Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 11 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
Ἡ δόξα Μωϋσέως, ἣν εἶχεν ἐπὶ τοῦ προσώπου, τύπος ἦν τῆς ἀληθινῆς δόξης. ὃν τρόπον γὰρ ἐκεῖ «ἀτενίσαι εἰς τὸ πρόσωπον Μωϋσέως» οὐκ ἴσχυον, οὕτω νῦν ἐκείνην μὲν τὴν δόξαν τοῦ φωτὸς ἐν τῇ ψυχῇ δέχονται οἱ Χριστιανοί, τὸ σκότος δὲ μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο. ἐνταῦθα δὲ ὁ λαὸς τοῦ θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδον ἐν τῇ καρδίᾳ ὑποδέχονται· μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. παρ' ἐκείνοις βαπτίσματα τὴν σάρκα ἁγιάζοντα, παρ' ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυσσεν Ἰωάννης λέγων· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί».
11.1.2
Ἐκεῖ σκηνὴ ἐξωτέρα καὶ ἐσωτέρα· καὶ «εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς», «τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν». ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν σκηνὴν τὴν ἀχειροποίητον, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν» ὁ Χριστός. γέγραπται γὰρ ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι τὴν μίαν καὶ ἐκ τοῦ αἵματος ῥαντίσαι τὴν ζῶσαν καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν. τὸ γινόμενον δὲ τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας. καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν· ἔδωκε γὰρ ἡμῖν πνεύματος ἁγίου πτέρυγας πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.
11.1.3
Ἐκείνοις νόμος ἐδόθη ἐν «πλαξὶ λιθίναις» γεγραμμένος, ἡμῖν δὲ νόμοι πνευματικοὶ καὶ ἐγγραφόμενοι ἐν «καρδίαις σαρκίναις». λέγει γάρ· «διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς». ἐκεῖ μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν
11.1.4
ἔσωθεν ἄνθρωπον ἐπιτελούμενα. διαθήκη τε ἔσωθεν γὰρ καὶ ἱερατεία ἔσωθεν καὶ ἐπαγγελίαι τῆς ἀληθινῆς γῆς, καὶ ἁπαξαπλῶς ὅσα ἐκεῖ συνέβαινε, «τυπικῶς» ἐγίνετο· «ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε». τῷ γὰρ Ἀβραὰμ ἐπηγγείλατο ὁ θεὸς καὶ προεῖπε τὸ ἐσόμενον ἐν δυσὶ τρόποις, τυπικῶς καὶ ἀληθινῶς. εἶπε γὰρ αὐτῷ «ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ κακώσουσιν αὐτὸ καὶ δουλώσουσιν ἔτη
11.1.5
τετρακόσιν. καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ». λέγει κύριος καὶ γέγονε τοῦτο. πάροικος γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ ἐν πλίνθῳ· ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιήσωσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης. καὶ ὡς «ἐστέναξαν ἀπὸ τῶν ἔργων οἱ υἱοὶ Ἰσραὴλ» πρὸς τὸν θεόν, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωϋσέως καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῷ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἡδὺ ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος ἀπερχομένης, ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου.
11.1.6
Εἶπε δὲ ὁ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν, ἐπὶ τῶν φλιῶν, «ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν». ἑώρα δὲ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ἐπὶ τὰς μὴ σεσημειωμένας τῷ αἵματι οἰκίας καὶ πᾶν πρωτότοκον ἀνῄρει. ἔτι δὲ καὶ ζύμην παλαιὰν ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ τῶν ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιεζωσμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν ταῖς χερσί. καὶ οὕτω μετὰ σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα τοῦ
11.1.7
κυρίου μηδὲ ὀστοῦν συντρῖψαι τοῦ ἀρνίου. ἐξήγαγε δὲ αὐτοὺς ἐν χρυσίῳ καὶ ἀργυρίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. καὶ τοῖς μὲν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κωκυτὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. διό φησι Μωϋσῆς·" 1αὕτη ἡ νύξ, ἐν ᾗ ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραάμ, ἐπλήρωσε τοῖς τέκνοις αὐτοῦ ἡμῖν νῦν." 2
11.1.8
Ταῦτα δὲ πάντα τύποι καὶ σκιαὶ τῶν ἀληθινῶν πραγμάτων ἐγένοντο· μυστήρια γάρ ἐστι ταῦτα ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ κυρίου λυτρωθείσης. Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν. ἐλευθεροῦται τοίνυν ἀπὸ τῆς δουλείας τοῦ σκότους ὁ ἄνθρωπος καὶ ἀπὸ τῶν πνευματικῶν Αἰγυπτίων.
11.2.1
Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ καὶ παραβάσει ἀπέθανεν ὁ πρῶτος ἄνθρωπος θάνατον δεινὸν τὸν τῆς ψυχῆς κατὰ τὴν ἀπόφασιν καὶ ἀπειλὴν τοῦ θεοῦεἶπε γὰρ αὐτῷ· «ἐν ᾗ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θανάτῳ τελευτήσεις», καὶ γέγονεν οὕτως, καὶ αὖθις· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» προστίθησι δὲ καὶ κατάραν ἐπὶ κατάρᾳ λέγων· «ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου», «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, «ἐργάσῃ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς» ἀνεφύησαν γὰρ καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι καὶ ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν σκότος, ἐφόνευσαν τὴν ψυχὴν καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο
11.2.2
Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ. καὶ ἐπέστησαν αὐτῷ τοὺς ἐπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας, ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα, τῶν ἐφεστηκότων τοῖς λογισμοῖς αὐτοῦ δαιμόνων ἐκπληροῦν ἀναγκαζόντων τὴν ἔκστασιν τῆς πλινθουργίας καὶ τοῦ πηλοῦ, τουτέστι χωρίσαντες αὐτὸν ἀπὸ τοῦ οὐρανίου φρονήματος κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδητὰ πονηρὰ ἔργα καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς πονηρούς. ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλέα μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας ποιεῖν τὰ πονηρὰ ἔργα καὶ οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις τὰς τῶν
11.2.3
ἁμαρτιῶν. ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ καὶ βοήσῃ πρὸς τὸν θεόν, ἐξαποστελεῖ αὐτῇ τὸν πνευματικὸν Μωϋσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ «ἐν τῷ μηνὶ τῶν νέων» λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν. κελεύει γὰρ τότε ἀφανισθῆναι ἀπὸ τῆς οἰκίας ταύτης πᾶσαν ζύμην παλαιάν, δηλαδὴ τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου ἐν διαλογισμοῖς πονηροῖς καὶ ἐνθυμήσεσι ῥυπαραῖς, ὅσον δυνατόν, ἀπορρίψασθαι.
11.2.4
Σφαγῆναι δὲ δεῖ τὸ ἀρνίον καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. καὶ Χριστὸς οὖν τὸ ἀληθινὸν ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις εἰς πένθος καὶ θάνατον. ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα τοῖς πιστοῖς. εἶτα μετὰ τὸ χαρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ
11.2.5
ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας βακτηρίας ἐν ταῖς χερσίν. ἐὰν οὖν μὴ γένηται ἡ ψυχὴ πρῶτον παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. τὸ δὲ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλὰ λίαν, ἀλλὰ αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι· μετὰ θλίψεως γὰρ καὶ πολλῆς πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς ἐνούσης αὐτῇ ἁμαρτίας.
11.2.6
Καὶ «πρὸς ἑσπέραν», φησί, «ἔδεσθε αὐτό.» ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. οὕτω καὶ ἡ ψυχὴ πρὸς αὐτῇ τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐλθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν. ὃν τρόπον Μωϋσῆς εἶπεν·" 1αὕτη ἡ νύξ ἐστι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐν ᾗ ἐλυτρώσατο ἡμᾶς" 2, οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἐλάλησε, δοθέντος αὐτῷ βιβλίου ἐν τῷ ἱερῷ· «καλέσαι, φησίν, ἐνιαυτὸν
11.2.7
κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως» εἰκότως. τύπος γὰρ ἦν ἐκεῖνο καὶ σκιὰ τῆς ἀληθείας· πάντα γὰρ τὰ γεγραμμένα μυστικῶς προετυποῦτο σημαίνοντα τὴν ἀληθινὴν τῆς ψυχῆς σωτηρίαν τῆς ἐγκεκλεισμένης ἐν τῷ σκότει καὶ πεπεδημένης «ἐν πτωχείᾳ καὶ σιδήρῳ» καὶ βεβλημένης κρυπτῶς «ἐν λάκκῳ κατωτάτῳ» καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μοχλοῖς σιδηροῖς καὶ μὴ δυναμένης ἄνευ τῆς παρὰ τοῦ θεοῦ βοηθείας καὶ ἀπολυτρώσεως ἐλευθερωθῆναι.
11.2.8
Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων ἐν Αἰγύπτῳ ἀναιρουμένων ἐν τῇ ἐξόδῳ· ἤδη μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. πένθος ἔχει τοὺς Αἰγυπτίους· στένουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. κελεύει χρήσασθαι παρὰ τῶν γειτόνων «σκεύη χρυσᾶ καὶ ἀργυρᾶ» καὶ προλαβόντας ἐξελθεῖν· ἀπολαμβάνει γὰρ ἐξιοῦσα ἐκ σκότους ἡ ψυχὴ τὰ «ἀργυρᾶ καὶ χρυσᾶ σκεύη» τοὺς ὑγιεῖς καὶ καθαροὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίον, ἐν οἷς διακονεῖται ὁ θεὸς καὶ ἐπαναπαύεται παρὰ τῶν γειτονευσάντων αὐτῇ ἀκαθάρτων πνευμάτων· ἐσκόρπι
11.2.9
σαν γὰρ καὶ διεσκέδασαν τοὺς διαλογισμοὺς καὶ κατέσχον τὴν ψυχήν. μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τῆς δουλείας τοῦ σκότους καὶ οὐαὶ τῇ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πονηρῶν ἐργοδιωκτῶν.
11.2.10
Ἀπαίρουσι λυτρωθέντες οἱ υἱοὶ Ἰσραὴλ ποιήσαντες τὸ πάσχα· προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον τὸν ζῶντα λόγον. στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο· φυλάσσων τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τῆς ψυχῆς. γνοὺς δὲ Φαραὼ καὶ οἱ λοιποὶ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν διώκειν ἐθάρρησεν ἐν σπουδῇ συζεύξας τὰ ἅρματα αὐτοῦ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐξελθὼν ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο. ἤδη δὲ μελλόντων αὐτῶν ἀναμίγνυσθαι καὶ ἐγγὺς γενομένων, ἵστατο ἡ νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκο
11.2.11
τοῦσα, τοὺς δὲ φωταγωγοῦσα καὶ φυλάσσουσα. θεασάμενος δὲ ὁ λαὸς πᾶσαν τὴν δύναμιν Φαραὼ παρεστῶσαν ἐκ τῶν ὀπίσω, ἔμπροσθεν δὲ τὴν θάλασσαν κωλύουσαν αὐτοῖς τὴν φυγήν, καίπερ ὄντες ἐν μέσῳ τῆς νεφέλης καὶ τοῦ στύλου ἀπηυδόκουν ἑαυτῶν καὶ τεθνάναι ἤδη ἐνόμιζον, ἐμπεσόντες εἰς θλῖψιν μεγάλην καὶ θάνατον, ἣν ἐγεύσαντο. παρῆν δὲ ὁ κύριος προνοούμενος καὶ κελεύων τῷ Μωϋσῇ τῇ ῥάβδῳ πατάσσειν τὴν θάλασσαν καὶ ὁδοποιεῖν τῷ λαῷ. διαιρεθεῖσα γὰρ ἡ θάλασσα τεῖχος ὕδατος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ἐγένετο, ἕως παρῆλθε πᾶς ὁ λαὸς ὡς διὰ ξηρᾶς γῆς. ἐπῆλθον δὲ καὶ οἱ Αἰγύπτιοι, πορίμην καὶ ἥμερον καὶ αὐτοὶ τὴν θάλασσαν εἶναι νομίσαντες. ἐξῆλθε δὲ ὁ λαὸς ἅπας ἀπὸ τῆς θαλάσσης καὶ πᾶσα τῶν Αἰγυπτίων ἐπέβη ψυχὴ τῆς θαλάσ
11.2.12
σης. ἴση μὲν ἑκατέροις ἡ εἴσοδος, οὐκ ἴση δὲ ἡ ἔξοδος. τί λέγει ὁ κύριος τῷ Μωϋσῇ; στρέψον τὴν ῥάβδον σου καὶ πάταξον τὴν θάλασσαν, καὶ ἐπάταξε τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἡ ἐρυθρὰ θάλασσα. ἰδὼν δὲ ὁ λαὸς τὴν μεγάλην ταύτην σωτηρίαν, τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, ἐχάρη καὶ μεγάλως ἠγαλλιάσατο ἐπὶ τῇ σωτηρίᾳ ἑαυτοῦ. λαβοῦσα δὲ ἡ Μαρία τὸ τύμπανον σὺν ταῖς κιθάραις ᾖδε μετὰ παντὸς τοῦ λαοῦ τοὺς ἐπινικίους ὕμνους τῷ θεῷ. ἐλυτρώθησαν δὲ τελείαν λύτρωσιν ἀπὸ τοῦ ἐν χερσὶ θανάτου. Λάβε μοι ἐνταῦθα τὴν παραβολήν.
11.3.1
Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ ἀπέφευγε τοὺς Αἰγυπτίους, προσελθοῦσα ἡ τοῦ θεοῦ δύναμις ἐβοήθει ὁδηγοῦσα αὐτὴν πρὸς τὴν ἀλήθειαν. γνοὺς οὖν ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ σὺν τοῖς λογισμοῖς, φημὶ τοῖς πάλαι κατεχομένοις ὑπ' αὐτοῦταῦτα γὰρ αὐτῆς τὰ ὑπάρχοντα. ἐνόμιζε γὰρ οὗτος ὁ δεινὸς Φαραὼ πάλιν αὐτὴν ἐπανιέναι καὶ ἐπαναστρέψαι πρὸς αὐτόν.
11.3.2
γνοὺς δὲ νῦν ὅτι ἐκφεύγει παντάπασι τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχή, καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ τῆς σφαγῆς τῶν πρωτοτόκων, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐχ ἕξει τὸ θέλημα αὐτοῦ ἐκπληροῦν. καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων. ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν θεὸν τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη·
11.3.3
παραδίδοται γὰρ δοκιμασθῆναι καὶ θλιβῆναι παντοδαπῶς. θεωρεῖ δὲ καὶ τὴν δύναμιν τοῦ πονηροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἰσχύουσαν· μέσος γὰρ Αἰγυπτίων καὶ Ἰσραηλιτῶν ἕστηκεν ὁ κύριος. θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ δυνάμεως πονηρᾶς καὶ οὔτε εἰς τὰ ὀπίσω ἀναλύειν ἰσχύει, ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δυνάμεις γὰρ πονηραὶ καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι θάνατον ὁρᾶν ποιοῦσιν.
11.3.4
Ἀπευδοκεῖ γὰρ ἑαυτῆς «τὸ ἀπόκριμα τοῦ θανάτου» ἐν ἑαυτῇ ἔχουσα διὰ τὸν περικυκλώσαντα αὐτῇ τῶν πονηρῶν ἐσμὸν καὶ ἐπειδὰν ἴδῃ ὁ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν καταπιεῖν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι βοήθειαν μικράν. οὕτω γὰρ μακροθυμεῖ ὁ θεὸς ἐπὶ τῇ ψυχῇ τῇ οὕτως ἐχούσῃ. τοιαύτην γὰρ ὁ θεὸς τὴν ὁδὸν ἔθετο τὴν ἀπάγουσαν εἰς ζωὴν μετὰ θλίψεως καὶ δοκιμασίας καὶ στενοχωρίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτῆς διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν πρὸ ὀφθαλμῶν θάνατον, τὸ τηνικαῦτα «χειρὶ κραταιᾷ» καὶ «βραχίονι ὑψηλῷ» διὰ τοῦ ἁγίου πνεύματος ῥήσσει τὴν θάλασσαν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς πονηροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός.
11.3.5
Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γινόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύματος ἁγίου μετέχοντι. εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διεξελθοῦσα καὶ ὁρῶσα ἀπολλυμένους πρὸ ὀφθαλμῶν τοὺς πολεμίους, οὓς τὸ πρὶν ἐδούλευσεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασ
11.3.6
μένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ. τότε τὸ πνεῦμα, ὅπερ ἔλαβε καινὸν διὰ τοῦ τυμπάνουτουτέστι τῆς σαρκόςκαὶ τῆς κιθάρας τῆς ψυχῆς καὶ τῶν λογικῶν χορδῶν, τῶν λεπτοτάτων λογισμῶν αὐτῆς καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνδρῶν τὸ πνεῦμα τὸ ἅγιόν ἐστι τὸ ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ.
11.3.7
Δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἀπὸ νῦν, ἔτι οὔσης αὐτῆς ἐν τῷ κόσμῳ.
11.4.1
Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν καὶ εἰ μὴ ἐσφάζετο οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί. καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστιν ἡ θυσία
11.4.2
δεκτὴ παρὰ θεῷ καὶ ἀληθινή. ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν βρύουσα ὕδωρ καὶ ἄχρηστον πρὸς πόσιν. κελεύει οὖν ὁ θεὸς ἀποκνίσαντα τὸ ξύλον ῥῖψαι εἰς τὸ ὕδωρ καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκαίνετο τὸ ὕδωρ καὶ μεταβαλλόμενον ἐκ τῆς πρώτης πικρότητος χρήσιμον καὶ πόσιμον ἐγίνετο τῷ λαῷ τοῦ θεοῦ. τὸν αὐτὸν τρόπον ἡ ψυχὴ πεπίκραται ἐκπιοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη. διὸ ἐμβάλλει ὁ θεὸς τὸ «ξύλον τῆς ζωῆς» εἰς τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ ἁγίῳ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ· γίνεται γὰρ πνεῦμα σαρκοφόρον.
11.4.3
Δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ ἁγίου πνεύματος. οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ «ξύλον τῆς ζωῆς» εἰς τὴν αὐτοῦ καρδίαν, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ· μὴ λαβὼν γὰρ «τὸ ξύλον τῆς ζωῆς» οὐ δύναται μεταβολήν τινα ἀγαθὴν κτήσασθαι.
11.4.4
Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας, τοῖς μὲν ἐχθροῖς ἀπήντα ὄφις δάκνων καὶ ἀναιρῶν, τοῖς δὲ Ἰσραηλίταις βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο. οὕτω καὶ τὸ ξύλον τοῦ ἀληθινοῦ Μωϋσέως, ὅς ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, καὶ ἐχθρός, τῆς δὲ ψυχῆς ἡμῶν βακτηρία καὶ ἔρεισμα ἀσφαλὲς καὶ ζωή, ἐφ' ᾗ ἐπαναπαύεται. τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίνοντο τούτων τῶν ἀληθινῶν πραγμάτων. σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. καὶ ἡ σκηνὴ καὶ ἡ περιτομὴ καὶ ἡ κίβωτος καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἡ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ ἢ ἐν τῷ νόμῳ Μωϋσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην ἐγίνοντο τὴν κατ' εἰκόνα θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλέα ἁμαρτίας πικρᾶς.
11.4.5
ταύτῃ γὰρ ἠθέλησεν ὁ θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἐκ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρότητος καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτήν, τὴν ἔχθραν καταλλάσσων. κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ θεὸς παραδέχεται αὐτὴν πρῶτον συμμεταβάλλων αὐτήν, ἕως αὐξήσῃ αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἀξία νύμφη αὐτοῦ καὶ ἄμωμος γένηται. πρῶτον γὰρ γεννᾷ αὐτὴν δι' ἑαυτοῦ καὶ αὔξει αὐτὴν ἐν ἑαυτῷ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ. αὐτὸς γὰρ τέλειος ὢν νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου, καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας.
11.5.1
Ταῦτα τὰ δωρήματα καὶ ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ὁ θεὸς τῇ ψυχῇ τῇ ἀνθρωπείᾳ καὶ οὕτω τείνει αὐτὴν εἰς πλάτος ἄπειρον, ἕως τελειώσει αὐτήν, καὶ τότε πάντων κυριεύει ἀπολαβοῦσα τὸν ἐπουράνιον νυμφίον. οὐδὲν γὰρ τῶν ἔργων αὐτοῦ ἠγάπησεν ὁ θεὸς οὕτως ὡς τὸν ἄνθρωπον, καὶ οὐδὲν τῶν κτισμάτων οὕτως ἠγάπησε τὸν θεὸν ὡς ὁ ἄνθρωπος.
11.5.2
Κατὰ τὸν Μωϋσέως νόμον λαβὼν Ἀαρὼν τὴν στολὴν τὴν ἁγίαν καὶ τὸν ποδήρη τὸν δωδεκακώδωνον καὶ τὰ ὀνόματα τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῶν δώδεκα λίθων γεγραμμένα καὶ ἄλλους δύο τιμίους λίθους ἐπὶ τῶν ὤμων εἰσῄει εἰς τὰ ἅγια τῶν ἁγίων ἐπιτελῶν πᾶσαν τὴν ἐν νόμῳ ἱερατείαν καὶ λατρείαν, προδιατυπούμενος διὰ τῆς εἰκόνος τὴν ἀληθινὴν τοῦ Χριστοῦ ἱερωσύνην. οὕτω γὰρ καὶ ὁ κύριος παραλαβὼν τὰ τέκνα αὐτοῦ τοὺς ἀποστόλους, οὓς μὲν ἐντεῦθεν οὓς δὲ ἐντεῦθεν, βαστάζων αὐτῶν τὰ ὀνόματα εἰσῆλθεν εἰς τὸ ἐπουράνιον θυσιαστήριον, εἰς τὰ ἅγια τῶν ἁγίων «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος» «πρόδρομος ὑπὲρ ἡμῶν» γενόμενος. ὁ δὲ ποδήρης ὁ ποικίλος καὶ δωδεκακώδωνος τὸ πνεῦμα τὸ παράκλητον ὃ ἐνέδυσε τὰς ψυχὰς τῶν ἀποστόλων, οἱ καὶ ἤχησαν ἐν ὅλῳ τῷ κόσμῳ τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 12. τ. 1 ΛΟΓΟΣ ΙΒʹ.

Intertext edge

Open linked passage

Note