Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 10 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Περὶ τοῦ πνευματικοῦ μαργαρίτου. Ὁ κύριος περὶ τῆς βασιλείας τῶν οὐρανῶν λέγων καὶ περὶ τοῦ τιμίου καὶ ἐνδόξου καὶ θείου καὶ μόνου πολυτίμου μαργαρίτου διηγούμενος καὶ πῶς τις λήψεται ἐκδιδάσκων τῇ τῶν φαινομένων παραβολῇ χρησάμενος ἀπεκρίνατο οὕτως· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν μαργαρίτην ἐκεῖνον», ἵνα βασιλεῖ πάντως ἀρέσῃ ἀπενέγκας καὶ τῆς παρ' αὐτοῦ καταξιωθῇ
10.1.2
τιμῆς· διὰ γὰρ λίθων τιμίων καθυφαίνεται στέφανος τυραννικός. οὕτως τοίνυν καὶ ἡ ψυχὴ ὀφείλει κτήσασθαι καὶ εὑρεῖν τὸν ἐπουράνιον καὶ «πολύτιμον μαργαρίτην», τὸ τοῦ Χριστοῦ πνεῦμα, τὴν μεγάλην καὶ καλὴν ἐμπορίαν, ἵνα ἐν στεφάνῳ δόξης τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ πλακῇ. ἄνευ δὲ τοῦ θείου μαργαρίτου τούτου, ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα, ἀρέσαι ψυχὴ τῷ βασιλεῖ Χριστῷ οὐ δύναται οὐδὲ στέφανος γενέσθαι βασιλικός.
10.1.3
Πῶς τοίνυν τις κτήσεται καὶ εὑρήσει τὸν μαργαρίτην τοῦτον, ἐκ τῶν φαινομένων ἐμπόρων μανθάνειν ἔξεστι τῶν τὴν ἐμπορίαν τῶν πολυτίμων μαργαρίτων ποιουμένων. οὗτοι γὰρ πᾶσαν τὴν οὐσίαν ἑαυτῶν ἀποδόμενοι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξοικισθέντες καὶ δι' ἐρήμων καὶ λῃστρικῶν τόπων διελθόντες καταλαμβάνουσι τόπους, ἐν οἷς γεννῶνται οἱ μαργαρῖται. πρόκεινται γὰρ ἐκεῖ οἱ τιμιώτεροι καὶ ἐνδοξότεροι τῶν λίθων ὑποκεχαραγμένων καὶ ὑπογεγραμμένων τῶν τιμῶν. καὶ ἕκαστος τῶν ἐμπορευομένων ὁρᾷ τοὺς προκειμένους λίθους, ὁρᾷ δὲ καὶ πῶς μέλλει βασιλεῖ ἐμφανίζεσθαι. εἰ δὲ ὑπερβαίνει τὸν πλοῦτον αὐτοῦ, οὐ μόνον ἐπὶ τῷ κενῷ μόχθῳ ἄχθεται καὶ πενθεῖ,
10.1.4
ἀλλ' ἔτι οὐδὲ βασιλέα δύναται ὄψεσθαι. τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ὁ κύριος ἡμῶν προετύπωσε καὶ προέγραψε τὴν τοῦ καλοῦ καὶ μεγάλου μαργαρίτου τιμήν, οὗ χωρὶς οὐδεὶς δύναται ἀρέσαι τῷ ἐπουρανίῳ βασιλεῖ. ἡ δὲ τιμὴ ἄρνησις κόσμου καὶ θάνατος καὶ σταυρός· αὐτὸς γὰρ τύπος γέγονε καὶ ἀρχηγὸς τῆς εἰς ζωὴν ἀπαγούσης ὁδοῦ, δοὺς εἰς θάνατον τὸ ἴδιον σῶμα ὑπὲρ ἡμῶν καὶ νικήσας τὴν τοῦ διαβόλου τυραννίδα καὶ ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ
10.1.5
αἵματι. καὶ οὕτως πάντας τοὺς ἀκολουθήσαντας καὶ μαθητευομένους αὐτῷ καὶ θέλοντας κτήσασθαι τὸν ἐπουράνιον μαργαρίτην (ὅς ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν) ἐκδιδάσκει ἀρνήσασθαι ἑαυτοὺς καὶ μηκέτι ἑαυτοῖς ζῆν κατὰ τὸν ἀπόστολον· «ἵνα οἱ ζῶντες», φησί, «μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι» Χριστῷ. αὐτὸς δὲ ὁ κύριος λέγει· «ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι». καὶ πάλιν· «ἐὰν μή τις, φησί, μισήσῃ πατέρα, μητέρα, ἀδελφοὺς» καὶ τὰ ἑξῆς «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ
10.1.6
δύναταί μου εἶναι μαθητής». διὰ θανάτου τοίνυν ἀγοράζεται οὗτος ὁ τῆς ζωῆς μαργαρίτης Χριστός, καὶ οὕτως ἐὰν μή τις ἑαυτὸν παρασκευάσῃ καὶ ἑαυτὸν ἀρνήσηται διδοὺς εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, τοῦτον οὐ δύναται κτήσασθαι τὸν μαργαρίτην, καὶ χωρὶς αὐτοῦ οὐ δύναται ἰδεῖν τὸν ἐπουράνιον πατέρα. αὐτὸς γάρ ἐστιν ὁ στέφανος ὁ πλακεὶς τῆς δόξης, αὐτός ἐστιν ὁ Χριστὸς ὁ συνδεδεμένος λίθοις πολυτελέσι καὶ στέφανος ἔνδοξος τῆς ἐκκλησίας
10.1.7
τῶν ἁγίων γενόμενος. καὶ πᾶσα δὲ ψυχὴ ἡ ἐπιθυμοῦσα εἰς ζωὴν ἀπελθεῖν τοῦτον τὸν μαργαρίτην ζητησάτω καὶ κτησάσθω τὸν κύριον τὸν πάντα ἐν πᾶσι γενόμενον τροφήν, πόμα, ἔνδυμα, θησαυρόν, ἀνάπαυσιν, χαρὰν ἀνεκδιήγητον, ζωὴν ἀληθινήν, διδοῦσα ἑαυτὴν μέχρι θανάτου. ὁ τοίνυν εὑρὼν τοῦτον, εὗρεν εἰς ὅλους αἰῶνας πλοῦτον, ἀπόλαυσιν ἀένναον, φῶς ἀκοίμητον, δόξαν ἀσκότιστον· πάντα γὰρ ταῦτα διαφόρως ἐνεργεῖ ἐν αὐτῷ συμμεταβαλλομένῳ ταῖς χρείαις.
10.1.8
Ἀκούσασα τοίνυν τὸν λόγον τοῦ θεοῦ ψυχὴ καὶ συνηδομένη τῷ θεῷ διεγειράτω ἑαυτὴν καὶ ἐξυπνιζέτω εἰς τὴν ἀγάπην τοῦ ποθουμένου κυρίου καὶ ἐξαπτέτω τὴν ἀγάπην τοῦ νυμφίου. ὡς πῦρ ἐν ἀφθόνῳ ὕλῃ ἐκκαιόμενον αὔξει τὴν φλόγα, ἐπιθυμησάτω ποτὲ καταξιωθῆναι τῆς ἀρρήτου ἐπιφανείας καὶ ἕως θανάτου ἀγωνισάσθω, ἵνα νικήσασα τύχῃ τῆς αἰωνίου ζωῆς κατὰ τὸν πρόδρομον ἡμῶν Χριστόν, τὸν ἕως θανάτου δεδωκότα ἑαυτὸν ὑπὲρ ἡμῶν. ὑπόδειγμα γὰρ ὁ κύριος πᾶσι γεγένηται, ἵνα ὥσπερ αὐτὸς διὰ τῆς ἀδοξίας καὶ τῆς ἀτιμίας καὶ τοῦ ἐσχάτου θανάτου ἐνίκησε τὸν ἐχθρόν, οὕτω καὶ ἡμεῖς ἐν πάθεσι καὶ ταπεινώσει καὶ ἀδοξίᾳ ἀναστρεφόμενοι καὶ ἕως θανάτου αἰσχύνης καταφρονήσαντες δυνηθῶμεν νικῆσαι τὸν διάβολον καὶ λαβεῖν ζωὴν καὶ κτήσασθαι τὸν «πολύτιμον μαργαρίτην», ὅς ἐστι Χριστὸς κατὰ τὸ εἰρημένον· «οὔπω
10.1.9
μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι». διὰ θανάτου τὸν θάνατον νικήσωμεν μὴ συνδυάζοντες τῇ κακίᾳ μηδὲ καταπίπτοντες λογισμοῖς. αἰσχρὸν δὲ τοὺς μὲν ἐμπόρους τοιαῦτα πελάγη διαπερᾶν καὶ κινδύνων θανατηφόρων καταφρονεῖν διὰ τὴν τοῦ πλούτου αὔξησιν καὶ προσθήκην, ἡμᾶς δὲ μὴ καταφρονεῖν τοῦ προσκαίρου θανάτου (τουτέστι τῶν ἡδονῶν τοῦ κόσμου) τοὺς τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ποθοῦντας καὶ τὸ ἄφθαρτον φῶς τοῦ καλλίστου μαργαρίτου κτήσασθαι βουλομένους καὶ τὴν ἐμπορίαν τοῦ ἀληθινοῦ θησαυροῦ ἐμπορεύσασθαι ἐπιθυμοῦντας.
10.1.10
Παρακαλῶ τοίνυν ὑμᾶς, ἀδελφοί, τοῦ θανάτου καταφρονεῖν καὶ ἐξουδενωμένην ἔχειν τὴν ἑαυτῶν ψυχὴν καὶ ἕως θανάτου μιμητὰς γενέσθαι τοῦ κυρίου, τοῦ ἐν πᾶσι τύπου καὶ ὑποδείγματος ἡμῖν γενομένου καὶ ἐν θανάτῳ νικήσαντος τὸν θάνατον.
10.2.1
Ἐν γὰρ τῷ νόμῳ μυστικῶς «ὑποδείγματι καὶ σκιᾷν» περὶ τοῦ θανάτου κυρίου Μωϋσῆς, ὁ καλὸς τοῦ θεοῦ θεράπων, καὶ αἰνιγματωδῶς ἐπιτελεῖ τὴν δάμαλιν «ἔξω τῆς παρεμβολῆς» ἐν ἐρήμῳ τόπῳ εἰς ἄφεσιν ἁμαρτιῶν θύεσθαι προστάξας, ἧς ἡ σποδιὰ καὶ τὸ αἷμα ῥαντιζόμενον ἡγίαζε πάντα τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τὰ λειτουργικὰ σκεύη καὶ αὐτὸ τὸ βιβλίον καὶ τὴν σκηνήν. καθὼς καὶ ὁ ἀπόστολος Ἑβραίοις διαλεγόμενος τὴν ἀληθινὴν τοῦ μυστηρίου εἰκόνα ἐξηγήσατο· «εἰ γὰρ τὸ αἷμα, φησίν, ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν
10.2.2
ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι». τὸ δὲ «ἔξω τῆς παρεμβολῆς» δάμαλιν εἰς τὴν ἔρημον θύεσθαι δισσῶς νοεῖται· ἢ ὅτι ἐρήμων οὐσῶν τῶν ψυχῶν καὶ μὴ ἐχουσῶν φωνὴν θεοῦ ἢ ὁδὸν ἐν αὐταῖς, ἀλλὰ μεμεστωμένων ἀκανθῶν δεινῶν, ἔπαθεν ὁ κύριος, ἵνα καθαρίσῃ αὐτὰς καὶ κατειρηνεύσῃ, ἢ ὅτι δεῖ τὰς ἐξερχομένας ψυχὰς ἀπὸ τῶν πατρίδων καὶ ἀπὸ τῆς συγγενείας καὶ ἀπὸ τῆς συντροφίας τῆς δεινῆς τῶν πονηρῶν πνευμάτων τοῦ σκότους, ἐν αἷς διῆγον καὶ ἔζων, ἐξελθεῖν διὰ τῆς δυνάμεως τοῦ κυρίου καὶ ἀναχωρῆσαι εἰς τὴν καθαρὰν γῆν τῆς ζωῆς, ἔνθα οὐκ εἰσὶ φωναὶ τῆς κακίας καὶ θροῦς τῶν πονηρῶν πνευμάτων καὶ ὄχλος ἀκαθάρτων δαιμόνων. ἀπειρόζυγος δὲ ἦν ἡ δάμαλις, διότι ζυγὸν ἁμαρτίας καὶ δουλείας ὁ κύριος οὐκ ἐβάστασεν, ἀλλὰ ἀπέθανεν ὑπὲρ ἡμῶν· δυνάμεθα δὲ καὶ ἡμεῖς περιγενέσθαι ἐξακολουθοῦντες τῇ ὁδῷ τοῦ κυρίου.
10.2.3
Τυπικῶς δὲ ὁ νόμος ἐκέλευσε τοὺς ἀπὸ τῶν ἐθνῶν προσιόντας περιτέμνεσθαι καὶ συναριθμεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, τὴν εἴσοδον τῶν ἐθνῶν διαγράφων τῶν μελλόντων πιστεύειν καὶ ἐγκαταριθμεῖσθαι τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. ἔλεγε δὲ καὶ περὶ τῆς ἑορτῆς ὁ νόμος· «ἐξολοθρευθήσεται, φησίν, ἐκ τοῦ ἔθνους πᾶς ὁ μὴ ἑορτάζων τὴν ἑορτὴν τοῦ πάσχα», περὶ τῆς κατὰ ψυχὴν μελλούσης γίνεσθαι ἑορτῆς λέγων· «ἐξολοθρευθήσεται, φησί, πᾶς ἀπερίτμητος ἐκ φυλῆς Ἰσραὴλ καὶ κληρονομίαν οὐχ ἕξει ἐν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶς ἀκρόβυστος». οὕτως ἐνταῦθα ὁ ἀπερίτμητος τὴν καρδίαν ὁ μὴ τῇ μαχαίρᾳ τοῦ πνεύματος περιτμηθείς, υἱὸς θεοῦ ἢ Ἰσραὴλ ὁρῶν θεὸν οὐκ ὀνομάζεται οὐδὲ τῇ κληρονομίᾳ τῆς ζωῆς συγκαταριθμεῖται. καὶ ὥσπερ ἐκεῖ οὐκ ἦν ἐξὸν προσελθεῖν ἢ κοινωνῆσαι τοῖς ἔθνεσιν, οὕτως ὁ θεὸς χωρίζει τὴν ψυχὴν ἀπὸ τῶν πνευ
10.2.4
μάτων τῆς πονηρίας, τὸν νόμον τοῦ πνεύματος δοὺς ἐν τῇ καρδία. καὶ πάλιν περὶ τῆς ἑορτῆς τοῦ πάσχα καὶ τῶν ἀζύμων γράφει λέγων·" 1ἐξολοθρευθήσεται πᾶσα ζύμη ἐν τῇ ἑορτῇ τοῦ πάσχα καὶ εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη παλαιὰ ἐξολοθρευθήσεται." 2 οἰκίαν τὸ σῶμα αἰνίττεται· εἰς ἣν ἂν οἰκίαν εὑρεθῇ ζύμη ἁμαρτίας ἐξολοθρευθήσεται. ἔστι ζύμη παλαιὰ καὶ ἄζυμα καὶ ζύμη καινή, ὅτι τὸ θέλημα καὶ τὴν προαίρεσιν ἀπαιτεῖ ἀσυνδύαστον καὶ ἀσύμφωνον καθόλου τῇ κακίᾳ εἶναι, ἢ ὅτι ἄζυμον τὸν πρῶτον Ἀδὰμ λέγει καὶ ζύμην καινὴν τὴν θεότητα καὶ τὴν τοῦ πνεύματος δύναμιν, ἐν ᾧ ζυμοῦται καὶ συγκιρνᾶται
10.2.5
τῇ ψυχῇ. καὶ «ἄζυμα δὲ μετὰ πικρίδων» ἐσθίειν κελεύει, τὰς πικρὰς θλίψεις ὑπομένειν διδάσκων, ἤτοι τὰς φαινομένας ἤτοι τὰς ἀφανεῖς ἐν τῇ καρδίᾳ ὑπὸ τῆς τοῦ πονηροῦ γινομένας στενοχωρίας. ἡ δὲ χρηστότης καὶ γλυκύτης τοῦ καλοῦ καὶ ἀμώμου ἀρνίου Χριστοῦ ἐπιλανθάνεσθαι ποιεῖ τῆς τραχύτητος καὶ τῆς πικρίας τῶν θλίψεων τοὺς ἀπογευομένους αὐτοῦ. καὶ συνελόντι «πάντα τὰ κατὰ τὸν νόμον τύποι συνέβαινον ἐκείνων, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε».
10.2.6
Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν θεὸν καὶ πιστεύσωμεν χρισθῆναι τῷ αἵματι τοῦ Χριστοῦ (τουτέστι τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ) καὶ ἐλευθερωθῆναι καὶ λυτρωθῆναι ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν τοῦ σκότους, καὶ οὕτως «συζήσωμεν αὐτῷ» εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.
10.3.1
Φησὶν ὁ μακάριος Παῦλος γράφων Κορινθίοις· «ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ θεοῦ (τουτέστι τὸ νοερὸν φῶς) κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα ἀναμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν». ὥσπερ γάρ τις βασιλικὰ ἐνδύματα, πορφυρίδα καὶ διάδημα καὶ τὰ λοιπὰ ὁμοίως διάφορα καὶ ποικίλα ἐνδύματα, κατανοῶν θαυμάζει τὴν ποικιλότητα, τὴν ὡραιότητα, τὴν τερπνότητα, τὸ κάλλος τῶν τιμίων λίθων, καὶ ἀκόρεστος αὐτῷ γίνεται ἡ θέα τῆς τερπνότητος καὶ ὡραιότητος, ἢ ὥσπερ ἥλιον κατανοήσας τις ὁρᾷ τὰς μαρμαρυγὰς τῶν ἀκτίνων αὐτοῦ, ὅτι οἷον ζῶσι ποικίλην θέαν δεικνύουσιν ἑτέρα τῆς ἑτέρας κρείττονα, ἢ ὥσπερ ἐν ὕδατι κατανοήσας τις ὁρᾷ τὸν ἥλιον στίλβοντα ἐν τῷ ὕδατι καὶ μεθαλλόμενον καὶ μετακινούμενον ποικίλως·
10.3.2
οὕτω καὶ οἱ φοροῦντες τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ καὶ τὸ φῶς τὸ ἄρρητον ἔχοντες ἐν ἑαυτοῖς καὶ ἐνδεδυμένοι τὴν πορφύραν τοῦ ἐπουρανίου βασιλέως (τουτέστιν ἐπουράνιον χαρὰν τοῦ πνεύματος) κατανοοῦντες τὸ κάλλος τοῦ ἐν αὐτοῖς ἀρρήτου φωτὸς «ἀνακεκαλυμμένῳ» τῆς ψυχῆς «προσώπῳ» ὁρῶσι τῆς ἀφθάρτου δόξης τὴν ἄρρητον ποικιλίαν, πῶς μεταμορφοῦται «ἀπὸ δόξης εἰς δόξαν» καὶ εἰς πολυποίκιλα κάλλη θεότητος, ἅπερ γλώσσῃ σαρκίνῃ φρασθῆναι ἀδύνατον· ἀνεννόητα γάρ ἐστι καὶ ἄρρητα, ἅπερ ποιεῖ μετὰ τῶν
10.3.3
ἁγίων τῇ ἰδίᾳ ἀμέτρῳ χρηστότητι ὁ θεὸς ἔτι ἐν τῷ κόσμῳ τούτων ὄντων. αὗται γὰρ παραβολαὶ καὶ εἰκόνες εἰσὶ μερικῶς ἔμφασιν τοῖς συνιοῦσι παρέχουσαι. τὰ γὰρ τοῦ θεοῦ τῇ πείρᾳ μόνῃ γινώσκεται ἐξ ἀληθείας οἷς αὐτὰ τὰ μυστήρια τῶν πραγμάτων ἐνεργεῖται ἀξίως. ἔστι τοῦ θεοῦ ἀκοῦσαι λόγον καὶ νοεῖν ὑπὲρ τὴν γνῶσίν σου, ὑπὲρ τὸν νοῦν σου, ὑπὲρ τὴν συνείδησίν σου, ἕως οὗ
10.3.4
αὐτὰ τὰ πράγματα τῶν μυστηρίων τῆς χάριτος γένηται ἐν σοί. αὐτὴ γὰρ ἡ ὁρωμένη πορφύρα καὶ τὰ ἐνδύματα τὰ βασιλικὰ οὐδὲν κέρδος ἢ ζωὴν τοῖς ὁρῶσιν αὐτὰ παρέχουσιν ἢ μόνον τῷ φαίνεσθαι τέρπουσιν. ἡ δὲ θεϊκὴ δόξα καὶ τὸ κάλλος τῆς ἐπουρανίου εἰκόνος ταῖς κατοπτριζομέναις ψυχαῖς καὶ ἐχούσαις αὐτὴν ἐν ἑαυταῖς ἀνάπαυσιν καὶ ζωὴν αἰώνιον παρέχει, ἀγάπην ἀληθινὴν ἐν καθαρότητι καρδίας, τροφὴν οὐράνιον, σύνεσιν, σοφίαν, χαρὰν πνεύματος ἀδιάλειπτον, τῇ δυνάμει τῆς ἐνεργείας καὶ αὐτοὶ συνεξομοιούμενοι. ὅσοι τοίνυν τοῖς ἔσωθεν ὀφθαλμοῖς τὸ νοερὸν τοῦτο φῶς κατοπτριζόμενοι εἰσὶ λάμπον ἐν ταῖς καρδίαις, εἰς οὐδὲν τῶν γηΐνων ἢ ὑλικῶν ἀπησχολημένοι εἰσίν,
10.3.5
ἀλλὰ τὸ ὅλον δέδενται εἰς ἐκεῖνο τὸ ἄρρητον κάλλος ἐξ ὅλου. ὥσπερ γὰρ ἐὰν ᾖ μαῖα καὶ ἄρῃ τὸ βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, τὸ δὲ παιδίον θεωροῦν τὴν μητέρα χαίρει καὶ ἀγαλλιᾷ, ἐξ αὐτῆς λαμβάνον τὴν τροφὴν τοῦ γάλακτος, οὕτω καὶ οἱ τὸ ἀληθινὸν φῶς τοῦ πνεύματος ἔχοντες ἐν ἑαυτοῖς καὶ τὸν Χριστὸν ἐνδεδυμένοι ἐνορῶντες αὐτὸν ἀναπαύονται καὶ χαίρουσι «χαρᾷ ἀνεκλαλήτῳ». ἐξ αὐτοῦ γὰρ τρέφονται τροφὴν ἄφθαρτον καὶ ἐν αὐτῷ ζῶσι ζωὴν ἀληθινήν.
10.4.1
Πάντες οἱ ἄρχοντες τῆς πονηρίας οἱ ἐνδομυχοῦντες ταῖς ψυχαῖς τῶν ἀνθρώπων οὐ ἔγνωσαν τὸν κύριον σαρκωθέντα, ἕως οὗ ἐσάλευσε τοὺς θρόνους αὐτῶν ἀπὸ τῶν καρδιῶν τῶν ἀνθρώπων τῶν πιστῶν καὶ τὰς καθέδρας αὐτῶν ἀνέτρεψε καὶ τὰ σκεύη διεσκόρπισεν, ἵνα ναὸς καὶ οἰκητήριον γένηται ἴδιον ὁ ἄνθρωπος καὶ τότε τὰ ἑαυτοῦ σκεύη, τὰ μυστήρια τοῦ πνεύματος καὶ τὸν θρόνον τὸν
10.4.2
ἴδιον, θῇ εἰς ἴδιον οἰκητήριον. καὶ πάλιν ὅτε κατελθὼν ὁ κύριος εἰς τὰ μνημεῖα καὶ εἰς τὸν ᾅδην ἥρπασε καὶ ἔλαβεν ἀπ' αὐτοῦ τὰς ἰδίας ψυχὰς τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας, προσέφερεν ὁ πονηρὸς τὰ χειρόγραφα λέγων·" 1ἐμοὶ δοῦλοι τυγχάνουσιν, ἐγὼ ἠγόρασα αὐτούς, σύ μοι αὐτοὺς πέπρακας· τί ἀδικεῖς με; διὰ τί τοὺς ἐμοὶ δουλεύοντας ἁρπάζεις;" 2 τότε φησὶν ὁ κύριος πρὸς αὐτόν·" 1καλῶς λέγεις· ἐγώ σοι αὐτοὺς πέπρακα παραδούς σοι, καὶ ἴδε προφέρεις κατ' αὐτῶν τὰ χειρόγραφα· μή τι κατὰ τοῦ ἐμοῦ σώματος ἔχῃς; ἢ τί σοι ὑπήκουσε
10.4.3
τὸ ἐμὸν σῶμα, ὅτι ἀδίκως ἐθανάτωσας αὐτό; ἀναμάρτητον γάρ ἐστι." 2 τότε οὖν συγκαλεσάμενος πάντας τοὺς ἀγγέλους αὐτοῦ τοὺς πονηροὺς ὁ σατανᾶς φησι·" 1ζητήσατε τὸ χειρόγραφον τούτου τοῦ σώματος." 2 οἱ δὲ ἐξηρεύνων πάντῃ καὶ πανταχοῦ, καὶ οὐδαμοῦ εὑρεῖν ἠδυνήθησαν. ἐν τῷ οὖν μὴ εὑρεῖν† τὸ καθόλου κατὰ τοῦ σώματος τοῦ κυρίου φησὶν ὁ κύριος·" 1χειρόγραφον τούτου οὐκ ἔχεις." 2 ὁ δὲ ἔκθαμβος γενόμενος κατῃσχύνθη μηδὲν ἔχων εἰπεῖν κατὰ τοῦ σώματος τοῦ κυρίου, εἰς ὅπερ ἥμαρτεν·† ἀναιτίως οὖν σταυρώσας κατεκρίθη†. καί φησιν ὁ κύριος." 1ἰδὲ ὅπερ ἐβουλήθης ἐποίησας εἰς τὴν ἐμὴν ἀναμάρτητον σάρκα, ἀδίκως σταυρώσας καὶ θανατώσας μὴ οὖσαν ὑπόχρεων θανάτῳ. διὰ τοῦτο τοίνυν αὐτὴ ἡ σάρξ, ἧς οὐχ εὗρες χειρόγραφον καὶ ἐτόλμησας εἰς αὐτὴν ἐγχειρῆσαι, πᾶσαν σάρκα πιστεύουσαν εἰς αὐτὴν ἐξαγοράσει καὶ ἐλευθερώσει καὶ
10.4.4
εἰς οὐρανοὺς ἀποκαταστήσει εἰς ζωὴν αἰώνιον." 2 διὰ γὰρ τοῦ αἵματος αὐτοῦ καὶ τοῦ σταυροῦ ἐξηγόρασεν ὁ κύριος πάντας ἐκ τοῦ θανάτου τοὺς βουληθέντας ἢ βουλομένους πιστεῦσαι αὐτῷ καὶ εἰς αὐτὸν ἔχειν τὴν ἐλπίδα καὶ ἀναστήσας εἰς τὴν βασιλείαν ἀποκαταστήσει. φησὶ γὰρ ὁ ἀπόστολος· «οὐκ ἐστὲ ἑαυτῶν; τιμῆς ἠγοράσθητε», καὶ πάλιν Πέτρος λέγει· «εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε», «ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ
10.4.5
ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». τὴν οὖν σάρκα ὥσπερ βασιλεὺς πορφύραν ὁ θεὸς περιθέμενος «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς». οἱ δὲ Ἰουδαῖοι ἔσχισαν τὴν πορφύραν τοῦ βασιλέως τὴν σάρκα τοῦ κυρίου σταυρώσαντες. πνεῦμα γὰρ θεότητος τίς δύναται κατασχεῖν, ὁπότε οὐδὲ ψυχὴν κατασχεῖν τις δύναται ἀναφῆ οὖσαν; αἴτιοι οὖν εἰσιν Ἰουδαῖοι τὸν θεὸν σταυρώσαντες ὡς τὴν πορφύραν τοῦ βασιλέως σχίσαντες. ὥσπερ γὰρ συνδεδόξασται ἡ πορφύρα τοῦ βασιλέως καὶ οὐ προσκυνεῖται βασιλεὺς χωρὶς τῆς πορφυρίδος, οὕτως συνδεδόξασται ἡ σὰρξ τοῦ κυρίου τῇ θεότητι αὐτοῦ καὶ προσκυνεῖται Χριστὸς μετὰ τῆς σαρκὸς αὐτοῦ. ἡ γὰρ σὰρξ σὺν τῇ ψυχῇ καὶ ἡ θεότης ἕν τι γεγόνασι
10.4.6
κἂν δύο εἰσίν. ὥσπερ γὰρ ἔριον βαφὲν ἐν πορφύρᾳ, εἰ καὶ ἐκ δύο ἐστὶ φύσεων καὶ ὑποστάσεων, ἓν εἶδος ἀπετελέσθη εὐπρεπές (οὔτε γὰρ ἐγχωρεῖ τὸ ἔριον μετὰ τὴν βαφὴν χωρισθῆναι ἢ τὸ βάμμα τοῦ ἐρίου), οὕτω καὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς ἑνωθεῖσα τῇ θεότητι ἕν τι ἀπετελέσθη ἤτοι μία ὑπόστασις, θεὸς
10.4.7
οὐράνιος μετὰ τῆς σαρκὸς προσκυνούμενος. ἐξηγόρασε τοίνυν ὁ κύριος πᾶσαν σάρκα διὰ τῆς ἰδίας σαρκός, καὶ πᾶσα σὰρξ ἡ πιστεύσασα καὶ ἀκολουθήσασα αὐτῷ καὶ δεχομένη αὐτὸν νῦν συνδοξάζεται τῇ σαρκὶ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καθώς φησιν ὁ ἀπόστολος· «ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης
10.4.8
αὐτοῦ». κατὰ τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ἄρχοντες τῆς πονηρίας οἱ ἔνδον ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντες οὐκ ἔγνωσαν αὐτὸν ἐλθόντα, ἕως οὗ ἀπεκίνησεν αὐτοὺς καὶ ἐξέβαλλεν ἀπὸ τῶν ψυχῶν τῶν πεισθεισῶν αὐτῷ καὶ θρόνον καὶ ναὸν καὶ οἰκητήριον καθαρὸν καὶ ἅγιον ἑαυτῷ κατεσκεύασε τὰς ἐν ἀληθείᾳ ἀγαπώσας αὐτὸν ψυχάς, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος αὐτοῦ καταρτισθεῖσαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ ἀναπαύσονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 11. τ. 1 ΛΟΓΟΣ ΙΑʹ. Περὶ τοῦ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.

Intertext edge

Open linked passage

Note