Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 8 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Αὕτη ἐστὶν «ἡ καινὴ διαθήκη», οὗτός ἐστιν ὁ «νόμος τοῦ πνεύματος», ὁ ἐν
8.1.2
«καρδίαις» ἐγγραφόμενος, ὁ προκεκηρυγμένος ὑπὸ τῶν προφητῶν, ἐν τούτῳ τῷ νόμῳ
8.1.3
καρποφορεῖ ἡ ψυχὴ καρποὺς «δικαιοσύνης» καὶ ζῇ ἐν θεῷ ζωὴν αἰώνιον. εἴ τις οὖν οὐκ
8.1.4
ἐδέξατο τὴν χάριν παρὰ τοῦ θεοῦ καὶ εἴ τις οὐκ ἤλπισε καὶ ἔλαβε «τὴν δωρεὰν τοῦ
8.1.5
ἁγίου πνεύματος», ἠθέτησε «τὴν βουλὴν τοῦ θεοῦ» καὶ ἠρνήσατο ἔργῳ πάσας τὰς
8.1.6
γραφάς. εἰ γὰρ ἐνέργειαν οὐκ ἐδέξατο, φαντάζεται ὑπὸ λογισμῶν, τῆς ἐπουρανίου
8.1.7
ἐκκλησίας τῶν «πρωτοτόκων» ἀλλότριος ὤν, τοῖς «πνεύμασι» τῶν «δι καίων καὶ
8.1.8
τετελειωμένων» οὐκ ἐκοινώνησεν, τῆς «ἄνω Ἰερουσαλὴμ» οὐκ ἐγένετο. οὗτος οὐ
8.1.9
προσεκύνησε «τῷ πατρὶ ἐν πνεύματι καὶ ἀλη θείᾳ». ἐν ᾧ γὰρ οὔκ ἐστιν ὁ θεὸς κατοικῶν,
8.1.10
οὗτος οὐδὲ ἔγνωκε τὸν θεόν· «αὕτη» γάρ «ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσι σὲ τὸν
8.1.11
μόνον ἀληθινὸν θεόν». «τὸ» γὰρ «γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» καὶ
8.1.12
«ἡ γέννησις τοῦ θεοῦ» φυλάσσει «αὐτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ». οὗτοι δὲ
8.1.13
βούλονται χωρὶς θεμελίου στέγην ἐπιθεῖναι τῷ οἴκῳ. χωρὶς μητρὸς υἱὸς οὐ γεννᾶται
8.1.14
καὶ χωρὶς κοινωνίας τέκνον οὐ γίνεται, οὕτω καὶ χωρὶς τῆς γεννήσεως τῆς ἐκ τοῦ
8.1.15
πνεύματος τοῦ ἁγίου υἱὸς θεοῦ οὐδεὶς γίνεται, υἱὸς δὲ θεοῦ μὴ ὢν εἰς ζωὴν αἰώνιον
8.1.16
οὐκ εἰσέρχεται. «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ
8.1.17
θεοῦ». οἶκος γὰρ
8.1.18
οἰκοδομούμενος θεμελίου χρῄζει. οὐχὶ ἁπλῶς «ἐπὶ τὴν ἄμμον» τις οἰκοδομεῖ ἀλλὰ
8.1.19
πρῶτον πᾶσαν ἄμμον ἀνορύσσει καὶ βαθύνει καὶ οὕτω τίθησιν «ἐπὶ τὴν πέτραν» τὸν
8.1.20
θεμέλιον, ἵνα δια μείνῃ ἀσάλευτος ἐρχομένων τῶν χειμώνων καὶ ἀνέμων καὶ τῶν κλυ
8.1.21
δώνων καὶ τῶν ποταμῶν· οἱ δὲ ἁπλῶς ἐπὶ ἄμμον οἰκοδομοῦντες μάτην κοπιῶσιν,
8.1.22
εὐθέως γὰρ πίπτει καὶ καταστρέφεται ἡ οἰκία. οὕτω καὶ ψυχὴ φιλαλήθης βουλομένη
8.1.23
τὴν οἰκίαν αὐτῆς οἰκοδομῆσαι κατὰ τὸν τοῦ κυρίου λόγον οὐκ οἰκοδομεῖ «ἐπὶ τὴν
8.1.24
ἄμμον» τῶν πονηρῶν δια λογισμῶν τῆς ἁμαρτίας, ἀλλὰ ὀρύσσει καὶ βαθύνει τοὺς
8.1.25
ἀμμώδεις καὶ κακοὺς διαλογισμοὺς τῆς πονηρίας ὅσον δυνατὸν αὐτῇ ἐκκόπτουσα, ἕως
8.1.26
οὗ εὕρῃ λογισμοὺς στερεοὺς τοῦ Χριστοῦ τῆς πίστεως ἀσαλεύτους, ἕως οὗ εὕρῃ τὸν
8.1.27
Χριστόν, τὴν ἀληθινὴν πέτραν, εἰς ἣν «πύλαι ᾅδου οὐ κατισχύουσιν». καὶ οὕτως
8.1.28
ἐποικοδομεῖ διὰ τῆς ἀγαθῆς πολιτείας ἔχουσα καρδίαν καθαράν, συνείδησιν ἀγαθήν,
8.1.29
πίστιν ἀνυπόκριτον κατὰ τὸν ἀπόστολον, καὶ οὕτω συμπληροῖ τὴν οἰκοδομὴν τοῦ
8.1.30
οἴκου τοῦ θεοῦ τὴν πνευματικὴν ἔσωθεν οὖσαν καθαρὰν καὶ ἔξωθεν πολὺ μᾶλλον
8.1.31
καθαράν. τὸ πρὶν γὰρ πρὸ τοῦ ἀποκαλυφθῆναι τοῦτο τὸ μυστήριον τοῦ πνεύματος τοῦ
8.1.32
Χριστοῦ καὶ πρὸ τῆς ἐλεύσεως καὶ ἐπιφανείας αὐτοῦ ὅλος ὁ καλλωπισμὸς τῆς
8.1.33
δικαιοσύνης ἔξωθεν ἦν, καὶ ὁ νόμος καὶ ἡ περιτομὴ καὶ ὁ καθαρισμὸς καὶ αἱ θυσίαι καὶ
8.1.34
αἱ προσφοραὶ καὶ αἱ λατρεῖαι. ἐξ οὗ δὲ «ἐπεφάνη» ὁ «σωτήριος» λόγος τοῦ Χριστοῦ καὶ
8.1.35
ἔδωκε τὸ πνεῦμα τὸ ἅγιον εἰς τὰς καρδίας τῶν ἀνθρώπων, τὸν λόγον τὸν ἐν μέλανι μὴ
8.1.36
γραφόμενον, πάντα ἔσωθεν εὑρίσκεται, καὶ λατρεία ἔσωθεν ἀπὸ συνειδήσεως καθαρᾶς
8.1.37
καὶ θυσίαι ἔσωθεν (φησὶ γὰρ ὁ ψαλμῳδός· «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή»)
8.1.38
καὶ ἁπαξαπλῶς ἡ ἔνδον ζητεῖται καθαρότης καὶ ὁ καλλωπισμὸς τῆς ψυχῆς καὶ οὕτω
8.1.39
δύναται καὶ τὸ ἔξωθεν ἐξ ἀληθείας εἶναι καθαρόν, ὡς φησὶν ὁ κύριος· «Φαρισαῖε
8.1.40
τυφλέ», «τὸ ἔσωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος πλῦνον», «ἵνα» «καὶ τὸ ἔξωθεν» ᾖ
8.1.41
«καθαρόν». «ὁ» γὰρ «ποιήσας τὸ ἔσωθεν καὶ τὸ ἔξωθεν ἐποίησεν». εἰ γὰρ τὸ πρὶν οἱ
8.1.42
ἄνθρωποι μὴ ἔχοντες τὸν
8.1.43
ἔσωθεν καθαρισμὸν διὰ τῆς δικαιοσύνης τοῦ νόμου
8.1.44
ἐκαλλωπίζοντο, πόσῳ μᾶλλον, ὅταν ἡ ψυχὴ καθαρισθῇ ἐκ τοῦ σκότους ἔχουσα ἐν
8.1.45
ἑαυτῇ τὸν ἀληθινὸν Χριστόν, ἐξ ἀληθείας καὶ τὸ σῶμα ἡγίασται καὶ κεκαλλώπισται.
8.2.1
{{Μαργαρίτης μέγας καὶ πολύτιμος καὶ βασιλικός, ὁ εἰς διάδημα βασιλικὸν
8.2.2
προχωρῶν, βασιλέως μόνου χρῄζει, καὶ βασιλεὺς μόνος δύ ναται τὸν μαργαρίτην
8.2.3
τοῦτον φορεῖν, ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. οὕτω
8.2.4
καὶ ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος καὶ γένος ἐπουράνιον
8.2.5
καὶ βασι λικὸν γένηται καὶ τέκνον θεοῦ (κατὰ τὸ γεγραμμένον· «ὅσοι δὲ ἔλαβον αὐτόν,
8.2.6
ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»), τὸν ἐπουράνιον καὶ πολύτιμον
8.2.7
μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ἥτις ἐστὶν ὁ κύριος, οὐ δύναται
8.2.8
φορέσαι, βασιλείας μὴ γεννηθεὶς υἱός. οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὸν μαργαρίτην
8.2.9
συζήσουσι καὶ συμβασι λεύσουσι τῷ Χριστῷ εἰς τοὺς ἀιῶνας· οὕτω γὰρ εἶπεν ὁ
8.2.10
ἀπόστολος· «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ
8.2.11
ἐπουρανίου»}}. Χριστὸς ἐστὶν ὁ ἐν ψυχῇ φορούμενος ἐν φωτὶ ἀρρήτῳ μόνον τοῖς
8.2.12
φοροῦσιν αὐτὸν ἐξ ἀληθείας γινωσκόμενος καὶ ὁρώμενος τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς·
8.2.13
ἀμυήτῳ δὲ «τὰ τοῦ πνεύματος» γνῶναι ἀδύνατον ἢ μόνον πίστιν δέξασθαι, ἕως οὗ καὶ
8.2.14
ἐν αὐτῷ γένηται ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ, καὶ τότε τῇ πείρᾳ ἐξ ἀληθείας
8.2.15
γινώσκει τὴν χρηστότητα τοῦ κυρίου. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὸ γένος τῶν
8.2.16
ἀνθρώπων καὶ μετόχους τῆς οὐσίας αὐτοῦ εἶναι καταξιώσαντι. λέγει γὰρ Πέτρος· «ἵνα»
8.2.17
«γένησθε θείας κοινωνοὶ φύσεως». τοιούτων οὖν ἀγαθῶν καὶ θείων χαρισμάτων
8.2.18
ἐπηγγελμένων σπουδάσωμεν καὶ ἡμεῖς καὶ παρακαλέσωμεν, ἵνα μέτοχοι γενώμεθα,
8.2.19
καθὼς καὶ ὁ ἀπόστολος εἶπε· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς
8.2.20
ἐν ὑμῖν». οὐαὶ ὅστις οὐκ ἐζήτησε καὶ εὗρε τὰ πνευματικὰ καὶ ἄρρητα ἀγαθά, ὅτι ὁ μὴ
8.2.21
γεννηθεὶς ἐκ πνεύματος εἰς «βασιλείαν» εἰσελθεῖν οὐ δύναται· ὁ γὰρ κύριος οὕτως
8.2.22
ἀπεφήνατο .
8.3.1
Ἐξ ἀρχῆς ὁ ἄνθρωπος πλασθεὶς ὑπὸ τῶν τοῦ θεοῦ χειρῶν ἦν ἐν καθαρότητι
8.3.2
καὶ ἡμερότητι πολλῇ, ὅτε δὲ παρέβη τὴν ἐντολὴν τοῦ θεοῦ, ὑπὸ τὴν ἀπόφασιν γέγονεν,
8.3.3
βασιλευθεὶς ὑπὸ τοῦ πονηροῦ συναπηγρι ώθη τοῖς θελήμασιν αὐτοῦ, καὶ πᾶν τὸ ἐξ
8.3.4
αὐτοῦ γένος βασιλευθὲν ἐν ἀγριότητι καὶ ἐρημίᾳ ἐξητάσθη, μὴ ὑποτασσόμενον τῷ ζυγῷ
8.3.5
τῆς δικαιοσύνης. ὅθεν ὑπὸ τοῦ λόγου τῆς ζωῆς ἀνακαλούμενος ἐν συνη θείᾳ
8.3.6
ἀγριότητος τυγχάνων δυσχερῶς ἐπανέρχεται ἐπὶ τὸν ἥμερον καὶ χρηστὸν ζυγόν. ὃν
8.3.7
τρόπον βοῦς αἰρόμενος ἀπὸ ἀγρίας ἀγέλης εἰς τὸ ὑπεισελθεῖν ζυγῷ καὶ ἀροτριάσαι τὴν
8.3.8
γῆν πρῶτον μὲν ἀγριαίνεται καὶ ἀπεχθῶς ἔχει πρὸς τὸν ζυγόν, ἐπὰν δὲ γυμνασθῇ καὶ
8.3.9
δαμασθῇ ὑπὸ τοῦ ζευγηλάτου, κατ' ὀλίγον σὺν τῷ ἐργάτῃ βοΐ, τὸ λοιπὸν ἄνευ ἀνάγκης
8.3.10
προθύμως προσέρχεται τῷ ζυγῷ ἐμπονῶν τῇ γῇοὕτω καὶ ἡ ψυχὴ ἡ πιστεύουσα τῷ θεῷ
8.3.11
ἔτι ὑπὸ τὴν ἁμαρτίαν κρατουμένη καὶ ἔρημος οὖσα ἀγριαίνει πρὸς τὸν ἀληθινὸν ζυγόν,
8.3.12
συζευγνυμένη δὲ μετὰ ἁγίων ψυχῶν τῶν τὸ ἔργον τῆς ἀληθινῆς γῆς καλῶς εἰδότων
8.3.13
ἐργάζεσθαι, λοιπὸν ὑπὸ τῆς χάριτος τοῦ πνεύματος ἡμεροῦται καὶ ὁδηγεῖται εἰς
8.3.14
ἀλήθειαν κατ' ὀλίγον, ἕως οὗ παντελῶς ἡμερωθῇ, καὶ λοιπὸν τὸν χρηστὸν ζυγὸν τοῦ
8.3.15
κυρίου ἡδέως ἀναλαμβάνει ἐργαζομένη τὴν γῆν τῆς καρδίας, ἵνα ποιήσῃ καρποὺς «τοῦ
8.3.16
πνεύματος», κεντουμένη καὶ μαστιζομένη ὑπὸ τῶν πικρῶν πειρασμῶν μᾶλλον εἰς τὸ
8.3.17
ἔργον τὸ θεϊκὸν ἀόκνως καὶ σπουδαιοτέρως ἐργάζεται. ἢ πάλιν {{ὥσπερ ἵππος ἐν
8.3.18
ἀγέλαις πελάζεται καὶ ἐν ἐρημίαις μετὰ ἀγρίων θηρίων ἔχων τὴν δίαιταν ἄγριος καὶ
8.3.19
ἀνυπότακτός ἐστι τοῖς ἀνθρώποις, εἶτα λαμβάνεται ἀπὸ τῆς ἀγρίας ἀγέλης καὶ πρῶτον
8.3.20
βασανίζεται ποικίλως, ἕως οὗ τὸ ἄγριον αὐτοῦ ἡμερωθῇ καὶ περιτιθέασιν αὐτῷ βαρὺν
8.3.21
χαλινόν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν, καὶ γυμνάζεται ὑπὸ ἐμπείρου
8.3.22
καθιστοῦ, ἵνα ἐν πολέμῳ εὔχρηστος γένηται. εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα ἢ θώρακα ἢ
8.3.23
κατάφρακτα καὶ τὰ ἑξῆς, καὶ πρῶτον τὸν χαλινὸν κρεμῶσιν καὶ συσσείουσι κατέναντι
8.3.24
τῶν ὀφθαλμῶν αὐτοῦ εἰς τὸ συνεθισθῆναι καὶ μὴ ἀποπτυρῆναι. καὶ οὕτω διδασκόμενος
8.3.25
ὑπὸ τοῦ ἐπιβάτου μανθάνει πολεμεῖν ἐχθροῖς (χωρὶς γὰρ ἐπιβάτου καὶ θώρα κος ἵππος
8.3.26
πολεμεῖν οὐ δύναται)· ἐπὰν δὲ μάθῃ καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ ἢ
8.3.27
ἀκούσῃ φωνῶν «πολέμου», αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθρούς, ὥστε καὶ ἀπ'
8.3.28
αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιεῖν τοῖς πολεμισταῖς. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ
8.3.29
τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος ἐν ἐρημίᾳ τοῦ κόσμου πελα ζομένη μετὰ
8.3.30
τῶν θηρίων, τῶν πνευμάτων «τῆς πονηρίας», τὴν δια κονίαν ἐν τῇ ἁμαρτίᾳ ἔχουσα ζῇ.
8.3.31
ὅταν δὲ ἀκούσῃ λόγον θεοῦ καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ πνεύματος
8.3.32
ἀποτίθεται τὸ ἄγριον ἦθος καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου
8.3.33
Χριστοῦ. εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν καὶ στενοχωρίαν εἰσέρχεται εἰς τὸ δοκι
8.3.34
μασθῆναι αὐτήν, ἵνα κατ' ὀλίγον ἡμερωθῇ διὰ τοῦ πνεύματος, ἐκλει πούσης καὶ
8.3.35
ἀφανιζομένης κατ' ὀλίγον τῆς ἐν αὐτῇ ἁμαρτίας καὶ οὕτως ἐνδυομένη ἡ ψυχὴ «τὸν
8.3.36
θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς
8.3.37
πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος» διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτῆς,
8.3.38
καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ κυρίου πνεύματι ἀγωνίζεται «πρὸς τὰ πνευματικὰ τῆς
8.3.39
πονηρίας» καὶ «τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ» σβέννυσι. χωρὶς γὰρ τῶν τοῦ
8.3.40
πνεύματος ὅπλων οὐκ ἀναιρεῖται ἡ ἁμαρτία, ἔχουσα δὲ τὰ ὅπλα τοῦ κυρίου ἡ ψυχή,
8.3.41
ὅταν ἀκούσῃ καὶ αἴσθηται τῶν σφοδρῶν πολέμων, «ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκ
8.3.42
πορεύεται» (καθὼς ἐν τῷ Ἰὼβ εἴρηται), ὅτι καὶ ἀπὸ «τῆς φωνῆς τῆς δεήσεως» αὐτῆς
8.3.43
προσπίπτουσιν οἱ ἐχθροί, καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ πνεύματος τὸν
8.3.44
πόλεμον νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παρρησίας πολλῆς, καὶ οὕτω
8.3.45
συνάπτεται τῷ ἐπου ρανίῳ βασιλεῖ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.}}

Intertext edge

Open linked passage

Note