Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Ὁ φιλαλήθης καὶ φιλόθεος καὶ εἰς ζωὴν ἀπελθεῖν βουλόμενος καὶ διὰ τῆς πίστεως αὐτοῦ γευσάμενος ἐξ ἀληθείας τὴν ἐπουράνιον τῆς ζωῆς τοῦ πνεύματος γλυκύτητα καὶ τῆς ἀρρήτου ἡδονῆς μέτοχος ἐν ἀληθείᾳ γενηθεὶς καὶ πνευματικῆς τροφῆς πεῖραν καὶ αἴσθησιν λαβὼν καὶ ἔμφυτον καὶ κεκρυμμένην ἐν τῇ ψυχῇ τὴν χάριν ἔχων καὶ ὁλοτελῶς ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἀποδεδωκὼς τὰ τοῦ αἰῶνος τούτου πάντα μεμίσηται καὶ ἀποδεδοκί
15.1.2
μασται τῷ τοιούτῳ. ἀνώτερος γὰρ τοῦ κόσμου γέγονε καὶ πάντα τὰ φαινόμενα ἔνδοξα τοῖς ἀνθρώποις καὶ τετιμημένα, οἷον χρυσός, ἄργυρος ἢ πολυτελὴς ἐσθὴς ἢ λίθοι οἱ λεγόμενοι τίμιοι ἢ οἶκοι χρυσόροφοι ἢ δόξα καὶ ἀρχαὶ ἢ κοσμικαὶ τιμαὶ ἢ ἕτερά τινα τοιαῦτα τῷ τοιούτῳ βδελυκτὰ καὶ ἄτιμα καὶ ὥσπερ δυσωδίας μεστὰ νενόμισται, διὰ τὸ ἀληθινὸν καὶ ἀνεκλάλητον τοῦ πνευματικοῦ φωτὸς κάλλος καὶ τὴν δόξαν καὶ τὸν πλοῦτον τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ὁ ἔσω αὐτοῦ ἄνθρωπος πεῖραν καὶ αἴσθησιν διὰ τοῦ πνεύματος δέξασθαι κατηξιώθη καὶ διὰ τὸ ἑαυτὸν τοῖς τοῦ πνεύματος θελή
15.1.3
μασιν ὁλοτελῶς ἀποδοῦναι. εἰ γὰρ ἀπαντήσει τῷ τοιούτῳ ἔνδοξον ἐν τῷ βίῳ τούτῳ, οἷον πλοῦτος ἢ τιμαὶ ἢ ἀρχαὶ ἢ δόξαι ἀνθρώπων ἢ ἔπαινοι καὶ προσκυνήσεις καὶ μακαρισμοί, οὐδὲν τούτων κατασχεῖν καὶ κρατῆσαι δύναται τοῦτον διὰ τὸ ἄλλου πλούτου ἀληθινοῦ καὶ ἄλλης τιμῆς καὶ δόξης οὐρανίου πεῖραν αὐτὸν λαβεῖν, καὶ τρυφῇ καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεσθαι τὴν ψυχὴν
15.1.4
ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ διὰ τῆς κοινωνίας τοῦ πνεύματος. καὶ ὥσπερ ὁ λογικὸς ποιμὴν διαφέρει τῶν ἀλόγων θρεμμάτων κατὰ πάντα, ἔν τε συνέσει καὶ γνώσει καὶ διακρίσει καὶ τοῖς λοιποῖς, οὕτως ὁ τοιοῦτος τῶν λοιπῶν ἀνθρώπων διενήνοχε κατὰ πάντα, ἔν τε τῇ ἔξωθεν ἀνθρώποις φαινομένῃ ἀρετῶν ἀναστροφῇ καὶ ἐν τῇ ἔσωθεν ἐν τῷ κρυπτῷ τῶν λογισμῶν «τοῦ νοὸς
15.1.5
ἀνακαινώσει» καὶ ἁγιασμῷ καὶ διακρίσει. ὁ τοιοῦτος γὰρ ὅλος σύνεσίς ἐστιν, ὅλος νοῦς, ὅλος γνῶσις, ὅλος σοφία ἐστίν, ἄλλου πνεύματος καὶ ἄλλου νοὸς καὶ ἄλλης συνέσεως, ξένης καὶ ἐπουρανίου, παρὰ τὸν κόσμον ἐν ἑαυτῷ αἴσθεσθαι καὶ κεκοινωκέναι αὐτόν. «σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου
15.1.6
τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ». ταύτης τῆς σοφίας καὶ τούτου τοῦ πνεύματος καὶ συνέσεως τῆς μὴ οὔσης τοῦ κόσμου τούτου οἱ ὄντως Χριστιανοὶ μέτοχοι γίνονται. διὸ καὶ πάντων ἀνθρώπων τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα, φρονίμων, σοφῶν, οὗτοι εἰς πάντα διαφέρουσιν.
15.1.7
ὁ τοιοῦτος γὰρ πάντας ἀνθρώπους ἀνακρίνει κατὰ τὸ γεγραμμένον καὶ γινώσκει ἕκαστον πόθεν λαλεῖ καὶ ποῦ ἕστηκε καὶ ἐν ποίοις ἐστίν. αὐτὸν δὲ οὐδεὶς ἀνθρώπων τῶν ἐχόντων τὸ πνεῦμα τοῦ κόσμου γινώσκειν καὶ ἀνακρίνειν δύναται, εἰ μὴ μόνον ὁ τὸ ὅμοιον ἔχων ἐπουράνιον τῆς θεότητος πνεῦμα γινώσκει τὸ ὅμοιον, ὥς φησιν ὁ ἀπόστολος· «πνευματικοὶ πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν». «ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται».
15.1.8
ὁ τοιοῦτος τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου ἐνδόξοις πράγμασι, πλούτῳ καὶ τρυφῇ καὶ πάσῃ ἀπολαύσει, ἀποτάσσεται καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου
15.1.9
βδελυκτὰ αὐτῷ τυγχάνει. Καὶ ὥσπερ ὁ φλεγόμενος καὶ κατεχόμενος σφοδροτάτῳ πυρετῷ, πᾶν ὃ ἐὰν προσενέγκῃς αὐτῷ βρωτὸν ἢ ποτὸν ἥδιστον, βδελύσσεται καὶ ἀποβάλλεται διὰ τὸ τῷ πυρετῷ φλέγεσθαι αὐτὸν καὶ ὑπ' αὐτοῦ ἐνεργεῖσθαι καὶ κεκορέσθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ πνεύματος ἔρωτι καὶ σεμνῷ πόθῳ καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ θεοῦ τὴν ψυχὴν τρωθέντες καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρί, ὃ ὁ κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν, θέλων ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι καὶ ἐκκαιόμενοι εἰς τὸν ἐπουράνιον πόθον τοῦ Χριστοῦ, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος τούτου ἔνδοξα καὶ τίμια ἀπόβλητα καὶ βδελυκτὰ λογίζονται διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ τὸ συνέχον καὶ ἐκκαῖον καὶ φλέγον αὐτοὺς τῇ πρὸς θεὸν διαθέσει· ἐξ ἧς ἀγάπης οὐδὲν οὔτε ἐπουρανίων οὔτε ἐπιγείων οὔτε καταχθονίων χωρίσαι δυνήσεται τούτους, καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος τό· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»; καὶ τὰ ἑξῆς.
15.2.1
Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς ἐπουρανίου τοῦ πνεύματος ἀγάπης οὐκ ἐνδέχεταί τινα σχεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἀποδῷ καὶ πασῶν ὑλικῶν μεριμνῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ἀσχοληθῇ καὶ δυνηθῇ διὰ πασῶν ἐντολῶν ἑαυτὸν κατευθύνειν, ἵνα ὅλη ἡ μέριμνα καὶ ζήτησις καὶ ὁ περισπασμὸς καὶ ἡ ἀσχολία τοῦ νοῦ περὶ τὴν ζήτησιν καὶ κτῆσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς εἴη, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἐντολῶν ἀρεταῖς καὶ τῷ ἐπουρανίῳ τοῦ πνεύματος κόσμῳ καὶ τῇ τοῦ κυρίου καθαρότητι καὶ τῷ ἁγιασμῷ, ἵνα ὅταν τις πᾶσιν ἀποταξάμενος καὶ πάντα αὐτοῦ περικόψας τὰ ἐκ τῆς ὕλης καὶ γῆς ἐμπόδια σαρκικῆς ἐγάπης ἢ προσπαθείας γονέων καὶ συγγενῶν ἐκτὸς γένηται, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι ἢ ἀπομετεωρισθῆναι ἢ περισπασθῆναι, οἷον ἢ ἀρχαῖς ἢ δόξῃ ἢ τιμαῖς ἢ φιλίᾳ σαρκικῇ ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις, ἀλλ' ὅλος περὶ τὴν κτῆσιν καὶ ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλῖψιν ὁ νοῦς ἀναλάβῃ καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ᾖ, καθώς φησιν ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ζητεῖτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».
15.2.2
Γένοιτο, ἵνα οὕτως ἀγωνιζόμενος καὶ προσέχων ἑαυτῷ πάντοτε, ἤτοι ἐν εὐχῇ ἤτοι ἐν ὑπακοῇ ἤτοι ἐν ἔργῳ οἱῳδήποτε ἐντολῆς κατὰ θεὸν γινομένης εἴη ὁ νοῦς, τῆς ἑαυτοῦ ἐρεύνης καὶ τῆς πρὸς κύριον ζητήσεως ἐκτὸς μὴ γενόμενος. καὶ εἴθε ἵνα οὕτω δυνηθῇ διαπερᾶσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων καὶ τὴν ἑαυτοῦ ψυχὴν οὖσαν ἐν ἀπωλείᾳ παθῶν κτήσασθαι τῷ πρὸς κύριον ἀεὶ βίᾳ καὶ προθυμίᾳ ἑαυτὸν αἰχμαλωτίζειν καὶ πρὸς αὐτὸν μόνον προσκολλᾶσθαι, καθὼς εἴρηται· «καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ», ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος καὶ πόθου καὶ ζητήσεως τοῦ νοὸς καταξιωθῇ γενέσθαι μετ' αὐτοῦ εἰς ἓν πνεῦμα τῆς χάριτος τοῦ Χριστοῦ καὶ δωρεᾶς ἀναπαυομένης ἐν τῷ ἀγγείῳ, εἰς ὃ ἐπεφοίτησεν, ἑαυτὴν εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης τῆς ψυχῆς, μὴ ἐνυβριζούσης τὸ πνεῦμα τοῦ Χριστοῦ ἐν τοῖς ἰδίοις θελήμασι καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς καὶ περισπασμοῖς ἢ δόξαις ἢ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις ἢ ἡδοναῖς σαρκικαῖς καὶ
15.2.3
τῶν πονηρῶν πνευμάτων συνδυασμοῖς καὶ κοινωνίᾳ, ἀλλ' ὅλη ἐξ ὅλου ἑαυτὴν Χριστῷ ἀναθεῖσαν καὶ αὐτῷ μόνῳ προσκολλωμένην καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀδιαλείπτως ἐνδιατρίβουσα καὶ τὸ ἐπιφοιτῆσαν πνεῦμα τοῦ Χριστοῦ ἀξίως τιμήσασαδιὸ καὶ καταξιοῦται μετ' αὐτοῦ εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν γενέσθαι, ὥς φησιν ὁ ἀπόστολος· «ὁ κολλώμενος τῷ κυρίῳ» ἔσται εἰς
15.2.4
«ἓν πνεῦμα». ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μερίμνας ἢ δόξας ἢ τιμὴν τῶν ἀνθρώπων ἢ ἀρχῆς ἐπιμελήσηται καὶ ταῦτα ἐπιζητῇ καὶ ἐν λογισμοῖς γηΐνοις ἡ ψυχὴ συμφύρεται καὶ συγχεῖται ἢ ἔν τινι ὅλως τοῦ αἰῶνος τούτου δέδεται καὶ κρατεῖται, καὶ ἀγαπᾷ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ διαφυγεῖν καὶ ἐξειλῆσαι τοῦ σκότους τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται διὰ τὸ ἀγαπᾶν καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.
15.2.5
Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ τῇ προαιρέσει καὶ ὅλῳ τῷ θελήματι πρὸς κύριον πορεύεσθαι καὶ Χριστοῦ ἀκόλουθοι γενέσθαι, ἐν τῷ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν καὶ μεμνῆσθαι τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιεῖν αὐτάς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες καὶ τῶν γηΐνων ἐπιθυμιῶν ἀλλοτριώσαντες καὶ αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσαντες τὴν αὐτοῦ
15.2.6
ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν ἐν νῷ ἔχωμεν. εἰ δὲ καὶ διὰ τοῦ σώματος εἰς ἀσχολίας ἐντολῶν τινων καὶ ὑπακοὴν διὰ θεὸν ὀλίγον ἀσχολούμεθα, ἀλλ' ὁ νοῦς τῆς πρὸς κύριον ἀγάπης καὶ ζητήσεως καὶ τοῦ πόθου μὴ χωριζέσθω, ὅπως ἐν τοιούτῳ νοῒ ἀγωνιζόμενοι καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης ὁδεύοντες καὶ πάντοτε ἑαυτοῖς προσέχοντες ἐπιτύχωμεν τῆς «ἐπαγγελίας τοῦ πνεύματος» αὐτοῦ καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος αὐτοῦ ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ' ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 16. τ. 1 ΛΟΓΟΣ Ιςʹ.