀνὴρ ὁ χρυσὸν πολὺν
7.3.24
κεκρυμμένον ἔχων ἀξίωμα δὲ μὴ εἰληφὼς κρύπτει πάσῃ ἀσφαλείᾳ τὸν ἑαυτοῦ πλοῦτον,
7.3.25
ἵνα μὴ γνωρισθεὶς τοῖς πολλοῖς καὶ φθόνῳ ὑποπεσὼν ἢ ἐπιβούλοις ἀνθρώποις ἀπολέσῃ
7.3.26
σὺν τῷ πλούτῳ αὐτοῦ καὶ τὴν ζωήν. εἰ δὲ ἀξίωμα παρὰ χειρὸς βασιλικῆς δέξεται ἀρχῆς
7.3.27
τινος ἢ ἐξουσίας, ὁ τοιοῦτος, κἂν ἀποκαλύψῃ αὐτοῦ τὸν πλοῦτον τοῦ θησαυροῦ, οὐ
7.3.28
δέδοικεν, μᾶλλον δὲ καὶ ἐν αὐτῷ δοξάζεται, κτήσεις μεγάλας συνωνούμενος καὶ οἴκους
7.3.29
ἐνδόξους κτίζων, οἰκετῶν τε πλῆθος καὶ διαφόρων ζῴων μυριάδας διὰ τοῦ θησαυροῦ
7.3.30
κτώμενος, ἄφοβός τέ ἐστιν ἀπὸ ἐφόδου λῃστρικῆς, τὴν ἐξουσίαν τῆς μαχαίρης κατὰ
7.3.31
τῶν ἐπιβούλων καὶ κακοποιῶν ἀν θρώπων παρὰ τοῦ βασιλέως εἰληφώς, καὶ οὕτω διὰ
7.3.32
τοῦ ἀξιώματος μᾶλλον πλοῦτον πλούτῳ ἐπισυνάγει καὶ χρυσὸν χρυσῷ διὰ πασῶν
7.3.33
κτήσεων προστίθησιν, ἕως οὗ ὁλόπλουτος γένηται σχεδὸν μηδὲ εἰδὼς λοιπὸν ὅσα
7.3.34
κέκτηται .
7.4.1
Οὕτω καὶ ὁ Χριστιανὸς ὁ εὑρὼν ἐν ἑαυτῷ πνευματικὸν χάρισμα καὶ
7.4.2
εὐφραινόμενος ἐν παρακλήσει θείας χάριτος ἀσφαλῶς κρυπτέτω ἐν ἑαυτῷ τὴν τοῦ
7.4.3
πνεύματος παράκλησιν ἢ μυστηρίων ἐπουρανίων γνῶ σιν, μὴ καυχώμενος καὶ
7.4.4
ἐπιδεικνὺς ἑαυτὸν τοῖς πλησίον, ἵνα μὴ φθόνῳ τῷ τῆς κακίας ὑποπεσὼν ὑπὸ τῶν
7.4.5
ἀοράτων λῃστῶν εὐλογο φανῶς ὑποκλεπτόμενος συληθῇ μάλιστα, ἕως οὐδέπω εἰς
7.4.6
οἰκονομίαν τινὰ πνευματικοῦ ἀξιώματος ὑπὸ τοῦ ἐπουρανίου βασιλέως ἐτάγη. οἱ γὰρ
7.4.7
οἰκονόμοι τῶν «μυστηρίων τοῦ θεοῦ» καὶ οἱ ὄντως ὠφελεῖν ψυχὰς δυνάμενοι καὶ εἰς
7.4.8
τοῦτο ὑπὸ τοῦ πνεύματος προκεχειρισμένοι,
7.4.9
οὗτοι τὸν ἐπουράνιον πλοῦτον
7.4.10
ἀδιαλείπτως κεκτημένοι ἐν ἐξουσίᾳ φθέγγονται ἀκαυχήτως καὶ ἀκενοδόξως. «οὕτω»
7.4.11
(γάρ φησι) «λαλοῦ μεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλ' ὡς θεῷ τῷ δοκιμάζοντι τὰς
7.4.12
καρδίας ἡμῶν», καὶ πάλιν «κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦ μεν». μετὰ γὰρ
7.4.13
τοσούτου πόθου ὀφείλουσιν οἱ Χριστιανοὶ περὶ τὰ «κρείττονα» καὶ «μείζονα» τοῦ
7.4.14
πνεύματος «χαρίσματα» ἐπείγεσθαι, ἀκορέστως ἔχοντες περὶ τὸν οὐράνιον πλοῦτον καὶ
7.4.15
οὕτω πεινᾶν καὶ διψᾶν «τὴν δικαιοσύνην», ἥτις ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος ἀγάπη
7.4.16
«τοῦ πνεύματος», εἰς ἣν ὁ μακάριος Παῦλος παραινεῖ καὶ προτρέπεται τοὺς ἐν μεγάλοις
7.4.17
χαρίσμασιν ὄντας μὴ ἐναπομένειν ἐν οἷς κέκτηνται τοῦ πνεύματος δωρήμασιν, ἀλλ'
7.4.18
ἐκεῖνο σπουδάσαι διὰ πάσης δεήσεως κτήσασθαι, ὅθεν οὐκέτι πεσεῖν δυνατόν, ὅπερ
7.4.19
ἐστὶν ἡ τελεία καὶ ἄτρεπτος «τοῦ πνεύματος» ἀγάπη, ἥτις πάντα τὰ χαρίσματα ἐν ἑαυτῇ
7.4.20
κέκτηται, μᾶλλον δὲ αὐτὴ ὁμοῦ «καθ' ὑπερβολὴν» ὁδὸς ὑπὸ τοῦ ἀποστόλου τοῖς
7.4.21
μαθηταῖς ἀποκαλυφθεῖσα. τοῖς γὰρ ἐν τοιούτοις καταντήσασι μέτροις καὶ τὰ πάθη τῆς
7.4.22
κακίας κατήργηται (καθὼς εἴρηται· «ἡ ἀγάπη» «οὐ ζηλοῖ», «οὐ φυσιοῦται, οὐκ
7.4.23
ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς», «οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς) καὶ ἡ ζῶσα πηγὴ
7.4.24
τοῦ πνεύματος ἐκ τῆς ἀβύσσου τῆς θεότητος ἐν αὐτοῖς ἀπαύστως καὶ ἀδιαλείπτως
7.4.25
βρύει, καθὼς εἴρηται· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ» «γενήσεται ἐν αὐτῷ
7.4.26
πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», εἰς ἐπουράνια μυστήρια «ἄρρητα»
7.4.27
ἁρπάζουσα πάντοτε τὸν νοῦν καὶ πτεροῦσα «ἀπὸ δόξης εἰς δόξαν», ἀπὸ αἰώνων εἰς
7.4.28
αἰῶνας, ἀπὸ μυστη ρίων εἰς μυστήρια, ἀπὸ δυνάμεων εἰς δυνάμεις, ἀπὸ ἀναπαύσεων εἰς
7.4.29
ἀναπαύσεις ἀνεκδιηγήτους, ἀπὸ ἀρετῶν εἰς ἀρετάς, ἀπὸ ὑπερκοσ μίων φώτων εἰς
7.4.30
ὑπερουράνια φῶτα.
7.5.1
Καὶ τὸ ὅλον περὶ τὰ θεῖα καὶ κρείττονα ἀσχολουμένη ἡ τῆς τοιαύ της ψυχῆς
7.5.2
διάνοια εὑρίσκεται ἐκκαιομένη πνευματικῷ ἔρωτι καὶ ἐπι θυμίᾳ κρείττονι ἐπὶ τὰ
7.5.3
ἐνδοξότερα καὶ φωτεινότερα κάλλη τοῦ πνεύ ματος, ἀκορέστῳ πόθῳ «τετρωμένη» περὶ
7.5.4
τὸν ἐπουράνιον νυμφίον καί, ἵν' οὕτως εἴπω, κατασπαταλῶσα λοιπὸν τῶν ἐλαττόνων
7.5.5
περὶ τὰ
7.5.6
κρείττονα καὶ μείζονα τὴν ἐπιθυμίαν ἔχει τὰ μηκέτι μήτε λόγῳ ῥηθῆναι
7.5.7
δυνατὸν μήτε ἐννοίᾳ ἀνθρωπίνῃ ἐλλαμφθῆναι. καὶ οὕτως ἐστίν, ὥσπερ βασιλέως† υἱὸς
7.5.8
ἢ θυγάτηρ† κατασπαταλῶσα τῶν γονέων τὰ τίμια ἀποβάλλει καὶ τὰ τιμιώτερα ἐπιζητεῖ,
7.5.9
ὑπόθου ἀντὶ ἀργυρῶν δίσκων χρυσοῦς ἐπιζητεῖ, ἀντὶ λαμπρῶν ἐνδυμάτων καὶ τιμίων
7.5.10
ὁλο σηρικῶν διάλιθα καὶ χρυσοϋφῆ ἐπιλέγεται, ἀντὶ παλαιοῦ οἴνου καὶ χρηστοῦ
7.5.11
προπάλαιον καὶ τιμιώτερον ἐπιθυμεῖ, αὐτὰ τὰ τίμια τῇ ἐπι θυμίᾳ τῶν κρειττόνων
7.5.12
ἐξευτελίζει καὶ ὥσπερ χυδαΐζει ἐπιζητοῦσα τὰ βελτίονα παρὰ τῶν γονέωνοὕτως αἱ
7.5.13
βασιλικαὶ ὄντως ψυχαὶ αἱ τοῦ βασιλικοῦ καὶ ἡγημονικοῦ πνεύματος τυχεῖν
7.5.14
καταξιωθεῖσαι καὶ ἄτρεπτον τὴν τῆς ἀγάπης δύναμιν ἐν ἑαυταῖς δεξάμεναι καὶ τελείῳ
7.5.15
ἔρωτι πρὸς τὸν ἐπουράνιον νυμφίον τετρωμέναι οὐκέτι περὶ τὰ πάθη τῆς κακίας
7.5.16
ἠσχόληνται. πολλῷ γὰρ πόνῳ καὶ τόνῳ καὶ χρόνῳ καὶ τελείῳ ἀγῶνι διὰ πίστεως
7.5.17
τούτων ὑπὸ τοῦ πνεύματος ἐλυτρώθησαν καὶ ἡρπαγμέναι εἰσὶ πάντοτε εἰς ἐπουράνια
7.5.18
μυστήρια τοῦ πνεύματος καὶ εἰς τὰ διάφορα κάλλη τῆς θεότητος ἀπησχόληνται, τὰ
7.5.19
κρείττονα καὶ μεί ζονα ἐν πολλῇ ἐπιθυμίᾳ ἐπιζητοῦσαι. ἔχει γὰρ διάφορα καὶ
7.5.20
πολυποίκιλα κάλλη ἄρρητα καὶ ἀνεννόητα ἡ τοῦ πνεύματος θεότης, ἅπερ εἰς τέρψιν
7.5.21
καὶ χαρὰν καὶ ζωὴν καὶ ἀνάπαυσιν ταῖς ἀξίαις ψυχαῖς ἐπιδείκνυται εἰς τὸ πάντοτε
7.5.22
σφοδροτέρῳ καὶ ἐμπυρεστέρῳ ἔρωτι πρὸς τὸν ἐπου ράνιον νυμφίον τὴν ἁγίαν ψυχὴν
7.5.23
τιτρωσκομένην μηκέτι τὰ ἐπὶ γῆς περιβλέπεσθαι, ἀλλὰ ὅλην ἐξ ὅλου τῷ πόθῳ πρὸς
7.5.24
αὐτὸν ἀσχολεῖσθαι.
7.6.1
Οὐκ ὀφείλει τοίνυν ψυχὴ Χριστιανὴ ἡ χάριτος μέτοχος γεναμένη
7.6.2
ἐναπομένειν καὶ ἐμπληροφορεῖσθαι ὡς «ἤδη» τι καταλαβοῦσα, ἀλλὰ πρὸς τὸν
7.6.3
προειρημένον σκοπὸν τοῦ ἀποστόλου ἀφορῶσα σπεύδειν πάν τοτε ἀγῶνι καὶ πόνῳ
7.6.4
πολλῷ διὰ πίστεως τυχεῖν τῆς ἐπηγγελμένης τοῦ πνεύματος τελείας ἀγάπης, ἥτις «ἔξω
7.6.5
βάλλει τὸν φόβον», καθὼς Ἰωάννης εἴρηκε, καὶ πεινᾶν καὶ διψᾶν πάντοτε χρὴ «τὴν
7.6.6
δικαιοσύνην» καὶ ὡς ἀρχομένη πάντοτε οὕτως ἐν ἑαυτῇ διακεῖσθαι διὰ «τὸν ὑπερ
7.6.7
βάλλοντα» τοῦ πνεύματος «πλοῦτον» τὸν τοῖς πιστεύουσιν ἐπηγγελμένον, ἵνα οὕτως
7.6.8
ἔχουσα ἡ εὐλαβὴς ψυχὴ περὶ τὴν πολλὴν τῶν κρειττόνων ἐπιθυμίαν καὶ ἃ κέκτηται
7.6.9
καλὰ οὐκ ἀπόλλυσιν, ἀλλὰ καὶ ἃ μηδέπω ἔχει ἐκεῖνα προσλαμβάνει. οὐχ ὡς μίσθιος γὰρ
7.6.10
ἢ «δοῦλος» καιροσκοπεῖν ὀφείλει ἐπὶ τῷ καμάτῳ ὑποστελλόμενος ὁ Χριστιανός, ἀλλ'
7.6.11
ὡς «υἱὸς καὶ κληρονόμος» ἐν πάσῃ εὐνοίᾳ καὶ προθυμίᾳ τῷ πατρὶ ἕως τέλους
7.6.12
δουλεύσας, τῶν πατρικῶν ὑπαρχόντων οὕτως ἔσται κληρονόμος. πάν τες γὰρ ἐν τῷ
7.6.13
αἰῶνι τούτῳ ζωῆς δοκοῦσιν ἐναπολαύειν ἀπὸ βασιλέως ἕως ἐπαίτου καὶ ἕκαστος
7.6.14
πληροφορεῖται ὅτι ζῇ, ἀλλ' ἐὰν συγκρίνῃς τὴν ζωὴν καὶ τὴν τρυφὴν τῶν πλουσίων
7.6.15
πρὸς τὴν τῶν πενήτων, πολλὴν διαφορὰν εὑρήσεις. κατὰ γὰρ τὴν ἀπόλαυσιν τῆς
7.6.16
τρυφῆς τῶν διαφόρων ἐδεσμάτων καὶ οἴνου διαφόρου καὶ ἐνδυμάτων διαφόρων
7.6.17
χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν κτημάτων συγκρίνων τὸν πένητα τῷ πλουσίῳ
7.6.18
εὑρήσεις τοῦτον πρὸς ἐκεῖνον νεκρόν· ὁ γὰρ πλούσιος χρυσὸν μόνον μετὰ χεῖρας
7.6.19
ψηλαφᾷ καὶ νομίσματα ἀριθμεῖ ὁ δὲ πένης καὶ χαλκοῦν νουμμίον ἐὰν εὕρῃ ἐν κοπρίᾳ
7.6.20
οὐκ ἐπαισχύνεται κύψαι καὶ λαβεῖν αὐτὸ διὰ τὴν ἔνδειαν τὴν πολλήν. ἐὰν οὖν
7.6.21
συγκρίνῃς τὴν τοῦ πένητος πρὸς τὸν πλούσιον ζωήν, εὑρήσεις ὡς μὴ οὖσαν παρὰ
7.6.22
οὖσαν, καὶ ὡς νεκρὸν παρὰ ζῶντα. οὕτως καὶ εἰς τὸ πνευματικόν. πάντες Χριστιανοὺς
7.6.23
νομίζουσιν ἑαυτοὺς εἶναι διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ἢ καὶ δι' ὀλίγας
7.6.24
τινὰς ἀρετάς, ἀλλὰ οἱ ἀληθινοὶ Χριστιανοὶ ὀλίγοι εἰσίν, οἱ πνεύματι ἁγίῳ πλούσιοι, οἱ
7.6.25
ταῖς διαφόροις τρυφαῖς τῆς χάριτος ἐναπολαύοντες, οἱ τῷ οὐρανίῳ πόθῳ τοῦ πνεύ
7.6.26
ματος εὐφραινόμενοι, οἱ τοῖς διαφόροις τῶν χαρισμάτων οὐρανίοις ἐνδύμασιν τὴν
7.6.27
ψυχὴν κεκοσμημένοι, οἱ οὐχ ὁμολογίᾳ καὶ ψιλῇ πίστει ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ
7.6.28
πνεύματος τὸν Χριστιανισμὸν κεκτημένοι, οἱ τὸν οὐράνιον χρυσὸν (τουτέστι τὴν τῶν
7.6.29
μυστηρίων τοῦ πνεύματος γνῶσιν καὶ διήγησιν) μετὰ χεῖρας τῆς ψυχῆς ἀδιαλείπτως τῷ
7.6.30
νῷ ψηλαφῶντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ Χριστιανοί. ἐὰν γὰρ συγκρίνῃς τὴν τοῦ νοὸς
7.6.31
αὐτῶν διαγωγὴν καὶ ζωὴν τῆς ψυχῆς πρὸς τὴν ἐκείνων, εὑρήσεις πολλὴν διαφορὰν ὡς
7.6.32
ζώντων πρὸς νεκρούς. ἐκεῖνοι γὰρ ἐν τῇ δεινῇ πενίᾳ τοῦ ἐγκοσμίου πνεύματος ὄντες
7.6.33
καὶ τῆς δυνάμεως τοῦ οὐρανίου πλούτου ἐστερημένοι καὶ ὑπὸ τῶν παθῶν τὸν νοῦν
7.6.34
συγκεχυμένοι μόλις
7.6.35
κἂν ἕνα λογισμὸν καλὸν ἀπὸ πολλῶν κακῶν εὑρίσκοντες ἐν
7.6.36
ἑαυτοῖς ἀναπαύονται τῇ πενίᾳ διοικούμενοι καὶ ἐνδύμασι λιτοῖς ἀρετῶν μικρῶν
7.6.37
πληροφοροῦνται τὰ διάφορα μὴ ἔχοντες τοῦ πνεύματος ἐν ταῖς θείαις ἀρεταῖς
7.6.38
ἐνεργήματα, ὡς καὶ ὁ κύριος πολλὴν τὴν διαφορὰν ἐφανέρωσε τῶν ἀληθινῶν
7.6.39
προσκυνητῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν πολλῶν τῶν δοκούντων προσκυνεῖν
7.6.40
ἐπιπολαίῳ καὶ ἐξωτέρᾳ προσκυνήσει, μὴ «ἐν
7.6.41
πνεύματι» δὲ «καὶ ἀληθείᾳ»
7.6.42
προσκυνούντων, εἰπών· «ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ
7.6.43
προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ
7.6.44
τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι
7.6.45
καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τοὺς ἐπουρανίους παλατινοὺς καὶ ἐν πνεύματι πλουσίους
7.6.46
ἀπὸ τῶν ἐν πενίᾳ δεινῇ τῆς ἁμαρτίας διακρίνων, οἵτινες διὰ τὴν ὁμολογίαν τῆς εἰς
7.6.47
Χριστὸν πίστεως ζῆν δοκοῦσιν, οὐ μέντοι τὴν πλουσίαν ζωὴν τῆς ἐν δυνάμει τοῦ
7.6.48
πνεύματος ἐνεργείας κεκτημένοι.
7.7.1
Ὥσπερ γὰρ τὴν εἰκόνα τοῦ σώματος πάντες μὲν ἔχουσιν, ἀλλ' οἱ μὲν ὑγιῆ
7.7.2
καὶ ἀσινῆ αὐτὴν κέκτηνται, οἱ δὲ νοσερὰν ἢ καὶ τετραυ ματισμένην. ἀλλὰ καὶ ἐν αὐτοῖς
7.7.3
τοῖς πάθεσιν τοῦ σώματος πολλή τις διαφορὰ τυγχάνει· οἱ μὲν γὰρ προφανῶς τραύματα
7.7.4
ἔχοντες ἀλγοῦσιν, οἱ δὲ τραύματα πρόδηλα μὴ ἔχοντες ψυγμὸν δεινὸν ἐν τῷ σώματι
7.7.5
ἔχουσιν ὥστε μηδὲ κινεῖσθαι δύνασθαι καὶ κατὰ μὲν τὸ ὁρώμενον ὡς ὑγιὲς εἶναι δοκεῖ
7.7.6
τὸ σῶμα, κατὰ δὲ τοὺς πόνους καὶ τὴν κίνησιν τῆς ἐργασίας πολὺ χεῖρον αὐτοῦ ἐστι καὶ
7.7.7
δυσθεράπευτον πάθος τοῦ προ δήλως πεπληγμένου. ἐκεῖνος φανερὰ ἔχων τὰ τραύματα,
7.7.8
ἐὰν ἔλθῃ πρὸς τὸν ἰατρόν, ταχύτερον ἐκείνου θεραπείας ἀξιοῦται. καὶ πάντα δὲ τὰ
7.7.9
κρύφια τοῦ σώματος πάθη τῶν προδήλων χείρονα τυγχάνει καὶ δυσ θεράπευτα. οὕτω
7.7.10
καὶ οἱ Χριστιανοί. πολλοὶ νομίζονται ὑγιεῖς εἶναι (τουτέστι πνευματικοὶ) διά τινας
7.7.11
ἐπιπολαίους καὶ σωματικὰς ἀρετάς, ἔσωθεν δὲ δεινοῖς πάθεσι κρυφίοις κεκράτηνται·
7.7.12
καὶ ἄλλοι προδήλοις ἁμαρτήμασιν ἐνεχόμενοι καὶ παρὰ τοῖς πολλοῖς ὡς ἀδόκιμοι καὶ
7.7.13
ἀπό βλητοι ὄντες (ὥσπερ τῷ Φαρισαίῳ «ὁ τελώνης»), ἐὰν ἐπιστρέψωσι πρὸς τὸν
7.7.14
ἀληθινὸν ἰατρὸν Χριστόν, προσεγγίζοντες αὐτῷ ταχυτέραν τὴν ἴασιν
7.7.15
παρὰ τοὺς
7.7.16
προειρημένους δέχονται (ὃν τρόπον ὁ τελώνης παρὰ τὸν Φαρισαῖον, «κατέβη», γάρ
7.7.17
φησιν, «δεδικαιωμένος»)· οὐκ εἰσὶ γὰρ οὕτω «κατὰ τὸν ἔσω ἄνθρωπον» ὡς οἱ κρυπτοῖς
7.7.18
πάθεσι πεπληγμένοι, οἷον ἢ οἰήσει ἢ ἐπάρσει ἢ φυσιώσει ἢ ἀπιστίᾳ ἢ ὑπερηφανίᾳ ἢ
7.7.19
δοκήσει ἢ ὑποκρίσει ἢ κενοδοξίᾳ ἢ δειλίᾳ ἢ αἰσχροῖς λογισμοῖς καὶ τοῖς ὁμοίοις.
7.7.20
«ἄνθρωπος», γάρ φησιν, «ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν». πλὴν τὸ
7.7.21
ζητούμενόν ἐστιν, ἵνα καὶ ἔξωθεν καὶ ἔσωθεν ὑγιὴς εὑρεθῇ ὁ ἄνθρωπος διὰ τῆς θείας
7.7.22
χάριτος καὶ τοῦ ἰδίου αὐτεξουσίου ἀγῶνος, καὶ τότε κληρονόμος τῆς βασιλείας
7.7.23
γενέσθαι καταξιοῦται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀιῶνας τῶν
7.7.24
αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note