Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 1 22 & 24 27
Macarius of Egypt27 9 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος «Χριστοῦ» πιστεύων
9.1.2
γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ
9.1.3
προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακρο θυμίας καὶ ὑπομονῆς δραξάμενος
9.1.4
ὀφείλει τὰς ἀπαντώσας διαφόρους θλίψεις στενοχωρίας τε καὶ ἀνάγκας γενναίως
9.1.5
ὑποφέρειν εἴτε σω ματικὰς νόσους καὶ πάθη εἴτε ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις εἴτε
9.1.6
ἀοράτους θλίψεις διαφόρους τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονη ρῶν πνευμάτων
9.1.7
πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ
9.1.8
ἀνυπομονησίαν ἄγειν βουλομένων,
9.1.9
κατ' οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος
9.1.10
ἑκάστην ψυχὴν δοκιμασ θῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ψυχαὶ αἱ ἐξ
9.1.11
ὅλης καρδίας ἀγαπῶσαι τὸν κύριον καὶ δι' αὐτὸν πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ
9.1.12
πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε
9.1.13
τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν
9.1.14
δυνήσονται πάντα πει ρασμόν· οὕτω γὰρ τῆς ἐπαγγελίας «τοῦ πνεύματος»
9.1.15
ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίστανται. ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ
9.1.16
κυρίου ἐξακολουθοῦσα «τὸν σταυρὸν» τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται,
9.1.17
τουτέστιν ἑτοίμως ἔχειν ὑπομένειν διὰ τὸν κύριον πάντα ἐπερχόμενον πειρασμὸν εἴτε
9.1.18
κρυπτὸν εἴτε φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἐν
9.1.19
ἐξουσίᾳ αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ' αὐτοῦ καὶ τὸ
9.1.20
ἀπολυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι' αὐτοῦ. εἰ δὲ μὴ ἀνδρίζεται καὶ
9.1.21
γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ
9.1.22
στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ
9.1.23
τοῦτο αὐτῆς ἐστι τῆς κακίας τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα)
9.1.24
καὶ τῆς ἐλπίδος ἐγκρατὴς ἂν μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν
9.1.25
πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος
9.1.26
πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ κυρίου περιεπάτησεν. κατανόησον
9.1.27
γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες πατριάρχαι προφῆται ἀπόστολοι καὶ μάρτυρες διὰ
9.1.28
τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν
9.1.29
εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πᾶσαν θλῖψιν καὶ πειρασμὸν γεν ναίως καὶ ἐν ταῖς
9.1.30
στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδο κωμένην τῆς μισθαποδοσίας
9.1.31
ἐλπίδα, καθώς φησιν ἡ γραφή· «τέκνον, εἰ προσέρχῃ τῷ κυρίῳ δουλεύειν, ἑτοίμασον
9.1.32
τὴν ψυχήν σου εἰς πει ρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ πάλιν ὁ
9.1.33
ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ
9.1.34
οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ» ἐπιφερόμενά «σοι» πάντα «ὡς ἀγαθὰ πρόσδεξαι, εἰδώς,
9.1.35
ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται». καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς
9.1.36
καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε
9.1.37
καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό· «μακάριοι οἱ
9.1.38
δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασι λεία τῶν οὐρανῶν»,
9.1.39
δεδιωγμένοι δὲ εἴτε φανερῶς ὑπὸ ἀνθρώπων εἴτε κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς
9.1.40
πονηρίας». ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ εἰς θλίψεις διαφόρους
9.1.41
ἐμβάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν, ἅμα δὲ καὶ ἵνα
9.1.42
δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν
9.1.43
θλῖψιν καὶ εἰ τῆς ἐλπίδος εἰς τέλος κρατήσει τὴν λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ
9.1.44
ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα ἀλλ' ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ
9.1.45
ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη, ἵνα ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν
9.1.46
ἀληθείᾳ. αἱ γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας
9.1.47
ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν
9.1.48
ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ αἱ ἄξιαι ψυχαὶ αἱ ἕως τέλους ὑπομείνασαι καὶ τῆς
9.1.49
ἐλπίδος βεβαίως
9.1.50
κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος
9.1.51
δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται. τὴν ἐλπίδα τοίνυν καὶ τὴν ὑπομονὴν πρὸ
9.1.52
πάντων ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ γενναίως κρατείτω καὶ οὕτω
9.1.53
δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.
9.2.1
Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ' αὐτὸν ἐλπίζουσαν καὶ
9.2.2
αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ πα ραδοθῆναι εἰς
9.2.3
πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενεγκεῖν, καθώς φησιν ὁ ἀπόστολος· «πιστὸς
9.2.4
ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ
9.2.5
καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν». οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει
9.2.6
καὶ θλίβει τὴν ψυχήν, ἀλλ' ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ
9.2.7
γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ' αὐτοῦ βοήθειαν καὶ
9.2.8
ἀντίληψιν. καὶ ἀμήχανον αὐτὴν ἐγ καταλειφθῆναι, ἀλλ' ὅσον ἀγωνίζεται διὰ πίστεως
9.2.9
καὶ ἐλπίδος προσ φεύγουσα τῷ θεῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν καὶ λύτρωσιν
9.2.10
ἀδιστάκτως ἐκδεχομένη, τοσοῦτον ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης
9.2.11
περιεχούσης θλίψεως. οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ
9.2.12
πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ καὶ τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ
9.2.13
ἐλπίδος ἐγ κρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται· «ἡ θλῖψις
9.2.14
ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ
9.2.15
καταισχύνει», καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν
9.2.16
ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ τὰ ἑξῆς. καὶ ὁ κύριός φησιν· «ὁ δὲ ὑπομείνας εἰς τέλος,
9.2.17
οὗτος σωθή σεται» καί· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ
9.2.18
λέγει· «τίς ἐπίστευσε τῷ θεῷ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ
9.2.19
ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ
9.2.20
ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης
9.2.21
συνέσεως καὶ νοὸς μετέχοντες οἱ ἄν θρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν,
9.2.22
πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ
9.2.23
κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κερα μεὺς ὁ
9.2.24
πλάσας τὰ σκεύη εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρω θέντα στερεωθῇ, ἐπιτήδεια εἰς
9.2.25
χρῆσιν ἀνθρώποις οὐ γίνεται, ἐπίστα ται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐνθεῖναι, ἕως οὗ
9.2.26
χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ
9.2.27
διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν ἐλλειπῶς, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖεἰ οὖν
9.2.28
ἐπὶ τῶν φαινομένων τοσαύτην γνῶσιν καὶ διάκρισιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ
9.2.29
μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφα τός τις γνῶσις καὶ σύνεσις καὶ ὅλον σοφία
9.2.30
ὑπάρχων, ἐπίσταται πό σων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ
9.2.31
ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι. καὶ
9.2.32
οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε
9.2.33
δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν καθίστανται. ὥσπερ γὰρ τὸ εἶδος τῆς
9.2.34
καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ
9.2.35
κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται, ἐξινίζεται καὶ τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότε
9.2.36
ρον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ
9.2.37
θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως κα θαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν
9.2.38
πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς
9.2.39
βασιλείας χῶρον καταξιοῦται κληρονομεῖν. ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ
9.2.40
μὴ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὂν πρὸς
9.2.41
τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλεις
9.2.42
οἰκοδομεῖν οὔτε
9.2.43
φυτεῦσαι δύναται οὔτε σπόρον καταθέσθαι οὔτε ἕτερόν τι τοῦ κόσμου ἔργον ἐπιτελεῖν
9.2.44
(νήπιον «γάρ ἐστιν»), οὕτω
9.2.45
ψυχαὶ εἰ καὶ θείας χάριτος μέτοχοι γεγόνασι
9.2.46
τροποφορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα
9.2.47
αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι ἐν
9.2.48
διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι' ὧν ἡ πρὸς θεὸν ἀγάπη δείκνυται,
9.2.49
ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν' οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ
9.2.50
ἀγύμναστοι ἔτι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι
9.2.51
πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί». ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον
9.2.52
εἰσὶ τῷ ἀνθρώπῳ καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ
9.2.53
προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν
9.2.54
πίστει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. καὶ ἀδύνατον
9.2.55
ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγ γελίας «τοῦ πνεύματος» καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς
9.2.56
κακίας πα θῶν καταξιωθῆναι, εἴπερ ὡς δόκιμος καὶ πιστὴ τὴν εἰς τὸν κύριον ἐλπίδα
9.2.57
ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσειεν.
9.3.1
Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους
9.3.2
ὑπέμειναν καὶ «ἕως θανάτου» ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ
9.3.3
καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου «τῆς δικαιοσύνης»
9.3.4
τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενέγκοντες
9.3.5
πλειόνα δόξαν καὶ παρρησίαν ἐπὶ θεοῦ ἐκομίσαντο καὶ ἐκτήσαντο. ὅσοι δὲ ὑπεστάλησαν
9.3.6
τὰς θλίψεις καὶ τὰς μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος
9.3.7
ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ
9.3.8
κρίσεως
9.3.9
ἀποδείκνυνταιτὸν αὐτὸν τρόπον καὶ αἱ ψυχαὶ αἱ εἰς θλίψεις παραδιδόμεναι, ἵνα
9.3.10
δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμά των ἀοράτως καὶ διαφόρως
9.3.11
βασανιζόμεναι, εἴτε κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς εἴτε δὲ καὶ
9.3.12
φανερῶς διὰ σωμα τικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τῆς ἐλπίδος κρατοῦσαι
9.3.13
καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ στεφάνου «τῆς
9.3.14
δικαιοσύνης» καταξιοῦνται καὶ λύτρωσιν ἐντεῦθεν δεχόμεναι τὴν αὐτὴν παρρησίαν
9.3.15
τῶν μαρτύρων ἐν ἡμέρᾳ κρίσεως ἐπὶ θεοῦ εὑρίσκουσιν. τὸ γὰρ αὐτὸ μαρτύριον τῶν
9.3.16
θλίψεων ὑπέμειναν, ὅπερ κἀκεῖνοι δι' ἀνθρώπων, αὗται δι' αὐτῶν τῶν πνευμάτων τῆς
9.3.17
πονηρίας τῶν καὶ ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις
9.3.18
τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος κρατοῦσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ
9.3.19
πορίζονται καὶ ἐντεῦθεν λυτροῦν ται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς
9.3.20
παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν τῶν αἰωνίων ἀγαθῶν τῆς βασι
9.3.21
λείας κληρονόμοι γενόμεναι. ὅσαι δὲ ψυχαὶ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ τὰς θλίψεις
9.3.22
μὴ ὑπομένουσαι, ἀλλ' εἰς ὀλιγωρίαν καὶ ἀνυπομονη σίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ
9.3.23
ἀποστραφῶσι τῆς ὁδοῦ «τῆς δικαιο σύνης» καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ
9.3.24
ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν οὐ
9.3.25
δυνή σονται. ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν κύριον τὸν ὑπὲρ
9.3.26
ἡμῶν
9.3.27
ἀποθανόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω τῆς
9.3.28
αἰωνίου σωτηρίας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς μελλούσης
9.3.29
γεέννης τῆς τιμωρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς οὐρανίου βασιλείας ἐπιτυχεῖν, τὰς
9.3.30
θλίψεις τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπα γομένων
9.3.31
παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ
9.3.32
κυρίου ἐν πίστει ἀπεκδεχόμενοι, καὶ τῶν πειρασ μῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος
9.3.33
λυτροῦνται καὶ τῆς κοινωνίας «τοῦ ἁγίου πνεύματος» καταξιοῦνται καὶ τῆς αἰωνίου
9.3.34
γεέννης ἐντεῦθεν
9.3.35
ἀπαλλάττονται καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ
9.3.36
κληρονομοῦσιν. τοιαύτην γὰρ ὁ κύριος τὴν ὁδὸν ἔθετο τὴν εἰς τὴν ζωὴν ἀποφέρουσαν
9.3.37
στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο «καὶ ὀλίγοι εἰσὶν» οἱ διοδεύοντες εἰς
9.3.38
αὐτήν. τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιού των ἐπαγγελιῶν ἐπαγγελθεισῶν
9.3.39
ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπ ανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως
9.3.40
ὑπομείνωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. ὅσας γὰρ θλίψεις
9.3.41
ἐὰν ὑπομεί νωμεν διὰ τὸν κύριον, τί ἀντάξιον γενήσεται ἢ πρὸς τὴν μέλλουσαν
9.3.42
ἐπηγγελμένην ζωὴν ἢ πρὸς τὴν ἐντεῦθεν γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς «τοῦ
9.3.43
ἁγίου πνεύματος» παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς
9.3.44
κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλή θους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται·
9.3.45
«κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ
9.3.46
πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν
9.3.47
ἀποκαλυφθῆναι εἰς ἡμᾶς».
9.4.1
Γενώμεθα οὖν ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοί μως
9.4.2
ἀποθνῄσκοντες. διὰ τί γὰρ ἐν τῷ κόσμῳ, ὅτε ἐν βιωτικοῖς ἀνεστρε φόμεθα πράγμασι,
9.4.3
ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ
9.4.4
κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστά σεις καὶ θλίψεις τοῦ πονηροῦ καθ' ἡμῶν
9.4.5
ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ
9.4.6
καὶ πειρωμένου διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγα
9.4.7
γεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. ὅσον τοίνυν ὁ πονηρὸς ἐπεγείρε ται καθ' ἡμῶν,
9.4.8
ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως ἔχοντες «ἕως θανάτου»
9.4.9
ἐρχόμενοι ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ' ἡμῶν μηχαναὶ
9.4.10
λύονται. ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, ὃς καὶ ἡμῖν θλιβο
9.4.11
μένοις καὶ ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχύ νεται ἡμῶν τὰ
9.4.12
νικητήρια τῶν πόνων (τουτέστι τὴν βασιλείαν τοῦ κυρίου) κομιζομένων. γενώμεθα
9.4.13
οὖν ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ
9.4.14
ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν ἐν ἑαυτοῖς δεχόμενοι, δερόμενοι νικήσωμεν
9.4.15
τὸν ἀντί παλον διὰ τῆς ὑπομονῆς. καὶ γὰρ ὁ κύριος ἡμῶν οὕτω τὸν αἰῶνα τοῦ τον
9.4.16
διώδευσε μαστιζόμενος ὀνειδιζόμενος διωκόμενος ἐμπτυόμενος, ὕστερον δὲ καὶ ἀτίμῳ
9.4.17
θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται. καὶ πάντα ἐκεῖνα ὑπήνεγκε διὰ τὴν
9.4.18
ἡμετέραν σωτηρίαν «ἡμῖν κατα λιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι' ἧς ὁδοῦ
9.4.19
πειρασμῶν καὶ θλίψεων καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς
9.4.20
αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρόνομοι» αὐτοῦ γενέσθαι βουλό μενοι, ἵνα
9.4.21
ὥσπερ αὐτὸς πολλὰ ἔπαθε δι' ἡμῶν, ὕστερον δὲ θανὼν ἐπὶ τοῦ σταυροῦ ἐνίκησε καὶ
9.4.22
σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθα νάτωσε κατακρίνας «τὴν ἁμαρτίαν» «διὰ τῆς
9.4.23
σαρκὸς» καὶ καθελὼν τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος τὰς
9.4.24
ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ τοῦ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ»,
9.4.25
οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν γενναίως καὶ
9.4.26
προθύμως καὶ «ἕως θανάτου» ἐλθόντες ὑπομείνω μεν, τότε νικήσομεν τὸν ἀντίπαλον
9.4.27
διὰ τῆς πίστεως καὶ τῆς ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι
9.4.28
εὑρεθέντες τῆς ἀπο λυτρώσεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρού
9.4.29
μεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα. εἰς γὰρ τὸν πνευματικὸν
9.4.30
ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. πάσχοντες καὶ
9.4.31
θανατούμενοι διὰ τὸν κύριον προθύ μως τότε νικῶμεν τὸν ἀντικείμενον. εἰ οὖν
9.4.32
βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ'
9.4.33
εὐχερῶς ὑπο μένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον
9.4.34
πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου «καθ'
9.4.35
ἡμέραν τὸν σταυρὸν» αἴροντες (ὅ ἐστι θάνατος) ἀκο λουθῶμεν αὐτῷ προθύμως ὀπίσω,
9.4.36
καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν εἴτε κρυπτὴν εἴτε φανεράν. εἰ γὰρ
9.4.37
θάνατον ὑπὲρ τοῦ κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπι
9.4.38
ποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς μετὰ χαρᾶς
9.4.39
ὑπομενοῦμεν. διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ
9.4.40
φορτικὰς τὰς θλίψεις
9.4.41
ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν
9.4.42
οὐκ ἔχομεν οὐδὲ ἐν αὐτῷ πάν τοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν
9.4.43
κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω. ὥστε οἱ τὸν Χριστὸν
9.4.44
ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐ τοῖς γενναίως καὶ
9.4.45
προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα. Παρακαλέσωμεν τοίνυν τὸν κύριον
9.4.46
δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρί ζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ
9.4.47
ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς
9.4.48
πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι εὑρεθέντες αὐτοῦ σωτηρίας αἰωνίου τύχωμεν
9.4.49
ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Intertext edge

Open linked passage

Note