Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ὥσπερ ἀπὸ πυρὸς ἀνάπτονται λύχνοι πολλοὶ καὶ εἰσὶν αἱ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ὅλοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτω καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως τοῦ πυρὸς τοῦ θείου τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάπτονται καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἕν τι ὄντες αὐτὸς καὶ αὐτοί· λέγει γάρ· «διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Χριστὸς γὰρ ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ, ᾧ αὐτὸς ἐχρίσθη καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς ὡς εἰπεῖν οὐσίας καὶ ἑνὸς σώματος. λέγει γὰρ πάλιν οὕτως· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες». ἐοίκασι γὰρ οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν ἑαυταῖς (τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης), ἐὰν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσι. καὶ γὰρ περὶ Ἰωάννου λέγει ὁ κύριος· «ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος», διὰ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐπιμένον ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν. Ὥσπερ ἐὰν ᾖ βαλάντιον σάκκινον μὲν καὶ εὐτελές, πεπληρωμένον δὲ μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ εἰς τὸν ἔξω ἄνθρωπον ταπεινοὶ ὀφείλουσιν εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχοντες τὸν πολύτιμον μαργαρίτην, ἵνα μὴ τῷ κόσμῳ φανῶσιν ὄντες τί, καίτοι ὄντες μεγάλοι παρὰ τῷ θεῷ. ἢ ὥσπερ ἵνα ᾖ ὀστράκινον σκεῦος πεπληρωμέμον χρυσίου ἢ μεστὸν ἀπὸ βαλσάμου, οὕτω καὶ οἱ Χριστιανοὶ εἰς τὸν ἔξω ἄνθρωπον ὀφείλουσιν εἶναι εὐκαταφρόνητοι, ἔνδοθεν ἔχοντες τὸν πολύτιμον μαργαρίτην. ἐπειδή εἰσιν ἄλλοι τάφοις κεκονιαμένοις ἐοικότες, οἵτινες ἔξωθεν μέν εἰσιν ἐζωγραφημένοι καὶ περικαλλεῖς, «ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν» καὶ δυσωδίας πολλῆς καὶ ἀκαθάρτων πνευμάτων. Καθὼς ὁ ἀπόστολος λέγει ὅτι ὁ κληρονόμος ἕως ὅτε νήπιός ἐστιν, «ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους» τῶν πονηρῶν πνευμάτων, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν νόμον οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς οὖν ὀφείλει πάντοτε τὴν μνήμην τοῦ κυρίου ἔχειν. γέγραπται γάρ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου», ἵνα μὴ μόνον ὅτε εἰσέρχεται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων, ἵνα ἔχῃ πάντοτε τὴν μνήμην τοῦ κυρίου καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν. λέγει γάρ· «ὅπου ὁ νοῦς σου ἐκεῖ καὶ ὁ θησαυρός». εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνο αὐτοῦ ἐστιν ὁ θεός. ἐὰν ἐπιθυμῇ ἡ καρδία αὐτοῦ πάντοτε τοῦ θεοῦ, ἐκεῖνος αὐτοῦ ἐστι κύριος τῆς καρδίας. εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, ἀκμὴν δέδεται ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων. ὅπου ἡ καρδία αὐτοῦ δεθῇ καὶ ὁ νοῦς αὐτοῦ αἰχμαλωτισθῇ, ἐκεῖνο αὐτοῦ ἐστι θεὸς καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξέλθων τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσέλθων καὶ ἐμπεσὼν πάλιν εἰς τὸν κόσμον. Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ ἀντιστῆναι οὐ δύναται τῇ δυνάμει τοῦ πυρός, ἀλλ' εὐθέως καίεται, οὕτω καὶ οἱ πύρινοι δαίμονες θέλοντες πολεμεῖν τῷ ἀνθρώπῳ καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως καὶ τοῦ ταύτης πυρός. μόνον ἵνα ᾖ ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος τῷ κυρίῳ καὶ ἔχων τὴν ἐλπίδα καὶ πεποίθησιν εἰς Χριστὸν Ἰησοῦν. καὶ ἐὰν ὦσιν ἰσχυροὶ οἱ δαίμονες ὥσπερ ὄρη σιδηρᾶ, ὑπὸ τῆς εὐχῆς καίονται καθάπερ κηρὸς ἀπὸ προσώπου πυρός. γέγραπται γὰρ «ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ». μέγας δὲ ἐν τῷ μεταξὺ ἀγὼν καὶ πόλεμος ἀνὰ μέσον τῆς ψυχῆς κεῖται. ποταμοί εἰσιν δρακόντων καὶ στόματα λεόντων πυρίνων εἰσὶ φλέγοντες ἀεὶ καὶ ἐμπυρίζοντες τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιὸς μεθύει εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ ὁ φονεύων ἄκρος ἐστὶν εἰς τὸ κακόν, οὕτω καὶ ὁ Χριστιανὸς ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου ἄπειρος τοῦ κακοῦ γίνεται. οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι ὄντες τῇ ἁμαρτίᾳ, οὗτοι ἔτι ὑπὸ φόβον εἰσὶ πολὺν καὶ διὰ φοβερῶν τόπων διοδεύουσιν. Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, ἐπὰν εὕρωσιν αἴσιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ἔτι ὑπὸ φόβον εἰσίν, μήπως ἐναντίου ἀνέμου κινηθέντος κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσι χάριν καὶ αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντος αὐτοῖς, ὑπὸ φόβον εἰσίν, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως ἐπελθὼν ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωσιν εἰς τὸν λιμένα τῆς ἀναπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον τρυφήν, εἰς τὴν πόλιν τὴν ἁγίαν, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων. ἐὰν δὲ μή τις διέλθῃ τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ ἐναντία δύναμις ἐργάσηται. Ὥσπερ γὰρ ἵνα ᾖ γυνὴ συλλαβοῦσα σπόρον λοιπόν ἐστι τὸ ἔμβρυον τρυφερὸν ἐν τῇ μήτρᾳ καὶ ὡς εἰπεῖν ἐν ὑλώδει καὶ σκοτεινῷ τόπῳ ἐστὶ τὸ παιδίον. ἐὰν μὲν οὖν αὐτὸ συμβῇ ἐξελθεῖν ἐν τῷ δέοντι καιρῷ, βλέπει κτίσιν, ἣν οὐδέποτε εἶδεν οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθέως οἱ φίλοι καὶ οἱ συγγενεῖς ἱλαροῖς προσώποις ὑποδέχονται αὐτὸ εἰς τὰς ἀγκάλας αὐτῶν. ἐὰν δὲ συμβῇ ὑπὸ ἀταξίας πολλῆς ἐνδιασπασθῆναι τὸ παιδίον, λοιπὸν ἀνάγκη τοὺς εἰς τοῦτο ἀποτεταγμένους ἰατροὺς ξίφει χρήσασθαι καὶ ἐμβρυοτομῆσαι τὸ παιδίον, καὶ λοιπὸν εὑρίσκεται ἀπὸ θανάτου εἰς θάνατον καὶ ἀπὸ σκότους εἰς σκότος χωροῦν, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις εἰσίν. ἐὰν οὖν οὗτοι ἀσφαλίσωνται τὸ σπέρμα, ὅπερ ἔλαβον, ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ ὁ χορὸς ὁ ἄνω ἱλαροῖς προσώποις ὑποδέχονται αὐτοὺς εἰς τὰς ἀγκάλας αὐτῶν. ἐὰν δὲ ὑποδεξάμενός τις τὰ ὅπλα τοῦ κυρίου εἰς τὸ πολεμῆσαι μὴ ἀνδρίσηται γενναίως, ἀλλὰ χαυνωθῇ καὶ ἐκλυθῇ, εὐθέως παραδίδοται τοῖς ἐχθροῖς καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ὁ τοιοῦτος εὑρίσκεται ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος καὶ ἀπώλειαν χωρῶν. Ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, καὶ ἔχει μικρὸν τεῖχος ἀντὶ θριγγίου τὸ φυλάσσον αὐτόν. συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι. λοιπὸν ἐὰν μικρὸν τὸ ὕδωρ προσκλύσῃ τὸ τεῖχος καὶ ὑποφθείρῃ τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν τριγχὸν καὶ διαρρήσσει καὶ ἐκριζοῖ τὰ φυτὰ καὶ πᾶσαν τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. ἔχει τοὺς λογισμοὺς τοὺς καλοὺς καὶ τοὺς κακούς, καὶ πλησιάζουσι πάντοτε οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. λοιπὸν οὖν ἐὰν ᾖ μικρὸν ὁ νοῦς κοῦφος καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, οὐ καλῶς, τοῖς κακοῖς, οἱ πλησιάζουσι πάντοτε, διὰ τῆς πλάνης εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν. Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρὰ ὅλα τὰ μέλη καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶν σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανὸν ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, εἰς τὴν μικρὰν κόρην τοῦ ὀφθαλμοῦ ἐνμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶν καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστιν, καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ οἱ δράκοντες, ἐκεῖ φωλεύει τὰ πνεύματα τῆς πλάνης, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, ἐκεῖ αἱ τραχύτητες, ἐκεῖ αἱ φάραγγες, ἐκεῖ αἱ ἀνώμαλοι ὁδοί, ὁμοίως πάλιν ὅταν φωτισθῇ, ἐκεῖ ὁ θεός, ἐκεῖ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωή, ἐκεῖ τὸ φῶς, ἐκεῖ αἱ πόλεις αἱ οὐράνιαι, ἐκεῖ οἱ ἀπόστολοι, ἐκεῖ οἱ θησαυροὶ τῆς βασιλείας, ἐκεῖ τὰ πάντα ἐστίν. Ὥσπερ ἐστὶν ὁμίχλη ἐπικειμένη εἰς ὅλην τὴν οἰκουμένην τῷ ἀέρι καὶ τοῖς ὄρεσι, καὶ ἄνθρωπος ἄνθρωπον οὐ βλέπει, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦτο τοῦ πονηροῦ ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ ψυχῇ ἀνθρώπου ἐκ τῆς παραβάσεως. ὁ ἐπισκιαζόμενος ὑπὸ τοῦ τοιούτου σκότους ὡς ἐν νυκτί ἐστι, καὶ ἐν φοβεροῖς τόποις ἔχει τὴν διαγωγήν. Ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον τυγχάνον, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία ὡς καπνοῦ πλῆθος μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέλκουσα εἰς τοὺς λογισμοὺς ἄπειρον πλῆθος δαιμόνων. Ὥσπερ οὖν ὅτε ἐν τοῖς φαινομένοις εἴη πόλεμος συγκροτούμενος· οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ οἱ μεγιστᾶνες εἰς πόλεμον, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσιν, καὶ λοιπὸν προβάλλονται οἱ τίρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται, καὶ συμβαίνει, ὅτι νίκην κατεργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων καὶ λοιπὸν τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσι παρὰ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα καὶ ἐκεῖνοι οἱ μεγάλοι οἱ ἐναπομείναντες εἰς τὰ οἰκεῖα αὐτῶν ὀπίσω πάντων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. οἱ ἰδιῶται ἐξ ἀρχῆς ἀκούσαντες τὸν λόγον, φιλαλήθει λογισμῷ οὗτοι τὸ ἔργον ποιοῦσιν καὶ ἐμπίπτουσιν εἰς ἀγῶνα χάριτος καὶ πόλεμον ποιοῦσιν καὶ διδόασιν καὶ λαμβάνουσιν κατὰ ἀλλήλων βέλη καὶ γίνεται αὐτῶν ἡ νίκη αἰώνιος. οἱ δὲ σοφοὶ καὶ δὴ λεπτῶς ζητοῦντες τὸν λόγον, φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσιν, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων. Καθάπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ περιφέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας εἰς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς. Ὥσπερ οἱ τελῶναι ὑποκαθέζονται εἰς τὰς ὁδοὺς καὶ κατέχουσι τοὺς παριόντας καὶ διασείουσιν, οὕτω καὶ οἱ δαίμονες ἐπιτηροῦσι τὰς ψυχὰς καὶ κατέχουσι, καὶ ἐν τῷ ἐξέρχεσθαι ἐκ τοῦ σώματος ἐὰν μὴ ἐντεῦθεν καθαρῶς καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ὑπαντῆσαι τῷ δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν πονηρῶν πνευμάτων, τῶν ἀερίων δαιμόνων. Ὥσπερ τὸ ἅρμα ἐὰν μὴ ἔχῃ ἡνίοχον τὸν ἄγοντα καὶ ἀπάγοντα εὐδρομοῦντα τὰ ζῷα ἔνθα οἶδεν αὐτός, ἐκτρέπεται τῆς εὐθείας ὁδοῦ καὶ συντρίβεται, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ τὸν ἡνίοχον τοῦ πνεύματος, ἵνα ἡνιοχήσῃ αὐτὴν ὡς οἶδεν αὐτὸ τὸ πνεῦμα, ἐκτρέπεται καὶ ἐμπίπτει εἰς φάραγγας καὶ παγίδας τοῦ διαβόλου. Ὥσπερ γεωργὸς φυτεύων κλήματα πολλὰ μετὰ τὸ διελθεῖν τὸν δεινὸν χειμῶνα καὶ τοὺς ἀνέμους τοὺς φοβερούς, καὶ τότε φανερὸν γίνεται ποῖον ἐρριζώθη, οὕτω καὶ ὁ ἄνθρωπος φυτεύεται ἐν τῷ θεῷ· λαμβάνων χάριν πνεύματος καὶ διέρχεται πάντας τοὺς χειμῶνας τῶν πειρασμῶν καὶ δοκιμάζεται ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας μεθ' ὧν συνοικεῖ, καὶ τότε φαίνεται εἰ ἐρρίζωται ἐν τῷ θεῷ, εἰ ἐν τῇ ἀγάπῃ αὐτοῦ ἕστηκεν, εἰ τὴν χάριν ἣν ἔλαβε βεβαίως ἐφύλαξε καὶ εἰ ἐν αὐτῇ ηὐξήθη καὶ ἐν αὐτῇ ἐτελειώθη, εἰ τὸ τάλαντον διπλοῦν ἐπραγματεύσατο. καὶ ὥσπερ ὁ γεωργὸς πάντα τὰ κλήματα βούλεται εἰς καρποφορίαν καὶ τελείωσιν ἐλθεῖν, οὕτω καὶ ὁ θεὸς βούλεται πάντας τοὺς λαμβάνοντας τὴν χάριν τοῦ πνεύματος αὐτοῦ δοκιμασθῆναι καὶ τελειωθῆναι. Ὥσπερ ὁ χρυσὸς τῇ γῇ μέμικται, εἶτα διϋλιζόμενος ὑπὸ τοῦ ὕδατος φανερὸς γίνεται ἀπὸ τῆς γῆς, πάλιν δὲ εἰς χωνευτήριον βάλλεται, ἕως οὗ καθαρισθῇ τελείως, καὶ τότε λαμβάνει εἰκόνα βασιλέως καὶ εἰς ἐμπορίαν ἀπέρχεται καὶ εἰς θησαυροὺς βασιλικοὺς ἀποτίθεται· πρὸ δὲ τοῦ διϋλισθῆναι κατεπατεῖτο ὑπὸ τῶν θηρίων, οὕτω καὶ ἡ ψυχὴ ἐν γῇ οὖσα μετὰ τῆς ἁμαρτίας μεμιγμένη ὑπὸ τῶν θηρίων τῶν πονηρῶν πνευμάτων κατεπατεῖτο, εἶτα ὑπὸ τοῦ πνεύματος, τοῦ οὐρανίου ὕδατος, διϋλίζεται καὶ πρῶτον φανεροῦται λαμβάνουσα χάριν καὶ γινώσκει ἑαυτὴν χωριζομένην τῆς κακίας· εἶτα εἰς τὸ χωνευτήριον τῆς δοκιμασίας βάλλεται, ἵνα τελείως καθαρισθῇ ἀπὸ παντὸς ῥύπου, καὶ οὕτως εἰκόνα βασιλέως οὐρανίου λαμβάνει καὶ μορφοῦται Χριστὸς ἐν αὐτῇ καὶ τότε καθαρὰ γενομένη εὔχρηστός ἐστι τῷ δεσπότῃ καὶ εἰς τοὺς βασιλικοὺς θησαυροὺς ἀποτίθεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ θώραξ ᾧ κέχρηνται οἱ πολεμισταί, ὁ λεγόμενος κλίβανος, κατὰ τὴν εἰκόνα τοῦ ἀνθρώπου ἐστίν, καὶ ἐὰν μὴ ἔχῃ τὸ κινοῦν αὐτὸν σῶμα καὶ φέρον ἀργὸν καθίσταται, οὕτω καὶ ἡ ψυχὴ εἰκὼν οὖσα τοῦ θεοῦ, ἐὰν μὴ ἐνδύσηται τὸ πνεῦμα καὶ κινήσῃ αὐτὴν καὶ πολεμήσῃ τοῖς ἐχθροῖς καθὼς τὸ πνεῦμα οἶδεν, ὁ ἄνθρωπος οὐδέν ἐστιν ὡς ἀσθενὴς καὶ ἀκίνητος, μὴ εἰδὼς μήτε τοὺς ἐχθροὺς μήτε πῶς πολεμήσῃ. Καὶ γὰρ ὁ πολεμιστής, ἐὰν μὴ ἔχῃ τὸν ἵππον ὀξὺν καὶ τὰ ὅπλα πολεμικά, οὔτε πολεμῆσαι δύναται οὔτε φυγεῖν, ἐὰν χρεία γένηται, ἀλλὰ γυμνὸς ὢν ἀπόλλυται καὶ σφάζεται, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ τὸ ἅγιον ὥσπερ ὅπλον, δι' οὗ θωρακισθῇ, γυμνὴ οὖσα ἀπὸ Χριστοῦ σφάζεται καὶ ἀπόλλυται. Ὁ σπόρος διὰ τὴν χώραν ἐπαινεῖται καὶ ἡ χώρα διὰ τὸν καλὸν σπόρον, οὕτω καὶ οἱ ἄνθρωποι οἱ ἅγιοι διὰ τὸν ἐν αὐτοῖς θεὸν πνευματικοὶ καὶ ἅγιοι λέγονται καὶ θαυμάζονται, καὶ ὁ θεὸς διὰ τοὺς ἔχοντας αὐτὸν καὶ καρποφοροῦντας δοξάζεται. Ὥσπερ δὲ ἀετὸς ἢ ἄλλο τι ὑψιπετὲς ἀπὸ τῆς γῆς μετὰ πολλῆς βίας ἵπταται, ἐπὰν δὲ εἰς ὕψος γένηται ἐν πολλῇ γαλήνῃ καὶ ἀναπαύσει καὶ ἀμεριμνίᾳ ἐστίν, οὕτω καὶ ἡ ψυχὴ λαβοῦσα τὰ πτερὰ τοῦ πνεύματος πρῶτον πολεμεῖ τοῖς ἐχθροῖς αὐτῆς καὶ βιάζεται βοηθουμένη ὑπὸ τῶν ἄνω πτερύγων. ὅταν δὲ εἰς ὕψος ἢ μέγεθος καὶ πλοῦτον τῆς χάριτος γένηται, ἀμερίμνως καὶ ἀφόβως ἐν τῷ ἀέρι τῆς θεότητος ἀναπαύεται. ἐπὰν δὲ πάλιν εἰς γῆν καταπέσῃ τὸ ὄρνεον, πιέζεται ὑπὸ πάντων εἴτε θηρίων εἴτε ἀνθρώπων· φύσις γὰρ πτερῶν ἐπὶ γῆς ἀεργὴς τυγχάνει, οὕτω καὶ ἡ ψυχὴ ἡ τῷ πνεύματι τῷ ἁγίῳ ἐρρωμένη, ἐὰν εἰς τὸν ἄνω ἀέρα τοῦ πνεύματος διακινῇ, ἄφοβος καὶ ἀμέριμνός ἐστιν· ἐὰν δὲ εἰς τὰ γήϊνα καὶ εἰς περισπασμοὺς καὶ δεσμοὺς ἀσχοληθῇ, εὐχερῶς κατέχεται ὑπὸ τοῦ πνεύματος τοῦ σκότους καὶ ὑπὸ τῶν θηρίων, τῶν ἐναντίων δυνάμεων. ἡ γὰρ φύσις τοῦ πνεύματος τοῦ ἁγίου οὐχ ἥδεται μεταδιώκειν γήϊνα καὶ ὑλικὰ πράγματα. Ὥσπερ βασιλεύς τις γράφει ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, γράψας ὅτι" 1ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικάς." 2 καὶ ἐὰν μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου αἴτιοί εἰσι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμὰς βασιλικὰς καταξιωθῆναι λαβεῖν, οὕτω καὶ τὰς γραφὰς τὰς θείας ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς θεὸς τοῖς ἀνθρώποις, δηλῶν δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν ἐπουράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος· αὐτὸς γὰρ εἶπεν· «ἵνα γένησθε κοινωνοὶ θείας φύσεως». καὶ ἐὰν μὴ προσέλθῃ καὶ αἰτήσῃ καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς θείας γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε ζητῆσαι καὶ λαβεῖν δωρεὰν ζωῆς αἰωνίου, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν. Καλὸν τὸ φοβεῖσθαι ἀεὶ τὸν κύριον καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς. εἰδὼς ὅτι καλῶς ποιεῖ τί, ὃ οὐκ ἔστιν ὡς νομίζει. «ἔστι» γὰρ «ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνδρί, τὰ μέντοι τελευταῖα ἔρχεται εἰς πυθμένα ᾅδου» κατὰ τὴν γραφήν. μᾶλλον οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής, καὶ ἕως οὗ εὕρῃ τὸν Χριστὸν ἐν ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ. ὡς ὅταν τις εὑρεθῇ ἐν κινδύνῳ πλοίου καὶ λάβῃ τὶ τῶν σκευῶν τοῦ πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτως ὁ Χριστιανὸς διὰ τὸν θεὸν ἀεὶ ὀφείλει φοβεῖσθαι καὶ μὴ καταφρονεῖν. ὁ θέλων σωθῆναι ἀγωνίσηται τοίνυν τί θέλει ὁ θεός. τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαπᾶν τὸν θεὸν καὶ βιάζεσθαι ἀγαπᾶν καὶ τὸν πλησίον. ἤτω οὖν ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, καὶ προσεχέτω ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάσθω τοῖς κακοῖς διαλογισμοῖς. καὶ ὅταν ἐκεῖ τις προσέχῃ, ἀεὶ δεῖ αὐτὸν καὶ ἐν φόβῳ εἶναι καὶ ἀγαπητικὸν καὶ ταπεινόν· καὶ μέριμναν δὲ ἔχει ὁ τοιοῦτος, πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἀντιπολεμεῖ τῷ παλαιῷ ἀνθρώπῳ. ὁ δὲ ἀμεριμνῶν ἀπολλυμένην ἔχει τὴν καρδίαν, καὶ οὗτος ἐν τῇ παλαιότητι ἕστηκεν, οὔπω ἤρξατο ἀγωνίζεσθαι καὶ πολεμεῖν οὐκ οἶδε. καλὸν οὖν τὸ ἀεὶ ἐν φόβῳ εἶναι καὶ ζητεῖν σύνεσιν καὶ βοήθειαν παρὰ κυρίου, ἵνα δυνηθῇ τις σωθῆναι διὰ τὸν κύριον. Ἔστι «πηγὴ ἐξ οἴκου κυρίου» κατὰ τὸν προφήτην καὶ ἐπάνω αὐτῆς δένδρα καὶ τὰ φύλλα αὐτῶν οὐ μαραίνονται καὶ ἡ εὐωδία οὐκ ἐκλιμπάνει. μυστήριόν τι ἔγκειται εἰς τὸ κεφάλαιον τοῦτο. ἡ πηγὴ ἡ ζῶσα ἐξ οἴκου κυρίου ὁ κύριός ἐστιν, ἐν τῇ καρδίᾳ σου γινόμενος πηγὴ ζῶσα. τῇ γὰρ Σαμαρείτιδι ἔλεγεν· «ὃς πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω», «γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». ὁρᾷς ὅτι ἔστι πηγὴ ζῶσα ἡ ζωοποιοῦσα τὴν καρδίαν; τὰ δένδρα τὰ ἐφεστῶτα ἐπ' αὐτῆς οἱ δίκαιοί εἰσιν, οἱ πεφυτευμένοι καὶ ἀρδευόμενοι ἐξ αὐτῆς καρποφοροῦσι καὶ ἐκφέρουσιν εὐωδίαν. καὶ πάλιν λέγει· «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν». οἱ δίκαιοι οὖν ἀκούουσι ποταμοί. Ὥσπερ γὰρ οἱ φαινόμενοι ποταμοί, ὁ Εὐφράτης ἢ ἄλλοι, εἰς μὲν τοὺς ὁμαλεστέρους τόπους, ὅπου ῥέουσιν ἢ τρέχουσι, δύνανται ὠφελεῖν, ἀνέρχεσθαι δὲ εἰς τὰ ὄρη τὰ ὑψηλά, ὅπου εἰσὶν ὕλαι καὶ ζῷα καὶ θηρία, κἀκεῖ ποτίζειν οὐ δύνανται, οὔτε εἰς τοὺς βουνοὺς οὔτε εἰς τοὺς ὑψηλοτέρους τόπους. οὕτως ἦσαν καὶ οἱ προφῆται· ποταμοὶ ἦσαν, ἐπειδὴ ἐπέρρεεν αὐτοῖς ἐν τῇ καρδίᾳ ἄνωθεν ποταμηδὸν τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ' αὐτοὶ ἤρδευον μόνον τὸ ἴδιον ἔθνος τοῦ Ἰσραήλ. οἱ δὲ ἀπόστολοι νεφέλαι ἦσαν μεμεστωμέναι ὑετοῦ· ἔφερον ἄνωθεν τὸν ὑετὸν καὶ ἐπότιζον ὅλην τὴν γῆν καὶ τὰς πεδιάδας τὰς ἐν τῇ γῇ καὶ τὰ ἐξηραμμένα ἀνέθαλον, καὶ αἱ πηγαὶ ἀνενεοῦντο. Ὥσπερ ἐὰν ᾖ μικρὸς ποταμός, πάντες παρέρχονται, ἐὰν δὲ αὐξήσῃ καὶ πλεονάσῃ, ἀπέρατός ἐστι διὰ τὸ πλῆθος τοῦ ὕδατος, οὕτω καὶ ἐν τῇ ψυχῇ, ἕως οὗ νήπιός ἐστιν ὁ ἄνθρωπος, τὰ πονηρὰ πνεύματα ἐμπεριπατοῦσι καὶ ἐμπολιτεύονται. ἐὰν δὲ ἔλθῃ καὶ ἐπὶ τὴν ψυχὴν πλεονασμὸς χάριτος καὶ γένηται πλημμύρα, οὐκέτι δύνανται τὰ πονηρὰ πνεύματα καὶ ἀκάθαρτα ἐκεῖ παρελθεῖν· πνίγονται γὰρ καὶ καταποντίζονται. Ὥσπερ ὁ ὄμβρος ἐρχόμενος ἐπὶ τὴν γῆν πᾶσαν τὴν γῆν βρέχει, τὰ ὄρη, τὰς ὕλας, τοὺς βουνούς, τὰς πεδιάδας, οὕτω καὶ οἱ ἀπόστολοι μεμεστωμένοι τῷ πνεύματι εἰσῆλθον εἰς ὅλον τὸν κόσμον καὶ ἐξέχεαν ἐπὶ πᾶσαν τὴν οἰκουμένην. Κτίσμα ἕτερον ἕτερον κτίσμα ἐκτρέφει καὶ ζωοποιεῖ, οἷον τὰ σπέρματα τοῦ σίτου καὶ τῶν κριθῶν τὰ νέφη, κτίσματα ὄντα, καὶ ὁ ὑετὸς καὶ ὁ ἥλιος ζωοποιοῦσι κελευόμενα, οὕτω κἀκεῖνοι τοὺς ὁμοδούλους ἐξέτρεφον τῷ λόγῳ τῷ οὐρανίῳ, καὶ νοήματα διεφθαρμένα καὶ νενεκρωμένα διὰ τῆς καλῆς αὐτῶν διδασκαλίας ἐζωοποίουν καὶ ἀνήγειρον. τὸ οὖν προηγούμενον ζητήσωμεν, εἰ ἐσπάρημεν ἐν τῇ ἀοράτῳ γῇ καὶ ἐφυτεύθημεν ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ. Καὶ ὥσπερ ἐστὶ φῶς διὰ θυρίδος εἰσερχόμενον, ὁ δὲ ἥλιος ὅλῃ τῇ οἰκουμένῃ τὰς ἀκτῖνας ἐπαφίησιν, οὕτως ἦσαν οἱ προφῆται τοῦ ἰδίου οἴκου φωστῆρες τοῦ Ἰσραήλ, οἱ δὲ ἀπόστολοι ἥλιοι λάμποντες τὰς ἀκτῖνας εἰς ὅλα τὰ μέρη τῆς οἰκουμένης. Ἔστι γῆ ἐν ᾗ κατοικοῦσι τὰ τετράποδα, καὶ ἔστι γῆ ἐν τῷ ἀέρι, ἐν ᾗ περιπατοῦσι καὶ ζῶσι τὰ ὄρνεα, καὶ ταῦτα ἐὰν θέλωσι στῆναι ἐν τῇ γῇ καὶ περιπατεῖν, ἔχουσι θηρευτὰς τοὺς κρατοῦντας αὐτά, καὶ ἔστι γῆ ἰχθύων, τὸ ὕδωρ τῆς θαλάσσης· καὶ ἕκαστον ἐν ᾧ ἐγεννήθη τόπῳ, καὶ γῇ καὶ ἀέρι, ἐκεῖ ἔχει τὴν διαγωγὴν καὶ τροφὴν καὶ ἀνάπαυσιν. οὕτως ἔστι γῆ καὶ πατρὶς σατανική, ὅπου διάγουσι καὶ ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σκότους καὶ τὰ πνεύματα τῆς πονηρίας, καὶ ἔστι γῆ φωτεινὴ τῆς θεότητος, ὅπου περιπατοῦσι καὶ ἐπαναπαύονται αἱ παρεμβολαὶ τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων. καὶ οὔτε ἡ σκοτεινὴ γῆ τούτοις ὁραθῆναι ἢ ψηλαφηθῆναι δύναται, οὔτε ἡ γῆ τῆς θεότητος ψηλαφᾶται ἢ ὁρᾶται σκοτεινοῖς ὀφθαλμοῖς. τοῖς δὲ πνευματικοῖς φαίνεται τῷ ὀφθαλμῷ τῆς ψυχῆς καὶ ἡ σατανικὴ τοῦ σκότους καὶ ἡ φωτεινὴ γῆ τοῦ φωτός. Ὡς δὲ ὁ λόγος τῶν ἔξωθεν ὅτι" 1ἔστιν ὄρη πύρινα" 2, καὶ ἔστιν ἐκεῖ ζῷα ὅμοια τῶν προβάτων, λοιπὸν οἱ θηρῶντες αὐτὰ ποιοῦσι σιδηροῦς τροχοὺς καὶ βάλλουσιν ἄγκιστρα καὶ πέμπουσιν εἰς τὸ πῦρ, ἐπειδὴ ἐκεῖνα τὰ ζῷα τὸ πῦρ ἔχει τὴν βρῶσιν, τὸ πῦρ ἔχει τὴν πόσιν, τὸ πῦρ ἔχει τὴν ἀνάπαυσιν, τὴν αὔξησιν, τὴν ζωήν, ἀντὶ πάντων τὸ πῦρ αὐτοῖς ἐστι· καὶ ἐὰν ἐξενέγκῃς αὐτὰ εἰς ἄλλον ἀέρα, ἀπόλλυνται. καὶ τὰ ἱμάτια αὐτῶν ὅταν ῥυπανθῶσιν, εἰς τὸ ὕδωρ οὐ πλύνονται, ἀλλὰ εἰς τὸ πῦρ, καὶ γίνονται καθαρώτερα καὶ ἔκλευκα. οὕτως ἄρα καὶ οἱ Χριστιανοὶ τὸ ἐπουράνιον καὶ ἅγιον πῦρ ἐκεῖνο ἔχουσι βρῶσιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀνάπαυσις, ἐκεῖνο καθαρίζει, πλύνει καὶ ἁγιάζει αὐτῶν τὰς καρδίας, ἐκεῖνο φέρει αὐτοὺς εἰς αὔξησιν, ἐκεῖνο αὐτοῖς ἐστιν ἀὴρ ζωῆς. ἐὰν δὲ ἐκεῖθεν ἐξέρχωνται, ἀπόλλυνται ὑπὸ τῶν πονηρῶν πνευμάτων, ὥσπερ ἐκεῖ τὰ ζῷα ἐξερχόμενα ἀπὸ τοῦ πυρὸς ἀποθνῄσκει, ὥσπερ οἱ ἰχθύες ἀπὸ τῶν ὑδάτων, ὥσπερ τὰ ζῷα τὰ τετράποδα βαλλόμενα εἰς τὴν θάλασσαν πνίγεται, ὥσπερ τὰ πετεινὰ περιπατοῦντα εἰς τὴν γῆν κατέχονται ὑπὸ τῶν θηρευτῶν, οὕτω καὶ ἡ ψυχὴ ἀπόλλυται μὴ μένουσα ἐν τῇ γῇ ἐκείνῃ καὶ ἐν τῇ πατρίδι τῇ φωτεινῇ, ὅπου εἰσὶν αἱ δυνάμεις τοῦ φωτὸς τῶν ἀγγέλων, καὶ ἐὰν μὴ ἔχῃ τὸ πῦρ ἐκεῖνο τὸ θεϊκὸν ἀντὶ βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων καὶ καθαρισμοῦ καρδίας καὶ ἁγιασμοῦ ψυχῆς, συμπνίγεται καὶ κατέχεται καὶ ἀπόλλυται ὑπὸ τῶν πονηρῶν πνευμάτων. Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τειχῶν ὡς διαλελυμένων, ζητητέον, ἵνα ἀσφαλῶς ὀχυρωθῇ ἡ πόλις πρὸς τὸ μὴ ἐχθροὺς εἰσιέναι, οὕτω καὶ αἱ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ εἰσὶ μὲν ὥσπερ πόλεις μεγάλαι. ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ χάριτι τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν. οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης ἢ Πλάτων, οἱ φρόνιμοι ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἦσαν, ἀλλ' ἔρημοι ἐγένοντο ὑπὸ τῶν ἐχθρῶν διὰ τὸ τοῦ θεοῦ πνεῦμα μὴ εἶναι ἐν αὐτοῖς. ὅσοι δὲ ἰδιῶται μέτοχοί εἰσι τῆς χάριτος, ὥσπερ πόλεις εἰσὶ μικραί, ὠχυρωμέναι δὲ τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ δὲ ἐκπίπτοντες τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἡδυνθέντες ἐναπέμειναν, οὐ δύνανται γὰρ οἱ ὁδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. ὥσπερ γὰρ ἐν τῷ τοκετῷ ἡ βασίλισσα καὶ ἡ ἐπαῖτις τὸν αὐτὸν πόνον ἔχουσιν· ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, ἐὰν μὴ τὴν δέουσαν ἐργασίαν λάβοιεν, οὐ δύνανται ἀξίους καρποὺς ἐνέγκειν, οὕτω καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος πρὸς χάριν βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν· ὁ γὰρ Χριστιανὸς ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνει, οὐδὲν τὸ πικρὸν ἰοβόλων θηρίων μεταβαλεῖν αὐτὸ δύναται, οὕτως αὐτοὶ πᾶσι τοῖς προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ κύριος· «γίνεσθε χρηστοὶ ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος». τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδον ἐστὶν ἐν τῇ ψυχῇ ἕρπον καὶ βρύον, λογικὸν καὶ κινητὸν πνεῦμα πονηρίας, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα τοῦ σκότους. «ἐκ τῆς καρδίας γὰρ ἐξέρχονται διαλογισμοὶ πονηροὶ», ὥστε οὖν τὸν ἀγῶνα ἑκάστοτε ἐν τοῖς λογισμοῖς ὀφείλει κτήσασθαι ὁ θέλων θεῷ χρησιμεῦσαι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΕʹ.