Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 16 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Οἱ τέλειοι Χριστιανοὶ οἱ καταξιωθέντες ἐλθεῖν εἰς τὰ μέτρα τῆς τελειότητος καὶ γενέσθαι πλησίον τοῦ βασιλέως, τῷ σταυρῷ τοῦ Χριστοῦ πάντοτε ἀφιέρωνται. ὡς γὰρ ἐπὶ τῶν προφητῶν τὸ χρῖσμα ἦν πάντων τιμιώτερον, διότι δι' αὐτοῦ βασιλεῖς καὶ ἱερεῖς καὶ προφῆται ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικὸν χρῖσμα χριόμενοι γίνονται Χριστοὶ κατὰ χάριν, εἰς τὸ γενέσθαι αὐτοὺς βασιλεῖς καὶ προφήτας μυστηρίων ἐπουρανίων. καὶ οὗτοί εἰσιν υἱοὶ καὶ κύριοι καὶ θεοί, δεδεμένοι καὶ ᾐχμαλωτισμένοι καὶ ἀφιερωμένοι καὶ
16.1.2
ἐσταυρωμένοι. εἰ γὰρ τὸ σύνθετον ἔλαιον τὸ ἀπὸ τῶν ἐλαιῶν τοσαύτην εἶχε δύναμιν, ὥστε τοὺς χριομένους λοιπὸν εἶναι βασιλεῖς καὶ ἡγουμένους καθὰ καὶ Δαβὶδ καὶ Σαοὺλ καὶ οἱ λοιποὶ προφῆται καὶ ἱερεῖς, πολλῷ μᾶλλον οἱ χριόμενοι τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον τῷ ἁγιαστικῷ καὶ ἀχειροποιήτῳ τῆς ἀγαλλιάσεως ἐλαίῳ καὶ ἐκείνης τῆς ἀφθάρτου καὶ θείας δυνάμεως μετέχοντες καὶ λαβόντες τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ πνεῦμα τὸ παράκλητον, καταξιοῦνται φθάσαι εἰς τὰ μέτρα τῆς τελειότητος, τῆς βασιλείας λέγω καὶ τῆς υἱοθεσίας, καὶ γενέσθαι συμμύσται τοῦ ἐπουρανίου βασιλέως καὶ ἔχουσι παρρησίαν πρὸς τὸν πατέρα εἰσιόντες καὶ ἐξιόντες πρὸς αὐτόν, ἔνθα ἄγγελοι
16.1.3
καὶ τὰ πνεύματα τῶν ἁγίων. καὶ εἰ μηδέπω ἔλαβον τὴν τελείαν κληρονομίαν διὰ τὴν περικειμένην σάρκα, διὰ τὸν ἀρραβῶνα τοῦ πνεύματος ἀσφαλεῖς εἰσι περὶ τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη στεφανωθέντες καὶ βασιλεύσαντες, καὶ οὐκ ἀμφιβάλλουσι ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ καὶ ἐν παρρησίᾳ καὶ πλεονασμῷ πνεύματος ἁγίου ἔσονται, διότι ἔτι ὄντες ἐν σαρκὶ ἔσχον τὸν νόστον ἐκείνης τῆς γλυκύτητος καὶ τὴν ἐνέργειαν ἐκείνης τῆς δυνάμεως.
16.1.4
Ὥσπερ γάρ τις ἐν παλατίῳ χρονίσας καὶ ἀναστραφεὶς καὶ συμμύστης βασιλέως γενόμενος, ἐὰν βασιλεύσῃ, οὐ θαμβεῖται οὔτε ξενοφωνεῖται, διότι πάντα τὸν χρόνον συνδιέτριβε τῷ βασιλεῖοὐδὲ γὰρ ἐνδέχεταί τινα τῶν τυχόντων εἰς βασιλέα χρισθῆναι, οὕτω καὶ οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι μέλλοντες βασιλεύειν οὐ ξενίζονται ἤδη προεγνωκότες τὰ μυστήρια τῆς θείας
16.1.5
χάριτος, διότι τὸ ἐπιτεθὲν μετὰ τὴν παρακοὴν τοῖς ἀνθρώποις ὑπὸ τοῦ σατανᾶ κάλυμμα ἡ χάρις ἀπεκδύει ἐρχομένη τέλεον. καὶ ἐπαίρει ἀπὸ τῆς ψυχῆς πᾶν μίασμα καὶ πάντα λογισμὸν ῥυπαρόν, ὥστε τὴν ψυχὴν καθαρὰν γενομένην καὶ ἀπολαβοῦσαν τὴν ἰδίαν φύσιν, τὸ κτίσμα τὸ ἄμωμον καὶ καθαρόν, τελείως ἐνορᾶν τοῖς καθαροῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης ἐξαστράπτοντα ἐν αὐτῇ τῇ καρδίᾳ.
16.1.6
Καὶ ὥσπερ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος περιαιρουμένου τοῦ στερεώματος τοῦ οὐρανοῦ οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ καὶ φωτὶ καὶ δόξῃ ὄντες οὐδὲν ἄλλο ἐνορῶσιν ἢ τὸν Χριστὸν ἐν τῇ δόξῃ αὐτοῦ πάντοτε ἐν δεξιᾷ τοῦ πατρός, οὕτω καὶ οὗτοι ἀπὸ τοῦ νῦν εἰς ἐκεῖνον τὸν αἰῶνα ἁρπαγέντες καὶ αἰχμαλωτισθέντες πάντα τὰ ἐκεῖ κάλλη καὶ τὰς ἐκεῖ θαυματουργίας ἐνορῶσιν. καὶ ὧδε ὄντες οὐκ εἰσὶν ἐπὶ γῆς, ἀλλ' ἐπὶ γῆς ὄντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα καὶ ἐκεῖ ἔχουσι
16.1.7
τὴν πᾶσαν διαγωγὴν καὶ τὸν νοῦν καὶ τὸν ἔσω ἄνθρωπον. καὶ ὥσπερ ὁ σωματικὸς ὀφθαλμὸς ἀπαθὴς ὢν καὶ ὑγιὴς καθαρῶς ἐνορᾷ τὸν ἥλιον, οὕτω καὶ οὗτοι τέλεον κεκαθαρμένοι τὸν νοῦν πάντοτε ἐνορῶσι τὴν δόξαν τοῦ Χριστοῦ καὶ νυκτὸς καὶ ἡμέρας σύνεισι τῷ κυρίῳ, ὥσπερ καὶ τὸ σῶμα τοῦ κυρίου συναφθὲν τῇ θεότητι πάντοτε σύνεστι τῷ πνεύματι τῷ ἁγίῳ. ἀλλὰ τούτου τοῦ μέτρου οὐκ εὐθέως ἐπιτυγχάνουσιν οἱ ἄνθρωποι, εἰ μὴ μετὰ καμάτου καὶ ἀθλήσεως καὶ ἀγῶνος πολλοῦ.
16.1.8
Εἰσὶ γὰρ πολλοί, οἷς σύνεστιν ἡ χάρις ἐνεργοῦσα καὶ ἀναπαύουσα καὶ σύνεστιν ἡ κακία ἔνδον οὖσα, καὶ τὰ δύο πνεύματα εἰς μίαν ἐνεργεῖ καρδίαν, τό τε τοῦ φωτὸς καὶ τὸ τοῦ σκότους. καὶ πάντως ἐρεῖς μοι· «τίς κοινωνία φωτὶ πρὸς σκότος»; ἢ «τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων»;
16.1.9
Ἀποκρινοῦμαί σοι κἀγὼ τὸ αὐτό· «τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος»; ἢ ποῦ τὸ θεῖον φῶς ἐπισκιάζεται ἢ θολοῦται; ἢ τὸ ἀμίαντον καὶ καθαρὸν ποῦ μιαίνεται; γέγραπται γάρ· «καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε». μονοτρόπως οὖν οὐ χρὴ νοεῖν τὰ πράγματα οὐδὲ μονομερῶς λαμβάνεσθαι. εἰς τοσοῦτον γάρ τινες ἀναπαύονται ἐν τῇ τοῦ θεοῦ χάριτι, ὅτι ἀνδρειότεροι καὶ γενναιότεροι γίνονται τῆς συνούσης αὐτοῖς ἁμαρτίας, καὶ ἔχοντες εὐχὴν νῦν καὶ ἀνάπαυσιν πρὸς τὸν θεὸν πολλὴν ἄλλῃ ὥρᾳ ἐνεργοῦνται ὑπὸ ῥυπαρῶν λογισμῶν καὶ κλέπτονται ὑπὸ τῆς ἁμαρτίας, ὄντες ἐν
16.1.10
τῇ τοῦ θεοῦ χάριτι. οἱ δὲ ἐλαφροὶ καὶ ἄπειροι μερικῶς ἐνεργούσης αὐτοῖς τῆς χάριτος νομίζουσι μηκέτι εἶναι σὺν αὐτοῖς ἁμαρτίαν· ἀλλ' οἱ ἔχοντες διάκρισιν καὶ οἱ ἔχοντες σύνεσιν οὐ τολμῶσιν ἀρνήσασθαι ὅτι" 1ἔχοντες τὴν χάριν τοῦ θεοῦ οὐκ ἐνεργούμεθα ὑπὸ αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν." 2 πολλάκις γὰρ εὕρομεν ἐν τοῖς ἀδελφοῖς τοσαύτην ἐσχηκότας χάριν, ὥστε ἐν πέντε καὶ ἓξ ἔτεσι λέγειν αὐτοὺς ὅτι" 1ἐξηράνθη ἡ ἐπιθυμία" 2, καὶ μετὰ ταῦτα ὅτε ἐνόμισαν ἑαυτοὺς εἶναι ἐλευθέρους, ἐγκρυβεῖσα ἡ κακία ἐπεκινήθη αὐτοῖς, ὡς ξενισθῆναι αὐτοὺς καὶ λέγειν ὅτι" 1μετὰ τοσούτους χρόνους οὕτω μοι ἐπανέστη ἡ κακία." οὐδεὶς οὖν τῶν συνετῶν τολμᾷ εἰπεῖν, ὅτι" 1συνούσης μοι τῆς χάριτος τὸ λοιπὸν ἠλευθέρωμαι ἀπὸ τῆς ἁμαρτίας." 2 ἐνεργεῖ δὲ τὰ δύο πρόσωπα ἐν τῷ αὐτῷ ἀνθρώπῳ, καὶ οἱ ἄπειροι τῶν πραγμάτων, μικρόν τι κίνημα πνευματικὸν ἔχοντες λέγουσιν·" 1ἤδη ἐνικήσαμεν καὶ Χριστιανοί
16.1.11
ἐσμεν" 2. ἐγὼ δὲ οὕτω φημὶ εἶναι τὰ πράγματα· ὥσπερ ὄντος ἐν οὐρανῷ τοῦ ἡλίου καθαροῦ καὶ μὴ ἐπισκιαζομένου ὑπὸ νεφῶν ἄφνω ἐπιδραμὼν ἀὴρ σκοτεινὸς ἢ ὁμίχλη σκοτοῦσι τὴν λαμπρότητα τοῦ ἡλίου, οὕτως εἰσὶν οἱ μὴ τέλεον καθαρθέντες, ὄντες δὲ ἐν τῇ τοῦ θεοῦ χάριτι καὶ κατεχόμενοι ἐν τῷ βάθει ὑπὸ τῆς ἁμαρτίας ἔχουσι τὰ κινήματα καὶ τοὺς λογισμοὺς αὐτῶν ἐρρωμένους πρὸς τὸν θεὸν καὶ μὴ ὄντες ἐν ἀγαθοῖς. καὶ ὥσπερ ὁ ἥλιος ἔνδον ὢν τῶν νεφῶν ὁ αὐτὸς διαμένει, οὕτω πάλιν καὶ οἱ κατεχόμενοι ἐν βάθει τοῦ ἀγαθοῦ μέρους, τῆς χάριτος λέγω, ἔτι εἰσὶ δοῦλοι καὶ ὑπόχρεοι τοῖς πονηροῖς λογισμοῖς καὶ τῷ μέρει τῆς κακίας.
16.2.1
Πολλῆς οὖν χρεία διακρίσεως, ὅπως διὰ πείρας γνοίη τις ταῦτα τοῦτον ἔχειν τὸν τρόπον. λέγω δέ σοι, ὅτι καὶ οἱ ἀπόστολοι ἔχοντες τὸν παράκλητον ὁλοτελῶς οὐκ ἦσαν ἀμέριμνοι, ἀλλὰ συνῆν τῇ χαρᾷ καὶ ἀγαλλιάσει φόβος καὶ τρόμος ἐξ αὐτῆς τῆς χάριτος, οὐ τοῦ μέρους τῆς κακίας. αὐτὴ γὰρ ἡ χάρις
16.2.2
ἠσφαλίζετο αὐτούς, ἵνα μηδὲ μικρόν τι ἐκτραπῶσι. καὶ ὥσπερ τις νέος ψηφίδα λαβὼν μικρὰν καὶ πατάξας εἰς τεῖχος οὐδὲν ἤνυσεν, ἢ ὥσπερ τόξευμα ἀσθενὲς οὐδὲν ἀδικεῖ κλίβανον ἰσχυρόν, ἀλλὰ τῇ ἀντιτυπίᾳ εἰς τὰ ὀπίσω ἀκοντίζεται, οὕτω μέρος τι τῆς κακίας προσεγγίζον αὐτοῖς, οὐδὲν ἔβλαπτεν, ἐπειδὴ ἦσαν ἐνδεδυμένοι τὴν τελείαν δύναμιν τοῦ Χριστοῦ. πλὴν καὶ τέλειοι ὄντες εἶχον τὴν ἐκ τοῦ αὐτεξουσίου ἐλευθερίαν ἀπεργάσασθαι τὰς δικαιοσύνας.
16.2.3
Ἐπειδήπερ τινὲς λέγουσιν, ὅτι μετὰ τὴν χάριν ἀμεριμνία λοιπόν ἐστι τῇ ψυχῇ, ἀλλ' ὁ θεὸς καὶ ἐν τοῖς τελείοις ἐπιζητεῖ τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ πνεύματος, ὅπως συμφωνήσωσι καὶ τιμήσωσιν. λέγει γὰρ ὁ ἀπόστολος· «τὸ πνεῦμα μὴ σβέννυτε». ἐν ἑαυτοῖς οἱ μὲν οὖν οὐκ ἤθελον ἐπιβαρεῖς γενέσθαι, ἀλλ' ἑαυτοῖς ἐπήρκουν, ἕτεροι δὲ λαμβάνοντες παρὰ κοσμικῶν, πτωχοῖς διεδίδοσαν καὶ τοῦτο ἐκείνου τοῦ μέτρου ἀνώτερόν ἐστιν. καὶ οἱ μὲν ἔχοντες τὴν χάριν μόνον τὸ ἑαυτῶν μεριμνῶσι, πῶς συμφωνήσωσι τῷ θεῷ, οἱ δὲ καὶ ἄλλας ψυχὰς ὠφελῆσαι σπουδάζουσι καὶ κάματον εἰς αὐτὰς ὑφ
16.2.4
ίστανται· πάλιν οὖν καὶ οὗτοι ἐκείνων εἰσὶν ἀνώτεροι. εἰσὶ δὲ καὶ ἄλλοι θέλοντες κομπάζειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ δεικνύναι ὅτι Χριστοῦ ἐσμεν μέτοχοι, ἄλλοι δὲ λανθάνειν καὶ κρύπτειν ἑαυτοὺς ἀπὸ τῶν ἀν
16.2.5
θρώπων σπεύδουσιν· καὶ οὗτοι ἀνώτεροι ἐκείνων καὶ μείζους εἰσίν. ἄλλοι δὲ ἔχοντες τὴν χάριν τοῦ θεοῦ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὰ σώματα αὐτῶν εἰς πάθη καὶ ὕβρεις παραδιδόασι καὶ πάλιν οὗτοι ἀνώτεροί εἰσιν. ὁρᾷς οὖν πῶς καὶ ἐν αὐτῇ τῇ τελειότητι εὑρίσκεται μείζων εὔνοια πρὸς τὸν θεὸν ἀπὸ φυσικοῦ θελήματος ἐπιτελουμένη.
16.2.6
Ὥσπερ γάρ τις πένης λειπόμενος ἐν ὁράματι δόξῃ ἑαυτὸν πλούσιον ὁρᾶν, ἀποβεβληκότα τοὺς ῥυπαροὺς χιτῶνας καὶ ἐνδυσάμενον ἐσθῆτα λαμπράν, καὶ ἐκ τῆς περιχαρείας ἧς εἶδεν ἀναστὰς εὕρῃ τὴν ἐν χερσὶ πενίαν· οὕτως οἱ λόγον πνευματικὸν λαλοῦντες, εἰ καὶ ἀλήθειαν δοκοῦσι λαλεῖν, μὴ ἔχοντες τὸ ἔργον τοῦ λόγου ἐν γεύσει τινι καὶ δυνάμει καὶ πληροφορίᾳ ἐν τῷ νῷ κεκρυμ
16.2.7
μένον ἐν φαντασίᾳ τινὶ ἑστήκασιν. καὶ ὥσπερ γυνὴ ἐσθῆτα λαμπρὰν περιβεβλημένη καὶ ἐν πορνείῳ ἑστῶσα καὶ ἐν ἀκαθαρσίᾳ, οὕτω καὶ οὗτοι τὴν καρδίαν ἔχοντες πνευμάτων ἀκαθάρτων πορνεῖον, λαλεῖν θέλουσι περὶ δικαιοσύνης μηδὲ ὅλως ἐγκύψαντες εἰς τὴν ἀλήθειαν τῶν πραγμάτων.
16.2.8
Ὥσπερ γὰρ οὐκ ἐνδέχεται ἰχθὺν ἄνευ ὕδατος ζῆν ἢ ἄνευ ποδῶν ἄνθρωπον περιπατεῖν ἢ ἄνευ ὀφθαλμῶν ἰδεῖν φῶς ἢ ἄνευ γλώσσης λαλεῖν ἢ ἄνευ ὤτων ἀκούειν, οὕτως οὐκ ἔστιν ἄνευ τοῦ Ἰησοῦ καὶ τῆς θείας ἐνεργείας γινώσκειν μυστήρια καὶ σοφίαν θεοῦ εἰδέναι ἢ εἶναι πλούσιον ἐν πνεύματι ἢ Χριστιανὸν γενέσθαι,
16.2.9
ἀλλ' οὗτοι εἰσὶ σοφοὶ καὶ παλαισταὶ καὶ ἀνδρεῖοι καὶ φίλοι θεοῦ, οἱ ὁδηγούμενοι καὶ ποιμαινόμενοι κατὰ τὸν ἔσω ἄνθρωπον ὑπὸ τῆς θείας δυνάμεως. καὶ οἱ μὲν φιλόσοφοι τῶν Ἑλλήνων λόγους μανθάνουσι καὶ λογομαχίαν σοφιστικὴν ἀσκοῦσιν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ὄντες ἰδιῶται λόγου εὐφραίνονται καὶ
16.2.10
ἀγαλλιῶσιν ἐπὶ τῇ τοῦ θεοῦ χάριτι καὶ θεοσέβειαν ἀσκοῦσι. διάκρινόν μοι οὖν, τίνες τινῶν διαφέρουσιν, οἱ λόγοις καὶ μύθοις πεποιθότες ἢ οἱ ἐν ἔργῳ καὶ δυνάμει τὴν ἀλήθειαν κατέχοντες. φησὶ γὰρ ἡ γραφή· «ἡ βασιλεία
16.2.11
τῶν οὐρανῶν οὐκ ἔστιν ἐν λόγῳ, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει». καὶ τὸ μὲν εἰπεῖν καὶ λόγοις κατασκευάσαι πράγματα εὔκολόν ἐστιν· εὐχερῶς γὰρ ἔχει πᾶς λέγειν, ὅτι" 1ὁ ἄρτος οὗτος ἀπὸ σίτου γεγένηται" 2, τὴν δὲ κατὰ μέρος κατασκευὴν ἐκθέσθαι οὐκ εὔκολον, ὃ δὴ καὶ ἀληθέστερόν ἐστι καὶ τῶν πεπειραμένων ἔργον. οὕτως οὖν καὶ τὸ λαλῆσαι περὶ ἀπαθείας καὶ τελειώσεως ἄκοπόν ἐστι, καὶ πείρᾳ δὲ καταλαβεῖν τὸ πρᾶγμα καὶ ἀληθείᾳ καὶ ἔργῳ καὶ
16.2.12
ἐλθεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος ὀλίγων ἐστίν. καὶ τὸ μὲν εὐαγγέλιον ἀποφαντικῶς ἐκέλευσεν εἶναι πάντα ἄνθρωπον φίλον τοῦ βασιλέως θεοῦ ἐν τῷ λέγειν·" 1μὴ ὀργισθῇς, μὴ ἐπιθυμήσῃς· ἂν τίς σου ῥαπίσῃ τὴν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ἐάν τις σοι κριθῇ, ἄρας τὸν χιτῶνα, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον" 2 καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος κατὰ πόδας τῶν λαληθέντων, πῶς χρὴ ἐνεργεῖν κατὰ μικρὸν τὸ ἔργον τῆς καθάρσεως μετὰ ὑπομονῆς καὶ μακροθυμίας ἐκπαιδεύει, πρῶτον μὲν γαλακτοτροφῶν ὡς νηπίους, εἶτα
16.2.13
φέρων εἰς αὔξησιν καὶ προκοπὴν καὶ αὖθις εἰς τελειότητα. οἷον εἶπε τὸ εὐαγγέλιον· τέλειος ἐξ ἐρέας γινέσθω χιτών, ὁ δὲ ἀπόστολος πῶς δεῖ ξαίνεσθαι τὴν ἐρέαν καὶ ὑφαίνεσθαι τὸν χιτῶνα καὶ κατασκευάζεσθαι ἐδίδαξεν.
16.3.1
Ὅσοι λόγους πνευματικοὺς λαλοῦσιν ἄνευ γνώσεως καὶ πείρας ἐοίκασιν ἀνθρώπῳ ἐν μεσημβρίᾳ καὶ καύσωνι πεδιάδα ἄνυδρον διοδεύοντι καὶ διὰ τὴν πολλὴν δίψαν διαγράφοντι κατὰ νοῦν πηγὴν ψυχράν, διειδὲς καὶ λαμπρὸν καὶ γλυκὺ ῥέουσαν ὕδωρ, καὶ ἑαυτὸν ἀπολαύοντα ἐν ἀδείᾳ τοῦ νάματος, τῶν χείλεων αὐτοῦ ἐκφρυγέντων καὶ ἀποξηρανθέντων διὰ τὴν ὑπερβολὴν τῆς δίψης, ἢ ἀνθρώπῳ ποτὲ μὴ γευσαμένῳ μέλιτος ποιότητα καὶ διηγουμένῳ ἑτέροις περὶ
16.3.2
τῆς γλυκύτητος. τοιοῦτοι εἰσὶν οἱ λέγοντες λόγον περὶ τελειότητος καὶ ἁγιασμοῦ καὶ ἀπαθείας, μὴ ἔχοντες δὲ ἐν ἔργῳ καὶ πληροφορίᾳ τὰ πράγματα· οὐ γὰρ ὡς λαλοῦσιν, οὕτως ἀπαντᾷ ἡ ἀλήθεια. εἰ γὰρ δῴη ποτὲ ὁ θεὸς ἐλθεῖν τινα εἰς μικρὰν τῶν παρ' αὐτοῦ λαλουμένων αἴσθησιν, δι' ἑαυτοῦ διακρίνας γνώσεται τῶν πραγμάτων τὴν διαφοράν, ὅτι οὐ καθὼς ἐλάλει, εὗρε τὴν ἀλή
16.3.3
θειαν, ἀλλὰ ἄλλως μὲν αὐτὸς ἐλάλει, ἑτέρως δὲ τὸ πνεῦμα εἰργάσατο. ἀληθῶς γὰρ ὁ Χριστιανισμὸς βρῶσίς ἐστι καὶ πόσις· καὶ ὅσον ἐσθίει τις, διὰ τὴν ἡδύτητα πλεῖον ἐρεθίζεται εἰς ἐπιθυμίαν, καὶ γίνεται ὁ νοῦς ἀκόρεστος καὶ ἀκατάσχετος. ὡς ἐάν τις διψῶντι δώσει πόμα ἡδὺ καὶ εὐόρεκτον, κἀκεῖνος ἀπογευσάμενος οὐ διὰ τὴν δίψαν μόνον, ἀλλὰ καὶ διὰ τὴν γλυκύτητα λαβρότερον προσέλθῃ τῷ ποτῷ· οὕτω πῶς ἀκόρεστός ἐστιν ἡ τοῦ πνεύματος γεῦσις. ταῦτα δὲ οὐ λόγοις ψιλοῖς νοούμενα, ἀλλὰ ἐργασίᾳ ἁγίου πνεύματος ἐν μυστηρίῳ
16.3.4
ἐν τῷ νῷ ἐπιτελούμενά ἐστι καὶ λέγεται οὕτως. εἰσὶ δέ τινες πορνείας φαινομένης ἢ κλοπῆς ἢ τῶν ὁμοίων κακῶν ἀπεχόμενοι, καὶ νομίζουσιν ἑαυτοὺς εἶναι ἁγίους. ἀλλ' οὐ καθὼς οἱ ἄπειροι τῆς ἀληθείας φάσκουσιν οὕτως εἰσὶ τὰ πράγματα. ἡ γὰρ κακία ἔτι ἐν τῷ νῷ τῶν τοιούτων ζῇ καὶ ἐφέρπει· ἅγιος δέ ἐστιν ὁ ἁγιασθεὶς καὶ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον. πλὴν ὅπου ἡ ἀλήθεια ἀνακύπτει, ἐκεῖ μάχη τῆς πλάνης διεγείρεται· σπουδάζει γὰρ καλύψαι καὶ θολῶσαι.
16.3.5
Οἷον ὅτε παρ' Ἑβραίοις ἦν ἱερωσύνη καὶ τὸ πνεῦμα, ἐξ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο οἱ πιστοὶ τοῦ θεοῦ. νυνὶ δὲ ἀφ' οὗ ἔσχισαν τὸ καταπέτασμα τοῦ ναοῦ, τὸ ἅγιον πνεῦμα ἀπέστη τοῦ τυπικοῦ θυσιαστηρίου καὶ πρὸς τὴν τῶν ἐθνῶν ἐγένετο ἐκκλησίαν. καὶ πάλιν ἀπ' αὐτῶν τῶν συμφυλετῶν διώκονται οἱ πιστοὶ καὶ μάρτυρες γίνονται οἱ φιλαλήθεις. οὐ γὰρ φαίνεται ἡ ἀλήθεια
16.3.6
οὖσα ἀλήθεια, ἐὰν μὴ ἔχῃ τοὺς ἐναντιουμένους καὶ μαχομένους αὐτῇ. εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις, ἵνα μὴ πέσωσιν. εἷς γὰρ τῶν ἀδελφῶν συνευχόμενός τισιν ᾐχμαλωτίσθη ὑπὸ τῆς θείας δυνάμεως καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ καὶ τὰς ἐκεῖ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον, καὶ ἤκουσε φωνῆς λεγούσης·" 1οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων." 2 καὶ μικρὸν φυσιωθεὶς καὶ νομίσας τι περὶ ἑαυτοῦ εὑρέθη μετὰ ταῦτα ἐκπεσὼν εἰς τὰ ἄδυτα καὶ εἰς τὰ βάθη τῆς ἁμαρτίας καὶ
16.3.7
εἰς μύρια κακά. εἰ οὖν ὁ ἐσώτερος ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν ὅτι" 1νηστεύων καὶ ξενιτεύων καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι" 2, οὐ γὰρ ἡ τῶν φαινομένων κακῶν ἀποχή ἐστι τελεία κάθαρσις, ἀλλὰ ἡ κατὰ συνείδησιν τελεία κάθαρσις. εἴσελθε γάρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν εἰς τὰ λεγόμενα ταμεῖα τῆς ψυχῆς ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν καὶ φονεύοντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν. ἄβυσσος γάρ ἐστι καὶ ἀκατάληπτος ἡ καρδίακαὶ ἐὰν τοῦτον ἐφόνευσας καὶ εἰ τὴν ἀνομίαν καὶ πᾶσαν τὴν ἐν
16.3.8
σοὶ ἀκαθαρσίαν ἐξέβαλες, καύχησαι ἐν θεῷ περὶ καθαρότητος. εἰ δὲ μή, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τῷ κυρίῳ. πᾶσα γὰρ γραφὴ καὶ παλαιὰ καὶ νέα καὶ ὁ ἀπόστολος καὶ ἡ τοῦ σωτῆρος παρουσία περὶ καθαρότητος καὶ ἐλευθερίας τὸν λόγον ποιοῦνται, καὶ πᾶς ἄνθρωπος, εἴτε Ἰουδαῖος εἴτε Ἕλλην ἀγαπᾷ τὴν καθαρότητα, εἰ καὶ μὴ δύναται καθαρεύειν.
16.3.9
Σὲ δὲ χρὴ ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνος δύναται ἡ καθαρότης τῆς καρδίας γενέσθαι καὶ εὑρήσεις, ὅτι οὐ δι' ἑνὸς ἑτέρου ἢ διὰ Ἰησοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος. αὐτὸς γάρ ἐστιν ἡ ζωὴ καὶ ἡ ἀλήθεια, ἡ ὁδὸς ἡ εὐθεῖα, ἡ θύρα, ὁ μαργαρίτης, ὁ ζῶν καὶ ὁ οὐράνιος ἄρτος. καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς
16.3.10
ἀληθείας ἀλήθειαν γνῶναι ἢ σωτηρίας τυχεῖν. ὥσπερ οὖν ἐν τοῖς φαινομένοις τῷ ἔξω ἀνθρώπῳ ἀπετάξω καὶ ἐψώμισας καὶ ἐσκόρπισας τὰ ὑπάρχοντα σου, οὕτως ἀποτάξασθαί σε δεῖ καὶ ταῖς τῶν ἠθῶν προλήψεσιν. καὶ εἰ σοφίαν ἔμαθες σαρκίνην, εἰ γνῶσιν ἔσχες πραγμάτων, ἄρνησαι. εἰ δικαιώμασι σαρκὸς πέποιθας, ἀπόστηθι ταπεινῶν ἑαυτόν· καὶ οὕτω δυνηθήσῃ τῇ μωρίᾳ τοῦ κηρύγματος μαθητευθῆναι, ἐν ᾧ κηρύγματι εὑρήσεις τὴν ἀληθινὴν σοφίαν, οὐ λόγοις κεκαλλωπισμένην, ἀλλὰ δυνάμει τοῦ ἁγίου σταυροῦ ἐνεργουμένην ἐν τοῖς καταξιωθεῖσι κτήσασθαι αὐτὴν ἐν ὑποστάσει.
16.4.1
Τί γὰρ λέγει Παῦλος; ὁ δὲ σταυρὸς τοῦ Χριστοῦ «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία», «ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις καὶ θεοῦ σοφία», καὶ «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον». καὶ ἴσως σοφιζόμενος αὐτὸν τὶς τῶν τότε ἀπεκρίνατο· καὶ εἰς νεκρὸν ἄνθρωπον μὴ δυνηθέντα ἑαυτὸν διασώσασθαι, ἀλλὰ τὸν ἀτιμότατον ὑποστάντα θάνατον ὡς κακοῦργον πιστεύειν ἡμᾶς λέγεις καὶ φάσκεις τοῦτον εἶναι τῶν ὅλων δημιουργόν; τὶ θέλει εἶναι ὦ σπερμολόγοι καὶ ξένων δαιμονίων καταγγελ
16.4.2
ταί. ταῦτα γὰρ τῶν τότε σοφῶν τὰ ῥήματα μωρίαν εἶναι νομισάντων τὸ κήρυγμα· «οὐ γὰρ ἔγνω διὰ τῆς σοφίας ὁ κόσμος τὸν θεόν, ἀλλὰ εὐδόκησε διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας». σὺ δὲ εἰ καὶ ἔλαβες γεῦσίν τινα ἐξ οὐρανοῦ καὶ ἀνάπαυσιν ἔσχες ἐν τῇ ψυχῇ σου καὶ μετέσχες ἐκείνης τῆς σοφίας ἐκείνου τοῦ αἰῶνος, μὴ τυφοῦσαι καὶ μὴ ἐπαίρου ὡς ἤδη πἐφθακὼς καὶ καταλαβὼν πάσαν τὴν ἀλήθειαν, μὴ καὶ σὺ ἀκούσης· «ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε καὶ χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν». ἀλλὰ γευσάμενος ἔσω ὡς μὴ ἐναρξάμενος τοῦ Χριστιανισμοῦ· τοῦτο δὲ οὐ λόγοις, ἀλλ' ἵνα ᾖ ἐμπεφυτευμένον ἐν αὐτῷ τῷ νῷ καὶ κεκυρωμένον, μένοντα πάντοτε τῇ
16.4.3
προαιρέσει. ὥσπερ γάρ τις φιλόπλουτος μύρια συναγαγὼν χρήματα οὐκ ἔστησε τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ καθ' ἡμέραν προστιθέμενον αὔξησιν ποιεῖται τῆς τῶν πλειόνων ὀρέξεως, καὶ ὥσπερ τις ἀποσπασθεὶς ἀπὸ ἡδυτάτου καὶ γλυκυτάτου πόματος οὐ κόρον ἔλαβεν, ἀλλὰ μᾶλλον ἔκκαυσιν τῆς δίψης· οὕτω καὶ ἡ τοῦ θεοῦ γεῦσις οὐκ ἔχει κόρον ἢ τέλος, ἀλλ' ὅσῳ πλουτεῖ τις, ὡς πένητα ἑαυτὸν ἔχει καὶ ἐσθίων καὶ πίνων ἐκκαίεται εἰς μείζονα ὄρεξιν τῶν λαμβανο
16.4.4
μένων. οἱ τοιοῦτοι Χριστιανοὶ οὐκ ἔχουσι τὴν ἑαυτῶν ψυχὴν τιμίαν, ἀλλ' ὡς ἐξουδενωμένοι παρὰ τοῦ θεοῦ διάκεινται καὶ δοῦλοί εἰσι πάντων ἀνθρώπων. καὶ πολὺ χαίρει ὁ κύριος καὶ ἀναπαύεται ἐπὶ τῇ τοιαύτῃ καρδίᾳ διὰ τὴν ταπείνωσιν αὐτῆς. «κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν».
16.4.5
Μὴ τοίνυν οἰηθῇ τις περὶ ἑαυτοῦ ὡς ὤν τι ἢ ἔχων ἢ καταλαβώνεἰ καὶ ἔχει τι καὶ πλουτεῖ, διότι ἡ τύφωσις καὶ ἡ οἴησις βδελυκτὴ παρὰ θεῷ εἶναι ἀποδέδεικται, καὶ δι' αὐτῆς ἐξέβαλεν ἀπ' ἀρχῆς ἀπὸ τοῦ παραδείσου τὸν ἄνθρωπον. ἤκουσε γὰρ ὅτι «ἔσεσθε ὡς θεοί», καὶ ἐγαυριᾶτο ἐπὶ τῇ ματαίᾳ
16.4.6
αὐτοῦ ἐλπίδι. πολὺ οὖν, ὡς εἴρηται, ἀποδοκιμάζει ὁ κύριος καὶ ἀποστρέφεται τὴν τοιαύτην προαίρεσιν. κατάμαθε πῶς ὁ θεὸς καὶ βασιλεὺς καὶ υἱὸς θεοῦ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν» καὶ πῶς ἐπτώχευσεν, ἀτιμαζόμενος, ἐμπτυόμενος, πάσχων. καὶ εἰ ὁ θεὸς οὕτως, σὺ αἷμα καὶ σάρκα φορῶν, γῆ καὶ σποδὸς ὅλος ὢν ἐν ῥυπαρίᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ, ὑψηλοφρονεῖς καὶ
16.4.7
καυχᾶσαι; εἰ δὲ ἦς συνετός, καὶ περὶ οὗ σοι ὁ κύριος ἔδωκεν, οὕτως λέγε·" 1οὐκ ἔστιν ἐμόν, ἄλλος μοι ἔδωκε, ξένον ἐστὶ τῆς φύσεώς μου καὶ ὅτε θέλει λαμβάνει αὐτὸ ἀπ' ἐμοῦ" 2 καὶ πᾶν δὲ τὸ ἀγαθὸν τῷ κυρίῳ ἀπόδος. εἰ δέ τι κακὸν εὑρεθῇ ἐν χερσί σου, τῇ ἑαυτοῦ ἀσθενείᾳ περίαπτε λέγων" 1ἐγώ εἰμι ὁ
16.4.8
ἁμαρτωλὸς ὁ παροργίσας τὸν κύριον." 2 «παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν» τοῦ Χριστοῦ κτήσασθε καὶ «ἐγκολπώσασθε τὴν ταπεινοφροσύνην», ἐφ' ἧς ὁ κύριος ἀναπαύεται, καὶ καθ' ἡμέραν ὡς σήμερον ἀρχόμενοι τοῦ Χριστιανισμοῦ γίνεσθε ἐνώπιον κυρίου ταπεινότεροι ὄντες καὶ ἐνδεέστεροι ὅλων τῶν ἀνθρώπων, καὶ ἔχετε ἑαυτοὺς ἁμαρτωλοὺς παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἀμήν. 17. τ. 1 ΛΟΓΟΣ ΙΖʹ.

Intertext edge

Open linked passage

Note