Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ τοῦ πλούτου οὗπερ ἔχει πάντα ὅσα βούλεται κέκτηται, καὶ οἷα θέλει ἐν τῷ κόσμῳ κτήματα ἐξαίρετα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐχερῶς καὶ εὐκόλως κτᾶται. οὕτω καὶ οἱ ζητήσαντες παρὰ θεοῦ καὶ εὑρόντες καὶ ἐν αὐτοῖς ἔχοντες τὸν ἐπουράνιον τοῦ πνεύματος θησαυρόν, αὐτὸν τὸν Χριστὸν ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ κυρίου ἐκ τοῦ θησαυροῦ τοῦ ὄντος ἐν αὐτοῖς Χριστοῦ ἐπιτελοῦσι καὶ δι' αὐτῶν πάλιν πλοῦτον ἐπουράνιον πλείονα
13.1.2
συνάγουσι. διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πνευματικοῦ θησαυροῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ τὰς ἐντολὰς τοῦ κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου κατεργάζονται. οὕτω γάρ φησι καὶ ὁ ἀπόστολος· ἔχοντες «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι κατηξιώθητε, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν· «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον θησαυρὸν τοῦτον τοῦ πνεύματος, πᾶσαν δικαιοσύνην ἐπιτελῶν πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως τὸ λοιπὸν καὶ εὐκόλως.
13.1.3
Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ ἐν ἡμῖν χαρίσηται, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην πᾶσαν τοῦ πνεύματος καθαρῶς καὶ τελείως
13.1.4
ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. ὁ γὰρ πένης καὶ πτωχὸς καὶ γυμνὸς ὢν ἐν κόσμῳ καὶ λιμώσσων, μηδὲν ἔχων, οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης· τῷ δὲ ἔχοντι θησαυρόν, ὡς προείρηται, εὔκολά ἐστι πάντα καὶ εὐχερῶς καὶ ἀνωδύνως κτᾶται, οἷα βούλεται κτήσασθαι κτήματα. οὕτω καὶ ἡ ψυχὴ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος ἁγίου καὶ ὑπὸ τὴν πτωχείαν τὴν δεινὴν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ ἁγίου πνεύματος.
13.1.5
Ὅμως βιάζεσθαι χρὴ ἑαυτὸν ἕκαστον εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν θησαυρὸν τοῦ πνεύματος τὸν οὐράνιον, εὐχερῶς καὶ εὐκόλως καὶ ἀκοπιάστως, καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς δυνηθῇ ποῆσαι, ἃς πρὶν μετὰ βίας κατορθῶσαι οὐκ ἠδύνατο. πένης γὰρ καὶ πτωχὸς ὑπάρχων ἀπὸ κοινωνίας πνεύματος ἁγίου, πῶς ἐδύνατο τοιαῦτα πνευματικὰ κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου
13.1.6
πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς καὶ πᾶσαν δικαιοσύνην καὶ τὰς ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, αὐτὸ τὸ πνεῦμα ἐν ἑαυτῇ καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.
13.1.7
Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. ὥσπερ ἐὰν ᾖ τις πλούσιος καὶ ποιῇ δεῖπνα πολυτελῆ ἐκ τοῦ πλούτου αὐτοῦ καὶ τοῦ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τι αὐτῷ ἐνδεήσῃ, ἔχων πλοῦτον μέγαν καὶ οὕτως εὐφραίνει πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ' αὐτοῦ, διάφορα καὶ πολυτελῆ καὶ καινότερά τινα ἐδέσματα παρέχων αὐτοῖς. ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον παρασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ οὕτω μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅσα ἐχρήσατο σκεύη ἀργύρου ἢ ἱμάτια ἢ ἕτερα εἴδη· καὶ οὕτω πάντων ἑκάστῳ ἀποδοθέντων αὐτὸς πένης καὶ
13.1.8
γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται. οὕτω καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν οὐράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγῳ πνευματικῷ καὶ εὐφρᾶναι ψυχὰς θέλωσιν, ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μή τι ἐλλείψῃ αὐτοῖς, ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς
13.1.9
ἑστιωμένους. ὁ δὲ πένης μηδὲν κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μηδὲν ἔχων πλοῦτον πνευματικὸν ἔνδον ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ βούλεται καὶ αὐτὸς ὡς δεῖ λαλεῖν λόγον ἀληθείας καὶ εὐφραίνειν τινὰς τῷ τῆς ἀκοῆς λόγῳ καὶ τοῖς νοήμασι τῶν γραφῶν ἐν ἔργῳ καὶ δυνάμει καὶ ἀληθείᾳ ἐν ἑαυτῷ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ χρώμενος ἐξ ἑκάστης γραφῆς λόγοις ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, δοκεῖ μὲν εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων, μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος εἰς τὰ ἴδια, ὅθεν ἤρθη ἀπέρχεται, μὴ ἔχων ἔνδον ἴδιον θησαυρὸν ἁγίου πνεύματος, ἀφ' οὗ τις προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους· αὐτὸς οὖν πρῶτος μὴ εὐφραινόμενός ἐστι καὶ μὴ ἀγαλλιῶν τῷ πνεύματι.
13.1.10
Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δώῃ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος ἁγίου, ἵνα οὕτω καὶ ἡμεῖς πρότερον ὠφέλειαν καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον ἐν αὐτῷ εὑρόντες, τότε καὶ ἄλλους δυνηθῶμεν ὡς ἐφικτόν ἐστιν ὠφελεῖν, ἀπὸ τοῦ ἔνδοθεν θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων οὐρανίων
13.1.11
καὶ πνευματικῶν ποιούμενοι διήγησιν. οὕτω γὰρ ἠθέλησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πνεύματος τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ καὶ ἀγαπῶντι αὐτόν. «ὁ γὰρ ἀγαπῶν με, φησίν, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν». οὕτως ἡ ἄπειρος χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ ηὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ ἁγίου πνεύματος ἐπηγγείλατο. Δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας τριάδος.
13.2.1
Οἱ γὰρ καταξιωθέντες τέκνα θεοῦ γενέσθαι καὶ ἐκ πνεύματος ἁγίου ἄνωθεν γεννηθέντες καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτοὺς ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύματος εἰσὶν ὁδηγούμενοι καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος κυβερνώμενοι. πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύν
13.2.2
τες. ἔστιν ὅτε γίνονται ὥσπερ ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τοῦ νυμφίου αὐτῆς ἀναπαύσει θεϊκῇ. ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος, ὡς μηδὲ νομίζειν ἔχειν αὐτοὺς σῶμα. ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ πότου εὐφραινόμενοι καὶ μεθύοντες τῷ πνεύματι μέθην θείαν καὶ πνευματικὴν μυστηρίων πνευματικῶν· ἄλλοτε εἰσὶν ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων δεόμενοι καὶ ὅλου τοῦ Ἀδὰμ τὸ πένθος καὶ τὸν κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος ἐκκαιόμενοι εἰς τὴν ἀνθρωπότητα. ἄλλοτε ἐν τοσαύτῃ ἀγάπῃ καὶ ἀγαλλιάσει ὑπὸ τοῦ πνεύματος ἐκπυροῦνται, ὡς εἰ δυνατὸν πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ. ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτωθεν παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ πνεύματος,
13.2.3
ὡς ἑαυτοὺς ἐσχατωτέρους πάντων καὶ ἐλάττονας νομίζειν. ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται, ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, ὃς καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς δυνατῶς καὶ ἰσχυρῶς ἀγωνίσηται νικήσας, οὕτως ὁ πνευματικὸς λαμβάνει ὅπλα τοῦ πνεύματος ἐπουράνια καὶ ἐπὶ τοὺς ἀοράτους ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ καὶ ἀναπαύσει καὶ εὐθηνίᾳ τινι ἀρρήτῳ εἰς μόνην πνευματικὴν ἡδονὴν ἐν πολλῇ ἡσυχίᾳ καὶ ἠρεμίᾳ ἡ ψυχὴ ἀναπαύεται. ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτῳ ὑπὸ τῆς χάριτος σοφίζεται, ὅπερ οὔτε διὰ γλώσσης στόματος λαληθῆναι δυνατόν. ἄλλοτε εἰς πάντων ἀνθρώπων γίνεται σωτηρίαν. οὕτω ποικίλως ἡ χάρις ἐν αὐτοῖς ἀναστρέφεται καὶ ὁδηγεῖ τὴν ψυχὴν πολυτρόπως καὶ ποικίλως ἀναπαύσασα κατὰ τὸ αὐτῆς θέλημα, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ.
13.2.4
Ταῦτα δὲ τὰ προειρημένα τοῦ πνεύματος ἐνεργήματα μεγάλων μέτρων ἐστὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων· αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικιλίαι ἀναπαύσεις διαφόρως μέν, ἀλλ' οὔ γε ἀδιαλείπτως εἰς αὐτοὺς ἐνεργεῖται ἐνέργεια ἐνέργειαν πνεύματος διαδεχομένη. ὅτε γὰρ εἰς τελειότητα τοῦ πνεύματος καταντήσῃ ἡ ψυχὴ τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τελείως τῷ πνεύματι τῷ παρακλήτῳ διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, τότε καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθήσεται πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλον φῶς, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. καὶ καταπίνονται εἰς τὰς ἀρετὰς τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ περιέχονται πνεύματι ἀνακεκραμένοι καὶ τῇ χάριτι τοῦ Χριστοῦ ἡνωμένοι ἀφομοιοῦνται τῷ Χριστῷ, τὰς ἀρετὰς τοῦ πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες καὶ πᾶσι τοιούτους καρποὺς ἐπιδεικνύντες, ἔσωθεν ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροὶ διὰ τοῦ πνεύματος καταρτισθέντες. πῶς οὖν δυνατὸν ἔξωθεν καρποὺς κακίας προσελθεῖν; ἀλλὰ πάντοτε καὶ διαπαντὸς οἱ καρποὶ τοῦ πνεύματος ἐν αὐτοῖς διαλάμπουσι.
13.2.5
Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δώῃ ἡμῖν τὴν ἐπουράνιον χάριν αὐτοῦ τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ διὰ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι. φησὶν ὁ ἀπόστολος· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ», καὶ πάλιν· «μέχρι καταντήσομεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». ἐπηγγείλατο γὰρ ὁ κύριος πᾶσι τοῖς πιστεύουσι καὶ αἰτουμένοις καὶ δεομένοις ἐν ἀληθείᾳ δωρήσασθαι
13.2.6
τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ ἁγίου πνεύματος. καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀναθέντες καὶ ψυχῇ καὶ σώματι ἀφιερώσαντες καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσκολληθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ οὕτως ἄξιοι τοῦ κυρίου εὑρεθέντες τῆς αἰωνίου βασιλείας κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 14. τ. 1 ΛΟΓΟΣ ΙΔʹ.