Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 12 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος χάριςκαθὼς εἴρηται· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ» κλαιέτω καὶ παρακαλείτω τὸν κύριον, ἵνα λάβῃ τὸ ἀπ' οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ
12.1.2
ἐνδεδυμένος τὸ τοῦ πνεύματος ἔνδυμα. ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐὰν γυμνὸς ᾖ τις, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι γὰρ φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι ἰδίους, τέκνα ἰδόντες γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἀτενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρὸς καὶ «ὀπισθοφανῶς» ἀπελθόντες ἐπεκάλυψαν αὐτόν, καὶ οὕτως ἔστρεψαν τὰς ὄψεις, οὕτω καὶ ὁ θεὸς ἀπέστρεπται τοὺς μὴ ἐνδεδυμένους τὸ ἔνδυμα τοῦ πνεύματος αὐτοῦ ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους «τὸν κύριον Ἰησοῦν
12.1.3
Χριστὸν» ἐν ἀληθείᾳ. αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος γυμνὸν ἑαυτὸν ᾐσχύνθη· τοσαύτη ἀτιμία πρόσεστι τῇ γυμνότητι. εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχή, ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον ἔνδυμα τοῦ πνεύματος καὶ αὐτὸν τὸν κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πόσην αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὁ ὢν γυμνὸς ἀπὸ τῆς θείας δόξης ἐκείνης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὢν καὶ ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων ἓν περίβλημα καὶ ὅμως τὴν αἰσχύνην ἐφόρει.
12.1.4
Ἐπαισχυνόμενος δέ τις καὶ γινώσκων τὴν πτωχείαν καὶ γυμνιτείαν αὐτοῦ αἰτείτω παρὰ τοῦ διδόντος καὶ ἀμφιέννυντος τὴν ψυχὴν δόξῃ Χριστοῦ καὶ φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίωνμηδὲ δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένην καὶ νομίζουσαν ἔχειν ἀμφίον σωτηρίου. εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ θεοῦ δικαιοσύνηνἥτις ἐστὶν ὁ κύριος, «ὃς ἐγενήθη, φησί, δικαιοσύνη καὶ ἁγιασμὸς ἡμῖν καὶ ἀπολύτρωσις», ματαίως καὶ κενῶς κοπιᾷ. πᾶσα γὰρ οἴησις τῆς δικαιοσύνης αὐτοῦ «ὡς ῥάκος ἀποκαθημένης» φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,
12.1.5
ὥς φησιν Ἠσαίας ὁ προφήτης. αἰτησώμεθα οὖν καὶ δεηθῶμεν τοῦ θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς· ὃν φορέσασαι αἱ ψυχαὶ οὐκέτι ἀπεκδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλὰ τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, ὃ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς καὶ ἅγιαι ψυχαί, καθώς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν». Δόξα τῇ ἀρρήτῳ αὐτοῦ εὐσπλαγχνίᾳ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει.
12.2.1
Καὶ πάλιν ὥσπερ ἡ «γυνὴ» ἡ «αἱμορροοῦσα» πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ «κρασπέδου τοῦ ἱματίου» τοῦ κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ «ἐξηράνθη» «ἡ ῥύσις τοῦ αἵματος» τῆς ἀκαθάρτου πηγῆς, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν, ἐὰν προσέλθῃ τῷ κυρίῳ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ μόνου. ἄλλως δέ τινι ἰάσαθαι τὸ τραῦμα τοῦτο τῆς ψυχῆς ἀδύνατον.
12.2.2
Τοιοῦτον γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα θεόν. διέβλεψαν γὰρ τότε οἱ ὀφθαλμοὶ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. οὕτω γὰρ ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν ἰάσασθαι εἰ μὴ μόνῳ τῷ κυρίῳ τοῦτο δυνατόν ἐστιν. αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν πονηρῶν διαλογισμῶν
12.2.3
τῆς ψυχῆς ἐξήρανεν. ὥσπερ γὰρ ἐκεῖ ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύειν ἐπαγγελλομένοις, οὐδὲν ἴσχυσεν αὐτὴν θεραπεῦσαι, ὡς δὲ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ, ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, ταχέως ᾔσθετο τῆς ἰάσεως καὶ ἐστάλη ἡ ῥύσις τοῦ αἵματος, οὕτω καὶ τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς
12.2.4
οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς γὰρ ἦλθεν, ἀλλ' οὐκ ἠδυνήθη παντελῆ ἴασιν δοῦναι τῇ ψυχῇ. ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νουμηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι ἐκ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῶν θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον ἴασιν τῇ ψυχῇ ἐποίησε, καὶ αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ τῆς σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν, αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων
12.2.5
λογισμῶν. «ἴδε, γάρ φησιν, ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». οὔτε γὰρ ἐδύνατο τὰ ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἴδια δικαιώματα μόνον, θεραπεῦσαι αὐτὴν καὶ ἰάσασθαι ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος, διὰ τούτου μόνου τοῦ φαρμάκου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς αἰωνίου ἐφίκεσθαι,
12.2.6
καθαρίσας διὰ τοῦ πνεύματος τοῦ ἁγίου τὴν καρδίαν. ἀλλ' ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδύνατο καὶ τετραυμάτιστο, ἀλλ' ὅμως πόδας εἶχεν ἐλθεῖν πρὸς τὸν κύριον, καὶ ἐλθοῦσα ἰάσεως ἔτυχεν· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν προβῆναι οὐκ ἠδύνατο διὰ τὸ μὴ βλέπειν ἐλθεῖν πρὸς τὸν κύριον, ἀλλ' ὀξύτερον ἄγγελον ἀπέστειλε τὴν φωνήνἔλεγε γάρ· «υἱὲ Δαβίδ, ἐλέησόν με» καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος πρὸς αὐτὸν τοῦ κυρίου καὶ διαβλέψαι ποιήσαντος; οὕτω καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας καὶ τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ' ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ. ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόα καὶ ἡ αἱμορροοῦσα προσῆλθε τῷ κυρίῳ, οὐκ ἂν ἔτυχον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν κύριον καὶ μετὰ πληροφορίας
12.2.7
καὶ πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει. καὶ γὰρ ἐκεῖνοι πιστεύσαντες εὐθέως ἰῶντο, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου», οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται. εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ κύριος ἐλθὼν ἐποιήσατο ἐπὶ γῆς, πόσῳ μᾶλλον τῆς θείας καὶ ἀθανάτου καὶ κατ' εἰκόνα πεποιημένης ψυχῆς. ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν καὶ διχοστασίαν καὶ διὰ τὸ μὴ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης καρδίας μηδὲ ἐξ ἀληθείας αὐτῷ πιστεῦσαι, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν.
12.2.8
Πιστεύσωμεν οὖν αὐτῷ καὶ προσέλθωμεν ἐξ ἀληθείας, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ὁ κύριος ἡμῶν ποιήσηται. ἐπηγγείλατο γὰρ «τοῖς αἰτοῦσιν αὐτὸν διδόναι πνεῦμα ἅγιον» καὶ «ζητοῦσιν εὑρίσκειν καὶ κρούουσιν ἀνοίγειν» καὶ ἀψευδής ἐστιν ὁ ἐπηγγειλάμενος. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 13. τ. 1 ΛΟΓΟΣ ΙΓʹ.

Intertext edge

Open linked passage

Note